Humanitext Reader

盖伦 · 希波克拉底《健康养生法》注 §1#6

依季节与体质而定的灌肠与催吐法

第 6 段,共 10 段 · 希腊语

内容简介

作者根据希波克拉底的引文,讨论了适应季节的洗肠和呕吐方法。他具体阐述了适合肥胖者和消瘦者各自体质的洗肠剂配制及呕吐的具体步骤。

§1#6"ἡ γὰρ ὥρη καυματώδης καὶ χολωδέστερόν ἐστι τὸ σῶμα καὶ αἱ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι καὶ θερμὰ γίνονται καὶ ἐν γαστρὶ στρόφοι γίνονται.
“因为季节炎热,身体更富于胆汁,且腰部和膝部会出现沉重感并变热,腹部还会发生绞痛。
δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἀπὸ τῶν χωρίων τουτέων.
因此,必须使身体冷却,并将从这些部位上升的物质引向下方。
"[q. 1] Τίνα καλεῖ κατακλύσματα διὰ τῶν ἐφεξῆς ἐδήλωσεν αὐτός. τά τε ἀπὸ τῶν γαλάκτων εἰπὼν καὶ τὸ ἀπὸ τῶν ἐρεβίνθων ἑψημένον ὕδωρ ἅλμην τε καὶ θάλασσαν.
” [q.1] 他自己已在接下来的内容中阐明了何为洗肠剂,提及了由乳汁制成的东西、煮鹰嘴豆的水、盐水以及海水。
ἕτερα γάρ ἐστι τούτων τὰ καθαίροντα φάρμακα κενωτικὰ τοῦ παν-τὸς σώματος ὄντα.
因为泻药与这些不同,它们是排空全身的药物。
ὥσπερ οὖν τὰ βαλανεῖα κατακλύζειν οἱ βαλανεῖς λέγουσι, τῶν ἐν αὐτοῖς λίθων ἀποπλύνοντες τὸν πηλὸν καὶ τὸν ῥύπον, οὕτω καὶ τὰ τῆς γαστρός τε καὶ τῶν ἐντέρων κατακλύσματα, περιπλύνει τὸ φλέγμα καὶ τὴν χο-λὴν αὐτῶν.
因此,正如浴室管理员说他们冲洗浴室,洗去其中石头上的泥沙和污垢一样,胃和肠道的洗肠剂也会洗去其中的粘液和汁液。
ἐπεὶ τοίνυν ἐν τῷ χειμῶνι φλέγμα γεννᾶται κατὰ τὴν κοιλίαν, ἐκκενοῦν αὐτὸ διὰ τῶν ἐμέτων συμβου-λεύει. τοῦ θέρους δὲ τὴν ἐπιπολάζουσαν ἄνω χολὴν ἀντι-σπᾷν κάτω.
既然在冬季腹部会产生粘液,他便建议通过呕吐将其排空;而在夏季,则将浮在上方的胆汁向下引回。
καθαίρειν μέντοι τὸ σύμπαν σῶμα βουληθέν-τι σοι θέρους μὲν διὰ τῆς ἄνω, χειμῶνος δὲ διὰ τῆς κά-τω κοιλίας φαρμακευτέον, ὡς ἐν ἀφορισμοῖς εἴρηται.
然而,如果你希望净化全身,在夏季必须通过上消化道用药,在冬季则必须通过下消化道用药,正如《箴言》中所说的那样。
τὰ μὲν γὰρ ἤδη πλεονάζοντα ἡ κάθαρσις ἰᾶται διὰ τῶν χω-ρίων ᾗ ῥέπει τὴν κάθαρσιν ποιούμενος.
因为净化能治疗那些已经过剩的物质,它是通过这些物质所趋向的部位来进行净化的。
ἀκτέα γὰρ ᾗ ῥέπει διὰ τῶν συμφερόντων χωρίων.
因为必须通过有益的部位,将它们引向它们所趋向的方向。
ὅσα δὲ κωλῦσαι θέλεις αὐξη-θῆναι, διὰ τῶν ἀντικειμένων χωρίων ἀντισπᾷν προσήκει.
但是,对于你希望阻止其增加的物质,则应当通过相反的部位将其引开。
"Ἔστω δὲ τὰ κατακλύσματα τοῖσιν μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηρο-τέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα.
“对于较肥胖和较湿润的人,洗肠剂应当更咸、更稀;对于较干燥、较紧缩和较虚弱的人,洗肠剂应当更油润、更浓稠。
ἔστι δὲ τῶν κατακλυσμάτων λιπαρὰ καὶ πα-χέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὲν καὶ τῶν ἄλλων τῶν τοιουτέων, τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ ἅλ-μη καὶ θάλασσα καὶ τὰ τοιαῦτα.
