Humanitext Reader

柏拉图 · 申辩篇 §34-35

拒绝作悲情哀求与维护法庭尊严

第 15 段,共 19 段 · 希腊语

内容简介

苏格拉底指出与他交往者的亲属非但没有指责他,反而愿意出面协助他。他进而解释自己拒绝在法廷上流泪哀求或带家属示弱的理由,认为这种行为有损个人、法官和城邦的尊严,也违背了法官依法裁决的誓言。

§34καὶ ἄλλους πολλοὺς ἐγὼ ἔχω ὑμῖν εἰπεῖν, ὧν τινα ἐχρῆν μάλιστα μὲν ἐν τῷ ἑαυτοῦ λόγῳ παρασχέσθαι Μέλητον μάρτυρα·
我还可以向你们指出许多其他人,美勒托斯本应特别在自己的起诉演说中提供他们中的某个人作为证人。
εἰ δὲ τότε ἐπελάθετο, νῦν παρασχέσθω—ἐγὼ παραχωρῶ—καὶ λεγέτω εἴ τι ἔχει τοιοῦτον.
但如果他那时忘了,现在就请提供吧——我让出时间——如果他有任何这类证据,就请说出来。
ἀλλὰ τούτου πᾶν τοὐναντίον εὑρήσετε, ὦ ἄνδρες, πάντας ἐμοὶ βοηθεῖν ἑτοίμους τῷ διαφθείροντι, τῷ κακὰ ἐργαζομένῳ τοὺς οἰκείους αὐτῶν, ὥς φασι Μέλητος καὶ Ἄνυτος.
但是,诸位,你们会发现完全相反的情况:所有人都准备帮助我,这个败坏者,这个伤害他们家属的人——正如美勒托斯和阿尼图斯所说的那样。
αὐτοὶ μὲν γὰρ οἱ διεφθαρμένοι τάχʼ ἂν λόγον ἔχοιεν βοηθοῦντες· οἱ δὲ ἀδιάφθαρτοι, πρεσβύτεροι ἤδη ἄνδρες, οἱ τούτων προσήκοντες, τίνα ἄλλον ἔχουσι λόγον βοηθοῦντες ἐμοὶ ἀλλʼ ἢ τὸν ὀρθόν τε καὶ δίκαιον, ὅτι συνίσασι Μελήτῳ μὲν ψευδομένῳ, ἐμοὶ δὲ ἀληθεύοντι;
因为那些被败坏的人自己,或许还有理由提供帮助;但那些未被败坏的、如今已是年长者的人,即这些人的亲属,他们帮助我除了出于正确而公正的理由,即深知美勒托斯在撒谎而我在说真话之外,还能有什么其他理由呢?
εἶεν δή, ὦ ἄνδρες·
好吧,诸位。
ἃ μὲν ἐγὼ ἔχοιμʼ ἂν ἀπολογεῖσθαι, σχεδόν ἐστι ταῦτα καὶ ἄλλα ἴσως τοιαῦτα.
我所能为自己辩护的,大概也就是这些,或许还有其他类似的话。
τάχα δʼ ἄν τις ὑμῶν ἀγανακτήσειεν ἀναμνησθεὶς ἑαυτοῦ, εἰ ὁ μὲν καὶ ἐλάττω τουτουῒ τοῦ ἀγῶνος ἀγῶνα ἀγωνιζόμενος ἐδεήθη τε καὶ ἱκέτευσε τοὺς δικαστὰς μετὰ πολλῶν δακρύων, παιδία τε αὑτοῦ ἀναβιβασάμενος ἵνα ὅτι μάλιστα ἐλεηθείη, καὶ ἄλλους τῶν οἰκείων καὶ φίλων πολλούς, ἐγὼ δὲ οὐδὲν ἄρα τούτων ποιήσω, καὶ ταῦτα κινδυνεύων, ὡς ἂν δόξαιμι, τὸν ἔσχατον κίνδυνον.
但是,你们中也许有人会因为想起自己的情况而感到愤怒。 如果他在面对比这还小的审判时,曾流着热泪向法官们哀求和恳请,并带上自己的幼子以及许多其他亲友上台,以尽量博取同情;而我却不打算做这些事,即使我正面临着如人们所见到的最危险的境地。
τάχʼ ἂν οὖν τις ταῦτα ἐννοήσας αὐθαδέστερον ἂν πρός με σχοίη καὶ ὀργισθεὶς αὐτοῖς τούτοις θεῖτο ἂν μετʼ ὀργῆς τὴν ψῆφον.
因此,有人想到这一点,也许对我态度会变得更加强硬,并因这些事而感到愤怒,在愤怒中投下选票。
