Humanitext Reader

盖伦 · 希波克拉底《健康养生法》注 §1#5

肥胖与消瘦者的养生法及排泄指南

第 5 段,共 10 段 · 希腊语

内容简介

著者探讨了关于肥胖者减肥养生法的文本解释以及饮用冷酒对身体的影响。接着,他详述了消瘦者增重的相反养生法,并最后提出了根据季节交替使用催吐和灌肠的方法。

§1#5Τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον, τὸ οὕτω γὰρ ἀπὸ ἐλαχίστων ἐνεμπίπλανται, τινὲς μὲν ἐπὶ πάντων τῶν προειρημένων εἰρῆσθαί φασι, τινὲς δὲ ἐπὶ τῶν ὄψων μόνον, ἃ διὰ σησάμων τε καὶ τῶν ὁμοίων σκευάζεσθαι κε-λεύει, καὶ ἄλλων τινῶν πολλῶν.
在言说末尾所说的话,即“因为这样他们就可以通过极少的食物而吃饱”,有人说这是针对上述所有事情说的,而有人说这仅针对配菜,即他命令用芝麻和类似的东西,以及许多其他这类东西调制的那些配菜。
τὰ προειρημένα δ᾿ ἐστὶ τό τε νῆστιν γυμνάζεσθαι, κενοῖ γὰρ φανερῶς τοῦτο, καθά-περ πληροῖ τὸ μετὰ τροφήν. ἔτι τε πρὸς τούτοις τὸ ἀσθ-μαίνοντας ἀπὸ τῶν γυμνασίων ἐσθίειν, οὐδέπω τῆς ἐπ᾿ αὐτοῖς θερμασίας διαπεφορημένης, οὐδὲ ἀνεψυγμένου τοῦ σώ-ματος.
而上述的事情是指:一是在空腹时锻炼(因为这显然会排空,正如食后的锻炼会填满一样);此外,再加上锻炼后仍在喘气时进食,当时因锻炼而产生的热量在他们身上还未发散出去,身体也还未冷却下来。
ὅπερ ὅτι μὲν αἴτιον γίγνεται τοῦ ταχέως ἐμπιπλά-σθαι σαφῶς φαίνεται·
这确实成为快速吃饱的原因,这一点是显而易见的。
εἰ δὲ κατ᾿ ἄλλον τινὰ λόγον ὁ τοῦ βιβλίου συγγραφεὺς βούλεται λεπτύνειν αὐτὸ, τοῦθ᾿ ἡμῖν ἄδηλόν ἐστιν.
但是,如果本书的作者希望通过其他某种道理来使他变瘦,这在我们看来是不明确的。
ὅτι μέντοι πολλοῖς τοῦτο τῶν ἐν τοῖς σπλάγ-χνοις ἐμφράξεων αἴτιον ἐγένετο, καὶ μάλιστα τῶν κατὰ τὸ ἧπαρ, ἀκριβῶς οἶδα, καθάπερ γε καὶ τὰ μετὰ τροφὴν ὀξέα γυμνάσια.
然而,我确切地知道,这成了内脏(特别是肝脏)中许多阻塞的原因,正如食后剧烈的锻炼一样。
καὶ μέντοι καὶ τὰ λουτρὰ τοῖς στενὰς ἔχουσι, κατὰ τὸ ἧπαρ διεξόδους τῆς τροφῆς, ἐμφράξεις ἐργάζεται.
而且,对于那些在肝脏内食物通道狭窄的人来说,洗澡也会造成阻塞。
λέλεκται δέ μοι περὶ τούτων ἅμα τοῖς οἰκείοις διορισμοῖς ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ.
关于这些事情,我已经结合各自的限定,在《健康论》的论著中谈过。
λοιπὸν δ᾿ ἃν εἴη περὶ αὐτῆς τῆς λέξεως διασκέψασθαι, καθ᾿ ἥν φησι καὶ προπεπωκότας οἶνον μὴ πάνυ ψυχρόν.
剩下要探讨的,则是关于这段表述本身,根据这段表述,他说“且预先喝下不太冷的酒”。
ὡς γὰρ ψυχρὸν μὲν εἶναι κελεύων αὐτὸν, οὐ πάνυ δὲ ψυχρὸν, οὕτως ἐποιήσατο τὸν λόγον·
因为,他仿佛在命令这酒要是冷的,但又不能太冷,他就这样构建了论说。
οὐ πάνυ δὲ ὅλως ἀξιοῖ μετὰ τὰ γυμνάσια πίνειν οἶνον εὐθέως, ἀλλ᾿ ὕδωρ πρότερον, ὥσπερ καὶ οἱ ἀθληταὶ ποιοῦσι ταυτὶ τῇ πείρᾳ δεδιδαγμένοι.