在洗肠剂中,油润和浓稠的是由乳汁制成的东西、煮鹰嘴豆的水以及其他诸如此类的东西;而稀且咸的是盐水、海水及类似的东西。
"[q. 2] Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων ἀξιοῖ προσφέ-ρειν, φλεγματικώτεροι γὰρ οὗτοι· τὰ λειότερα δ᾿ ἐπὶ τῶν ἰσχνῶν, ὡς ἂν χολωδεστέρων ὄντων.
” [q.2] 他主张将更具稀释作用的药剂用于较肥胖的人,因为他们更富于粘液质;而将更温和滑润的药剂用于消瘦的人,因为他们更富于胆汁。
ὁποῖαι δέ εἰσιν ἑκατέ-ρων αἱ ὗλαι, διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν, ἐξηγή-σεως οὐ δεομένης· διὸ καὶ παραλιπὼν αὐτὴν ἐπὶ τὰ συνεχῆ τρέψομαι.
至于两者的原料各是什么,他已通过接下来的文段表明,这无需解释;因此,我将跳过它,转向接下来的内容。
"Τοὺς δὲ ἐμέτους ᾧδε χρὴ ποιέεσθαι. ὅσοι μὲν τῶν ἀνθρώ-πων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων, δρα-μόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης.
“而呕吐应当这样进行:在人群中,那些肥胖而不消瘦的人,应当在日中时分跑步或快速步行之后,在空腹时进行呕吐。
"[q. 3] Ἐκτεθερμάνθαι βούλεται τὸ σῶμα τοῖς παχέσιν, ἐμεῖν μέλλουσιν ἕνεκα τῆς χύσεως τῶν φλεγματικῶν χυμῶν, οὓς πλείους ἔχουσιν οἱ παχεῖς.
” [q.3] 他希望肥胖的人在准备呕吐时身体得到充分的温热,以便融化粘液质的体液,而肥胖的人拥有较多这种体液。
ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀνα-στόμωσις ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωσις οὕτως ἂν μάλιστα γένοιτο.
而且,血管的开张以及所有微细孔道的扩张,也最容易以此种方式发生。
χρήσιμα δὲ ταῦτα πάντα πρὸς τὸ ῥᾳδίως τε καὶ ἀλύπως γίνεσθαι τὸν ἔμετον.
而所有这些,对于使呕吐容易且无痛苦地发生都是有益的。
"Ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένου ἐν ὕδα-τος χοέϊ καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι.
“在两升水中加入半升磨碎的牛膝草,并将其榨出,倒入醋,加入盐,使其尽可能可口。
"[q. 4] Ὅτι τμητικὸν εἶναι βούλεται τὸ πόμα καὶ δι᾿ ἥντινα αἰτίαν οὐκ ἄδηλον.
” [q.4] 他希望该饮料具有稀释作用,以及出于什么原因,这并不是不明确的。
ἐπεὶ γὰρ οἱ παχεῖς ἄνθρωποι καὶ τοὺς χυμοὺς ἔχουσι τοὐπίπαν παχεῖς τε καὶ ψυχροὺς καί τινας αὐτῶν καὶ γλίσχρους, διὰ τοῦτο τμητικὸν εἶναι κελεύει τὸ ποτὸν αὐτῶν.
因为肥胖的人,其体液大体上既浓稠又寒冷,其中有些甚至还很粘稠,因此他命令他们的饮料要具有稀释作用。
ὁπόσον δέ τε τὸ πλῆθος δίδωσιν οὗ συντί-θησι πόματα, οὐκ ἀκριβῶς ἔχω φάναι, διὰ τὸ μέτρον ἔστιν ὅτε, ὃ καλοῦσι χοέα, μὴ τὸ αὐτὸ μέγεθος ἔχειν παρὰ πᾶ-σιν.
但是,至于他所配制的饮料分量具体是多少,我无法准确说明,因为有时人们称为库斯的度量,在所有人那里的尺寸并不相同。
εἰ δὲ τὸν Ἀττικὸν κελεύει πίνειν, οὐ πάνυ συντίθεμαι τῷ ἔθει, πολὺ γὰρ εἶναί μοι δοκεῖ.
但如果他是命令饮用雅典的库斯,我并不完全同意这种做法,因为在我看来那太多了。
σύνηθες μέντοι τοῖς παλαιοῖς ἦν, εἴτε ὀῤῥῷ γάλακτος εἴτε τοιούτῳ τινὶ κατα-κλύσματι προείλοντο χρῆσθαι, πάμπολυ τῷ πλήθει διδόναι.