εἰ δή τις ὑμῶν οὕτως ἔχει—οὐκ ἀξιῶ μὲν γὰρ ἔγωγε, εἰ δʼ οὖν—ἐπιεικῆ ἄν μοι δοκῶ πρὸς τοῦτον λέγειν λέγων ὅτι ἐμοί, ὦ ἄριστε, εἰσὶν μέν πού τινες καὶ οἰκεῖοι·
如果你们中确实有人是这种态度——我虽然不指望会这样,但如果真的是这样——那么我认为,通过对他说以下的话,我是在对他通情达理地陈述: “我亲爱的朋友,我想我也有亲属。
καὶ γὰρ τοῦτο αὐτὸ τὸ τοῦ Ὁμήρου, οὐδʼ ἐγὼ ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης πέφυκα ἀλλʼ ἐξ ἀνθρώπων, ὥστε καὶ οἰκεῖοί μοί εἰσι καὶ ὑεῖς γε, ὦ ἄνδρες Ἀθηναῖοι, τρεῖς, εἷς μὲν μειράκιον ἤδη, δύο δὲ παιδία·
正如荷马的那句名言所说,我也不是‘生自橡树或岩石’,而是生自人类。 因此,我既有亲属,而且,雅典的市民们,我还有三个儿子,一个已经是青年,两个还是孩子。
ἀλλʼ ὅμως οὐδένα αὐτῶν δεῦρο ἀναβιβασάμενος δεήσομαι ὑμῶν ἀποψηφίσασθαι.
然而,我却不打算把他们中的任何一个带到这里来,并恳求你们判我无罪。
τί δὴ οὖν οὐδὲν τούτων ποιήσω;
” 那么,为什么我什么都不做呢?
οὐκ αὐθαδιζόμενος, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδʼ ὑμᾶς ἀτιμάζων, ἀλλʼ εἰ μὲν θαρραλέως ἐγὼ ἔχω πρὸς θάνατον ἢ μή, ἄλλος λόγος, πρὸς δʼ οὖν δόξαν καὶ ἐμοὶ καὶ ὑμῖν καὶ ὅλῃ τῇ πόλει οὔ μοι δοκεῖ καλὸν εἶναι ἐμὲ τούτων οὐδὲν ποιεῖν καὶ τηλικόνδε ὄντα καὶ τοῦτο τοὔνομα ἔχοντα, εἴτʼ οὖν ἀληθὲς εἴτʼ οὖν ψεῦδος, ἀλλʼ οὖν δεδογμένον γέ ἐστί τῳ Σωκράτη διαφέρειν τῶν πολλῶν ἀνθρώπων.
雅典的市民们,这不是因为我固执,也不是因为我轻视你们。 至于我面对死亡时是否勇敢,那另当别论。 但是,考虑到名誉——无论是我的、你们的,还是整个城邦的——在我这个年纪,且拥有这样的名声(无论真假),去做这些事情似乎都是不体面的。 因为公认的是,苏格拉底在某些方面确实与大多数人不同。
§35εἰ οὖν ὑμῶν οἱ δοκοῦντες διαφέρειν εἴτε σοφίᾳ εἴτε ἀνδρείᾳ εἴτε ἄλλῃ ᾑτινιοῦν ἀρετῇ τοιοῦτοι ἔσονται, αἰσχρὸν ἂν εἴη·
因此,如果你们中那些被认为在智慧、勇气或任何其他德行上出类拔萃的人表现出这种样子,那将是可耻的。
οἵουσπερ ἐγὼ πολλάκις ἑώρακά τινας ὅταν κρίνωνται, δοκοῦντας μέν τι εἶναι, θαυμάσια δὲ ἐργαζομένους, ὡς δεινόν τι οἰομένους πείσεσθαι εἰ ἀποθανοῦνται, ὥσπερ ἀθανάτων ἐσομένων ἂν ὑμεῖς αὐτοὺς μὴ ἀποκτείνητε·
我经常看到这样一些人在受审时,他们虽被认为是个大人物,却做出令人惊愕的举动,仿佛他们认为如果被处死就会遭遇什么可怕的事情,好像只要你们不杀死他们,他们就能长生不死似的。
οἳ ἐμοὶ δοκοῦσιν αἰσχύνην τῇ πόλει περιάπτειν, ὥστʼ ἄν τινα καὶ τῶν ξένων ὑπολαβεῖν ὅτι οἱ διαφέροντες Ἀθηναίων εἰς ἀρετήν, οὓς αὐτοὶ ἑαυτῶν ἔν τε ταῖς ἀρχαῖς καὶ ταῖς ἄλλαις τιμαῖς προκρίνουσιν, οὗτοι γυναικῶν οὐδὲν διαφέρουσιν.
