Humanitext Reader

柏拉图 · 申辩篇 §31-32

精灵之兆与远离城邦政治的原因

第 13 段,共 19 段 · 希腊语

内容简介

苏格拉底强调自己是神赐予雅典的使者,并解释了他避开公共政治、专注于私人对话的原因,这归因于他体内的“精灵之声”以及在公共领域坚持正义者绝难幸存的现实。他举出自己在民主制和三十人僭主政下不畏死亡、反抗违法命令的实际经历作为他坚守正义的证据。

§31τοιοῦτος οὖν ἄλλος οὐ ῥᾳδίως ὑμῖν γενήσεται, ὦ ἄνδρες, ἀλλʼ ἐὰν ἐμοὶ πείθησθε, φείσεσθέ μου·
“因此,诸君,另外一个这样的人是不容易为你们出现的。 但是,如果你们听从我,就会放过我。
ὑμεῖς δʼ ἴσως τάχʼ ἂν ἀχθόμενοι, ὥσπερ οἱ νυστάζοντες ἐγειρόμενοι, κρούσαντες ἄν με, πειθόμενοι Ἀνύτῳ, ῥᾳδίως ἂν ἀποκτείναιτε, εἶτα τὸν λοιπὸν βίον καθεύδοντες διατελοῖτε ἄν, εἰ μή τινα ἄλλον ὁ θεὸς ὑμῖν ἐπιπέμψειεν κηδόμενος ὑμῶν.
而你们也许很快就会像被唤醒的瞌睡者那样感到恼怒,在听信了阿尼托斯之后把我打一下,从而轻易地处死我。 然后,在你们余下的生命里,你们会继续沉睡,除非神因关怀你们而再差遣别人给你们。
ὅτι δʼ ἐγὼ τυγχάνω ὢν τοιοῦτος οἷος ὑπὸ τοῦ θεοῦ τῇ πόλει δεδόσθαι, ἐνθένδε ἂν κατανοήσαιτε· οὐ γὰρ ἀνθρωπίνῳ ἔοικε τὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ πάντων ἠμεληκέναι καὶ ἀνέχεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔτη, τὸ δὲ ὑμέτερον πράττειν ἀεί, ἰδίᾳ ἑκάστῳ προσιόντα ὥσπερ πατέρα ἢ ἀδελφὸν πρεσβύτερον πείθοντα ἐπιμελεῖσθαι ἀρετῆς.
而我恰好就是由神赐予这座城邦的这样一个人,你们可以从以下这件事中领会到这一点:因为我忽视了自己的一切事务,容忍自家的产业被荒废了这么多年,却总是为你们的事务奔忙,像父亲或兄长那样私下接近你们每一个人,劝说你们追求德行,这看起来并不像是一个普通人的作为。
καὶ εἰ μέν τι ἀπὸ τούτων ἀπέλαυον καὶ μισθὸν λαμβάνων ταῦτα παρεκελευόμην, εἶχον ἄν τινα λόγον·
如果我能从这些事中获得什么好处,或者因为接受报酬才劝勉这些,那还算说得过去。
νῦν δὲ ὁρᾶτε δὴ καὶ αὐτοὶ ὅτι οἱ κατήγοροι τἆλλα πάντα ἀναισχύντως οὕτω κατηγοροῦντες τοῦτό γε οὐχ οἷοί τε ἐγένοντο ἀπαναισχυντῆσαι παρασχόμενοι μάρτυρα, ὡς ἐγώ ποτέ τινα ἢ ἐπραξάμην μισθὸν ἢ ᾔτησα.
但是现在,你们自己也看到了,告发者们虽然在其他所有事情上都如此厚颜无耻地指控,但至少在这件事上,他们却无法提供任何证人来证明我曾索取或要求过任何报酬,以显示他们的厚颜无耻。
ἱκανὸν γάρ, οἶμαι, ἐγὼ παρέχομαι τὸν μάρτυρα ὡς ἀληθῆ λέγω, τὴν πενίαν.
因为,我认为,我提供了一个充分的证人来证明我所言非虚,那就是我的贫穷。
ἴσως ἂν οὖν δόξειεν ἄτοπον εἶναι, ὅτι δὴ ἐγὼ ἰδίᾳ μὲν ταῦτα συμβουλεύω περιιὼν καὶ πολυπραγμονῶ, δημοσίᾳ δὲ οὐ τολμῶ ἀναβαίνων εἰς τὸ πλῆθος τὸ ὑμέτερον συμβουλεύειν τῇ πόλει.
因此,我私下里四处奔走,出谋划策,多管闲事,而在公共场合,却不敢登台面对你们的群众来为城邦建言,这也许显得很奇怪。