但总体而言,他不主张在锻炼后立刻喝酒,而应先喝水,正如运动员们被经验所教导而这样做的那样。
κεφαλῆς τε γάρ ἅπτεται οἶνος καὶ εἰ μετὰ τὸ βαλανεῖον εὐθέως πίνοιτο, πρότερος τῶν ἄλλων ἁπάντων ἐδεσμάτων τε καὶ πομάτων.
因为如果洗澡后立刻喝酒,并在其他所有食物和饮料之前,酒就会伤及头部。
οὐ μὴν οὐδ᾿ ἡ τοῦ ψυχροῦ πόσις ἐπὶ τοῖς γυμνασίαις ἄνευ τοῦ προπιεῖν θερμὸν ἀβλαβὲς ἐστι.
然而,在锻炼后不预先喝温热的东西就饮用冷水,也不是无害的。
βλάπτει γὰρ καὶ αὐτὴ σαφῶς τὴν γαστέρα τε καὶ τὸ ἧπαρ, τινῶν δὲ καὶ τὰ νεῦρα.
因为冷水本身也显然伤害胃和肝脏,在某些人身上甚至伤害神经。
καὶ μέντοι καὶ τὰς ἕξεις ὁ ψυχρὸς οἶνος ἐπιτονοῖ.
此外,冷酒会使身体状态紧绷。
βούλεται δὲ ὁ ταῦτα γράψας ἐκλύειν αὐτάς.
而写下这些的人却希望缓解它们。
μή τι οὖν ἑτέρως μὲν ἦν γεγραμμέ-νον, ἥμαρτε δὲ ὁ μεταγραψάμενος αὐτό.
那么,是不是原本写得不同,而抄写者把它抄错了呢?
πολλὰ γὰρ ὁρᾶται τοιαῦτα καὶ νῦν γινόμενα καὶ δέον ἀντὶ τοῦ μήθ᾿ ὅλως θερ-μὸν αὐτὸν γράψαι, μὴ λίαν ψυχρόν.
因为即便在今天,也常常见到这样的事情发生,本应当写“不太冷”,以代替写下“完全不温”。
ὁ γὰρ ἀσθμαίνου-σιν ἔτι διδόναι τὴν τροφὴν ἀξιῶν, ἀτμῶν πολλῶν ὄντος με-στοῦ τοῦ σώματος, βουλήσεται δὲ καί δι᾿ οἴνου πόσεως θερ-μοῦ πληρῶσαι μᾶλλον αὐτούς.
因为,对于主张在仍在喘气、体内充满许多蒸气时给他们食物的人,也会希望通过让他们饮用温酒来更充分地填满他们。
πεφυκότος δὲ τοῦ πάνυ θερμοῦ παραπλησίως τῷ ψυχρῷ συνάγειν καὶ τονοῦν τὴν γαστέρα, φυλάττεται πρᾶξαι τοῦτο.
但由于极温热的东西与冷的东西相似,具有收敛和使胃紧绷的本性,因此要避免这样做。
"Ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν καὶ γυμνὸν περιπατέειν, ὅσον οἶόν τε μάλιστα εἴη.
“而且还要一日一食、不洗澡、睡硬床、尽可能多地光着身体步行。
"[q. 1] Κάλλιον ἂν ἦν εἰρῆσθαι πρὸς αὐτῷ μὴ μονοσιτέειν, ἀλλ᾿ ὀλιγοσιτεῖν.
” [q.1] 如果他说的不是一日一食,而是少食,那就更好了。
ἔνιοι γὰρ τῶν μονοσιτούντων πολὺ πλείω προσφέρονται τῶν δὶς σιτουμένων.
因为在一些一日一食的人当中,他们吃得比一日两食的人还要多得多。
ὥσπερ δὲ τὸ λουτρὸν ἐκθερμαῖνον τὸ σῶμα καὶ μάλιστα τοὐκτὸς, εἰς ἀνάδοσίν τε τροφῆς καὶ πρόσθεσιν τῶν ἀναδοθέντων συντελεῖ, κατὰ τὸν αὐτὸν λόγον ἡ ἀλουσία τοῖς ἐναντίοις συναίρεται.
正如洗澡能加热身体,特别是身体外侧,有助于食物的分配和被分配食物的吸附一样,基于同样的道理,不洗澡有助于相反的事情。
καὶ ἡ σκληροκοιτία δὲ λυπεῖ καὶ συνέχει καὶ σφίγγει τὸ σῶμα καὶ διὰ τοῦτο τὴν εἰς πᾶν μέρος ἐπίδοσιν αὐτοῦ κω-λύει.
睡硬床也会使身体受苦、紧绷和收缩,因此阻碍其向各个部位的生长。