在我看来,他们给城邦带来了耻辱,以至于外邦人可能会认为,在德行上出类拔萃的雅典人——那些雅典人自己选拔出来担任公职和其他显赫职位的杰出人物——与妇女毫无区别。
ταῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε ὑμᾶς χρὴ ποιεῖν τοὺς δοκοῦντας καὶ ὁπῃοῦν τι εἶναι, οὔτʼ, ἂν ἡμεῖς ποιῶμεν, ὑμᾶς ἐπιτρέπειν, ἀλλὰ τοῦτο αὐτὸ ἐνδείκνυσθαι, ὅτι πολὺ μᾶλλον καταψηφιεῖσθε τοῦ τὰ ἐλεινὰ ταῦτα δράματα εἰσάγοντος καὶ καταγέλαστον τὴν πόλιν ποιοῦντος ἢ τοῦ ἡσυχίαν ἄγοντος.
雅典的市民们,这些事情,你们这些被认为有一定地位的人既不应该做;如果我们要做,你们也不应该允许,而应该表明这一点:你们将更倾向于给那些上演这种可怜戏码并使城邦蒙羞的人投反对票,而不是给那些保持平静的人投反对票。
χωρὶς δὲ τῆς δόξης, ὦ ἄνδρες, οὐδὲ δίκαιόν μοι δοκεῖ εἶναι δεῖσθαι τοῦ δικαστοῦ οὐδὲ δεόμενον ἀποφεύγειν, ἀλλὰ διδάσκειν καὶ πείθειν.
除了名誉之外,诸位,我认为恳求法官,或者通过恳求来脱罪,都是不公正的,而应该去教导和说服。
οὐ γὰρ ἐπὶ τούτῳ κάθηται ὁ δικαστής, ἐπὶ τῷ καταχαρίζεσθαι τὰ δίκαια, ἀλλʼ ἐπὶ τῷ κρίνειν ταῦτα·
因为法官坐在这里,不是为了把正义当作恩惠施舍,而是为了依法进行裁决。
καὶ ὀμώμοκεν οὐ χαριεῖσθαι οἷς ἂν δοκῇ αὐτῷ, ἀλλὰ δικάσειν κατὰ τοὺς νόμους.
而且他已经宣誓,不是要偏袒他喜欢的人,而是要根据法律进行审判。
οὔκουν χρὴ οὔτε ἡμᾶς ἐθίζειν ὑμᾶς ἐπιορκεῖν οὔθʼ ὑμᾶς ἐθίζεσθαι·
因此,我们既不应该让你们养成违背誓言的习惯,你们也不应该让自己习惯于此。
οὐδέτεροι γὰρ ἂν ἡμῶν εὐσεβοῖεν.
因为这样一来,我们双方都将失去虔敬。
μὴ οὖν ἀξιοῦτέ με, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦτα δεῖν πρὸς ὑμᾶς πράττειν ἃ μήτε ἡγοῦμαι καλὰ εἶναι μήτε δίκαια μήτε ὅσια, ἄλλως τε μέντοι νὴ Δία πάντως καὶ ἀσεβείας φεύγοντα ὑπὸ Μελήτου τουτουΐ.
因此,雅典的市民们,不要要求我对你们做出那些我认为既不体面、也不公正、不虔敬的事,特别是,凭着宙斯起誓,在被这边的美勒托斯指控为不敬神的情况下更是如此。
σαφῶς γὰρ ἄν, εἰ πείθοιμι ὑμᾶς καὶ τῷ δεῖσθαι βιαζοίμην ὀμωμοκότας, θεοὺς ἂν διδάσκοιμι μὴ ἡγεῖσθαι ὑμᾶς εἶναι, καὶ ἀτεχνῶς ἀπολογούμενος κατηγοροίην ἂν ἐμαυτοῦ ὡς θεοὺς οὐ νομίζω.
因为显然,如果我通过哀求来强迫已经宣誓的你们,说服你们,那我就是在教你们不相信神的存在,在我的辩护中,我就等于是在指控自己不信神。
ἀλλὰ πολλοῦ δεῖ οὕτως ἔχειν·
但这绝非事实。
νομίζω τε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς οὐδεὶς τῶν ἐμῶν κατηγόρων, καὶ ὑμῖν ἐπιτρέπω καὶ τῷ θεῷ κρῖναι περὶ ἐμοῦ ὅπῃ μέλλει ἐμοί τε ἄριστα εἶναι καὶ ὑμῖν.
雅典的市民们,我确实信神,其程度远非我的任何一个起诉者所能及。 我将关于我的裁决委任给你们和神,无论怎样,这都将对我、对你们是最好的。