然而,古人的习惯是,无论他们选择使用乳清还是某种此类洗肠剂,都会给予极大的分量。
"Πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δὲ ἐπὶ θᾶσσον.
“起初要喝得更缓和些,接着则要更快些。
"[q. 5] Ἐὰν μὲν οὖν ἐν ἀρχῇ πίῃ λάβρως, εὐθέως ἐμεῖται, πρὶν ἐκπίῃ τὸ πᾶν, ἀποῤῥύψαι τε τοὺς ἐν τῇ γαστρὶ χυ-μοὺς, οἷς συνεκκενοῦνται καὶ οἱ κατὰ τὰς πρώτας φλέβας.
” [q.5] 因此,如果起初喝得太猛,他就会立刻呕吐,还没来得及喝完,也没来得及清除胃里的体液,而与胃里的体液一起,最初血管中的体液也会被一同排空。
ἐὰν δὲ ἐν ἀρχῇ μὲν ἡσυχέστερον, ὕστερον δὲ πλεῖον πάντως πίῃ, οὕτω δυνήσεται χρόνῳ τε συμμέτρῳ κατασχεῖν, ὁρμή-σει τε πρὸς ἔμετον ἐν καιρῷ διὰ τὸ πίνειν ἀθροώτερον ὕστερον.
但如果起初喝得较缓,随后无论如何喝得更多,这样他就能保持适度的时间,并且由于随后更集中地饮用,他会在合适的时机产生呕吐的冲动。
"Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμετον τρόπῳ τοιῷδε. λουσάμενοι θερμῷ προ-πιέτωσαν ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθι-έτωσαν καὶ μὴ πινέτωσαν ἐπὶ τῷ σιτίῳ, μηδὲ ἀπὸ τοῦ σιτίου, ἀλλὰ ἐπισχέτωσαν ὅσον τέσσαρα στάδια διελθεῖν.
“而较消瘦和较虚弱的人,应当在进食后以如下方式进行呕吐:洗过热水澡后,先喝下一升纯酒,然后吃各种食物,在进食期间不要喝水,进食后也不要立刻喝水,而要等待大约步行四个斯塔迪翁的时间。
ἔπειτα δὲ συμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξύν.
然后,混合三种酒——涩酒、甜酒和酸酒——给他们喝。
πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ χρόνου. ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν.
起初要较纯、少量且间隔时间长;接着则要兑水较多、较快且大量。
"[q. 6] Λουσάμενον θερμῷ προπίνειν ἀξιοῖ πόματος ἀκρατεστέ-ρῳ, λογισμῷ τοιῷδε χρώμενος, ὡς ἂν εἰκάσειέ τις. ἐκ τοῦ θερμοῦ λουτροῦ θερμαίνεται πᾶν τὸ σῶμα καὶ οἱ χυ-μοὶ χέονται καὶ χαλαρὰ γίνονται τὰ ἀγγεῖα, τὰ αὐτὰ δὲ ταῦτα καὶ ὁ ἀκρατέστερος οἶνος ἐργάζεται, μετὰ τοῦ καὶ
” [q.6] 他认为洗过热水澡的人应当预先喝下较纯的饮料,正如人们所能推测的那样,他采用了如下的推论:由于热浴,整个身体变热,体液融化,血管松弛;而较纯的酒也产生完全相同的作用,此外还……”},

词汇与语法注释

  1. p.199ἀκτέα — 动词 ἄγω(引导、运送)的形容动词 ἀκτέος 的中性复数形式,此处作无人称使用,表示“必须引导”这一义务或必要性,其隐含的主语是过剩的体液。与前面的 ᾗ ῥέπει(其所趋向的地方)连用,意为‘必须将(体液)引向其所趋向的方向’。
  2. p.200ἐμούντων — 动词 ἐμέω(呕吐)的现在活动命令语气第三人称复数形式,带有古典阿提卡方言和伊奥尼亚方言中典型的词尾 -ντων。其主语是前文的 ὅσοι μὲν... παχέες εἰσὶ(所有肥胖的人)。
  3. p.203τὰ αὐαὰ — 传抄文本中的笔误,显然是 τὰ αὐτά(完全相同的事情)的误写。结合上下文以及前文提及的热浴和较纯之酒的平行作用,译文中将其修正并理解为“完全相同的事情”。

引用这一段

盖伦, 希波克拉底《健康养生法》注 §1#6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1%236

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。