τούτου δὲ αἴτιόν ἐστιν ὃ ὑμεῖς ἐμοῦ πολλάκις ἀκηκόατε πολλαχοῦ λέγοντος, ὅτι μοι θεῖόν τι καὶ δαιμόνιον γίγνεται, ὃ δὴ καὶ ἐν τῇ γραφῇ ἐπικωμῳδῶν Μέλητος ἐγράψατο.
其原因就是你们经常在许多地方听我提到过的:某种神性的和精灵般的东西在我身上显现,而美勒托斯在起诉书中以嘲讽的口吻写下的正是这一点。
ἐμοὶ δὲ τοῦτʼ ἔστιν ἐκ παιδὸς ἀρξάμενον, φωνή τις γιγνομένη, ἣ ὅταν γένηται, ἀεὶ ἀποτρέπει με τοῦτο ὃ ἂν μέλλω πράττειν, προτρέπει δὲ οὔποτε.
这对我来说是从童年开始的,有一种声音出现,每当它出现时,总是阻止我将要做的事情,但从未催促过我。
τοῦτʼ ἔστιν ὅ μοι ἐναντιοῦται τὰ πολιτικὰ πράττειν, καὶ παγκάλως γέ μοι δοκεῖ ἐναντιοῦσθαι·
这就是阻止我参与政治活动的原因,而且在我看来,这种阻止是非常美好的。
εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐγὼ πάλαι ἐπεχείρησα πράττειν τὰ πολιτικὰ πράγματα, πάλαι ἂν ἀπολώλη καὶ οὔτʼ ἂν ὑμᾶς ὠφελήκη οὐδὲν οὔτʼ ἂν ἐμαυτόν.
因为,雅典的市民们,你们要清楚,如果我很久以前就尝试参与政治活动,我早就没命了,而且对你们和我自己都不会有任何益处。
καί μοι μὴ ἄχθεσθε λέγοντι τἀληθῆ·
请不要对我说真话而感到恼怒。
οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔτε ὑμῖν οὔτε ἄλλῳ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πολλὰ ἄδικα καὶ παράνομα ἐν τῇ πόλει γίγνεσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν ἀλλὰ μὴ δημοσιεύειν.
因为任何一个人,如果真诚地反对你们或任何其他群众,阻止城邦中发生许多不公义和不法的事情,他就无法保全自己的生命。 相反,任何一个真正要为正义而奋斗的人,如果想要哪怕只是存活很短的时间,也必须作为一个普通人活动,而不是作为公众人物。
§32μεγάλα δʼ ἔγωγε ὑμῖν τεκμήρια παρέξομαι τούτων, οὐ λόγους ἀλλʼ ὃ ὑμεῖς τιμᾶτε, ἔργα.
我将为这些提供重大的证据,不是言辞,而是你们所看重的——事实。
ἀκούσατε δή μοι τὰ συμβεβηκότα, ἵνα εἰδῆτε ὅτι οὐδʼ ἂν ἑνὶ ὑπεικάθοιμι παρὰ τὸ δίκαιον δείσας θάνατον, μὴ ὑπείκων δὲ ἀλλὰ κἂν ἀπολοίμην.
请听听发生在我身上的事,好让你们知道,我绝不会因为害怕死亡而向任何一个违背正义的人屈服,而如果不屈服,我宁愿为此灭亡。
ἐρῶ δὲ ὑμῖν φορτικὰ μὲν καὶ δικανικά, ἀληθῆ δέ.
我要向你们讲述的是些俗套且像在法庭辩护的事,但都是真话。
ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἄλλην μὲν ἀρχὴν οὐδεμίαν πώποτε ἦρξα ἐν τῇ πόλει, ἐβούλευσα δέ·
雅典的市民们,我在这座城邦里从未担任过任何其他的官职,但曾担任过评议员。
καὶ ἔτυχεν ἡμῶν ἡ φυλὴ Ἀντιοχὶς πρυτανεύουσα ὅτε ὑμεῖς τοὺς δέκα στρατηγοὺς τοὺς οὐκ ἀνελομένους τοὺς ἐκ τῆς ναυμαχίας ἐβουλεύσασθε ἁθρόους κρίνειν, παρανόμως, ὡς ἐν τῷ ὑστέρῳ χρόνῳ πᾶσιν ὑμῖν ἔδοξεν.
当时,我们安提奥克斯部落恰好担任轮值主席,而你们决议要将没有捞起海战溺水者十位将军合并审判,这是违法的,正如后来你们大家都认为的那样。