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ γυμνὸν περιπατεῖν ψύχει μὲν ἅπαντα τὰ μετὰ τὸ δέρμα μόρια. συνελαύνει δὲ εἰς τὸ βάθος καὶ τὰ σπλάγχνα τὴν θερμασίαν, ὡς πέττε-σθαι μὲν καλῶς τὰ σιτία, τὴν δὲ πάντη φορὰν αὐτῶν κω-λύειν.
基于同样的道理,光着身体步行虽冷却了皮肤内侧的所有部位,但又把热量逼入深层和内脏,结果虽然食物消化得很好,却阻碍了它们输送到各处。
"Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχύτεροι γενέσθαι, τά τε ἅλλα ποιέειν τἀναντία ἐκείνοισι οἶσιν ἔφην καὶ νῆστιν μηδεμίην ταλαιπωρίην ποιέεσθαι.
“所有消瘦而希望变胖的人,应当做与我对那些人所说的相反的所有事情,并且在空腹时不要进行任何劳作。
"[q. 2] Τἀναντία τῶν εἰρημένων τοῖς παχέσιν ἐστὶ τὸ μήτε ἀσθμαίνοντας ἐπιχειρεῖν τοῖς σιτίοις, ἀλλ᾿ ὅταν ἤδη κατὰ φύσιν ἀναπνέωσι, μήτε μονοσιτεῖν, ἀλλ᾿ ἤτοι δὶς ἐσθίειν ἢ καὶ τρίς.
” [q.2] 与对肥胖者所说的相反的事情是:既不在喘着气时开始进食,而是在已经自然呼吸时进食,也不一日一食,而是吃两餐或三餐。
οὕτω δὲ καὶ ταῖς ἀλουσίαις τἀναντία ποιῶν λού-σεται δὶς, ἐξ ἅπαντος μὲν ἐπὶ τροφῇ χρόνου τὸ δεύτερον λουτρὸν περιλαμβάνων, ἔσθ᾿ ὅτε δὲ καὶ τὸ πρῶτον.
同样,在洗澡这件事上也做相反的事,要洗两次澡,无论如何都要把第二次洗澡安排在食后,有时甚至第一次也是。
οὕτω δὲ καὶ τὰ γυμνάσια βραχέα τε γυμνάσεται καὶ βραδέα καὶ μετὰ τροφήν.
同样,他的锻炼也要简短、缓慢且在食后。
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ μαλακῶς κοιμᾶσθαι καὶ μὴ γυμνὸν ὁμιλεῖν τῷ περιέχοντι, τούτοις ἐστὶ χρήσιμον.
基于同样的道理,睡软床、不光着身体接触周围空气,对他们是有益的。
διὰ τοῦτο γοῦν καὶ αἱ γυμνασταὶ τὰ μὲν μετὰ τοῦ προσάπτεσθαι καὶ σωματομαχεῖν, οὕτω γὰρ ὀνο-μάζουσιν αὐτοί τινα γινόμενα γυμνάσια, περιλαμβάνουσιν, ἐφ᾿ ὦν σαρκῶσαι θέλουσι, φυλαττόμενοι γυμνοὺς γυμνάζειν αὐτοὺς τὸ σῶμα καὶ μὴ μετὰ συμπλοκῆς.
正是因为这个缘故,体育教练们在对待他们希望使其长肉的人时,也包括了那些伴随着接触和肉体搏斗的锻炼(因为他们自己就是这样称呼某些发生的锻炼的),提防让他们光着身体、不伴随扭抱地锻炼身体。
ἔμπαλιν δὲ ὅσους λεπτῦναι βούλονται, μετὰ τοῦ ταχέος γυμνασίου καὶ χωρὶς τῆς πρώτης συμπλοκῆς γυμνάζουσιν.
相反,对待他们希望使其变瘦的人,他们则让他们在不进行第一次扭抱的情况下进行快速的锻炼。
"Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης, ᾧδε χρέεσθαι ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν· οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χω-ρίον τοῦτο τὸ ὑπὲρ τῶν φρενῶν.
“至于呕吐和洗肠,应当这样使用:