词汇与语法注释

  1. 34aὧν τινα — 关系代名词 `ὧν` 是以其前的 `ἄλλους πολλούς,`(许多其他人)为先行词的部分属格,而不定代名词 `τινα`(某个人)则是跟在非人称动词 `ἐχρῆν` 后面不定式 `παρασχέσθαι` 的宾格主语。它指代美勒托斯原本应当提供为证人的人。
  2. 34aτῷ διαφθείροντι — 与格分词 `τῷ διαφθείροντι`(以及随后的 `τῷ κακὰ ἐργαζομένῳ...`)与主句中的 `ἐμοὶ`(我)处于同格关系。苏格拉底故意采用起诉者的措辞(“败坏青年者”),带有反讽地强调了即使如此人们仍乐意帮助他的荒谬与矛盾。
  3. 34bἀλλʼ ἢ — 否定词或疑问词之后表示“除了……之外”的常见习惯表达(由 `ἄλλο ἤ` 缩合而成)。在此处,它承接疑问代名词 `τίνα ἄλλον [λόγον]`(还有什么其他理由),表明只有 `τὸν ὀρθόν τε καὶ δίκαιον [λόγον]`(正确而公正的理由)是唯一存在的理由。
  4. 34cκαὶ ταῦτα — 与分词短语(此处为 `κινδυνεύων`)连用,表示追加或让步的情况(意为“而且是在……的情况下”、“尽管……”)。它将苏格拉底拒绝哀求的决定,与他自身正处于极端危险之中的事实进行强烈对比。
  5. 35aὥσπερ ἀθανάτων ἐσομένων — 由 `ὥσπερ`(仿佛、好像)引导的属格独立格结构。它没有明确给出逻辑主语,而是直接使用 `εἰμί` 的将来时分词 `ἐσομένων`,用来表达一种荒谬的假设,即“如果法官们不处死他们,他们仿佛就能长生不死”。
  6. 35aὥστʼ ἄν ... ὑπολαβεῖν — 结果连词 `ὥστε` 与表示潜能或可能性的语气词 `ἄν` 及不定式 `ὑπολαβεῖν` 相结合。它不是表达一个确凿发生的事实,而是表达一种潜在可能发生的结果(“以至于外邦人也许会认为……”)。

引用这一段

柏拉图, 申辩篇 §34-35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:34-35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。