τότʼ ἐγὼ μόνος τῶν πρυτάνεων ἠναντιώθην ὑμῖν μηδὲν ποιεῖν παρὰ τοὺς νόμους καὶ ἐναντία ἐψηφισάμην·
那时,在所有的轮值主席中,只有我一个人反对你们做任何违反法律的事,并投了反对票。
καὶ ἑτοίμων ὄντων ἐνδεικνύναι με καὶ ἀπάγειν τῶν ῥητόρων, καὶ ὑμῶν κελευόντων καὶ βοώντων, μετὰ τοῦ νόμου καὶ τοῦ δικαίου ᾤμην μᾶλλόν με δεῖν διακινδυνεύειν ἢ μεθʼ ὑμῶν γενέσθαι μὴ δίκαια βουλευομένων, φοβηθέντα δεσμὸν ἢ θάνατον.
当时那些演说家们已经准备控告并逮捕我,而且你们也在催促和叫喊,但我认为,我应该与法律和正义站在一起去冒危险,而不是因为害怕监禁或死亡而站在计划不公义之事的你们那一边。
καὶ ταῦτα μὲν ἦν ἔτι δημοκρατουμένης τῆς πόλεως·
这些事发生在城邦还是民主制的时候。
ἐπειδὴ δὲ ὀλιγαρχία ἐγένετο, οἱ τριάκοντα αὖ μεταπεμψάμενοί με πέμπτον αὐτὸν εἰς τὴν θόλον προσέταξαν ἀγαγεῖν ἐκ Σαλαμῖνος Λέοντα τὸν Σαλαμίνιον ἵνα ἀποθάνοι, οἷα δὴ καὶ ἄλλοις ἐκεῖνοι πολλοῖς πολλὰ προσέταττον, βουλόμενοι ὡς πλείστους ἀναπλῆσαι αἰτιῶν.
然而当寡头制建立后,那三十人僭主又把包括我在内的五个人召集到圆形厅,命令我们从萨拉米斯带回萨拉米斯人莱翁以处死他。 他们经常给许多人下达类似的许多命令,企图使尽可能多的人沾染罪责。
τότε μέντοι ἐγὼ οὐ λόγῳ ἀλλʼ ἔργῳ αὖ ἐνεδειξάμην ὅτι ἐμοὶ θανάτου μὲν μέλει, εἰ μὴ ἀγροικότερον ἦν εἰπεῖν, οὐδʼ ὁτιοῦν, τοῦ δὲ μηδὲν ἄδικον μηδʼ ἀνόσιον ἐργάζεσθαι, τούτου δὲ τὸ πᾶν μέλει.
但就在那时,我再次不仅在言语上,更是在行动上表明:对我来说,死亡——如果这么说不显得有些粗俗的话——根本不算什么,而绝不做出任何不公义或不敬神的事,才是我最在乎的。
ἐμὲ γὰρ ἐκείνη ἡ ἀρχὴ οὐκ ἐξέπληξεν, οὕτως ἰσχυρὰ οὖσα, ὥστε ἄδικόν τι ἐργάσασθαι, ἀλλʼ ἐπειδὴ ἐκ τῆς θόλου ἐξήλθομεν, οἱ μὲν τέτταρες ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγαγον Λέοντα, ἐγὼ δὲ ᾠχόμην ἀπιὼν οἴκαδε.
因为那个强大的政府并没有吓倒我,使我做出不公义的事。 当我们走出圆形厅时,其他四人前往萨拉米斯并带回了莱翁,而我则径直回了家。
καὶ ἴσως ἂν διὰ ταῦτα ἀπέθανον, εἰ μὴ ἡ ἀρχὴ διὰ ταχέων κατελύθη.
如果那个政府没有很快被推翻的话,我可能已经因此而死。
καὶ τούτων ὑμῖν ἔσονται πολλοὶ μάρτυρες.
关于这些,你们会有许多证人。
ἆρʼ οὖν ἄν με οἴεσθε τοσάδε ἔτη διαγενέσθαι εἰ ἔπραττον τὰ δημόσια, καὶ πράττων ἀξίως ἀνδρὸς ἀγαθοῦ ἐβοήθουν τοῖς δικαίοις καὶ ὥσπερ χρὴ τοῦτο περὶ πλείστου ἐποιούμην;
那么,如果我参与公共事务,并且做一个配得上好人称号的人去维护正义,而且像应当做的那样把这看得最重,你们认为我能存活这么多年吗?
πολλοῦ γε δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι·
绝对不可能,雅典的市民们。
οὐδὲ γὰρ ἂν ἄλλος ἀνθρώπων οὐδείς.
因为其他任何人也做不到。 ”

词汇与语法注释

  1. 31bτὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ πάντων ἠμεληκέναι — 带有冠词的不定式短语作为主语的结构。从 `τὸ ἐμὲ ... ἠμεληκέναι` 开始的一系列带对格的不定式短语(直到 `τὸ δὲ ὑμέτερον πράττειν`)整体作为无人称动词 `ἔοικε` 的主语,形成了“我忽视自己的一切事务……这一事实并不相似于[人性的行为]”的结构。
  2. 31cτοῦτό γε οὐχ οἷοί τε ἐγένοντο ἀπαναισχυντῆσαι παρασχόμενοι μάρτυρα — 不定式 `ἀπαναισχυντῆσαι`(厚颜无耻地做)依赖于 `οὐχ οἷοί τε ἐγέ浓to`(他们不能够),并伴有表示方式的分词 `παρασχόμενοι`(通过提供)。整个短语的意思是“他们没能厚颜无耻到通过提供证人来指控这件事”。
  3. 32aμὴ ὑπείκων δὲ ἀλλὰ κἂν ἀπολοίμην — `κἂν` 是 `καὶ ἄν` 的缩略形式,在此与希求式 `ἀπολοίμην` 连用,表示潜在的后果(“通过不屈服,我甚至宁愿灭亡”)。`μὴ ὑπείκων` 起条件分词的作用(“如果不屈服”)。
  4. 32cἑτοίμων ὄντων ἐνδεικνύναι με καὶ ἀπάγειν τῶν ῥητόρων — `ἑτοίμων ὄντων ... τῶν ῥητόρων` 是属格绝对结构。不定式 `ἐνδεικνύναι`(告发起诉)和 `ἀπάγειν`(带走逮捕)指的是雅典法律中特定的刑事诉讼程序(即指控与直接拘捕)。
  5. 32dεἰ μὴ ἀγροικότερον ἦν εἰπεῖν — 条件句形式的惯用表达。意为“如果这么说不显得有些粗俗的话”,插入此句是为了缓和前文“死亡对我来说根本不算什么”这一可能在法庭上显得失礼的强烈陈述。

引用这一段

柏拉图, 申辩篇 §31-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:31-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。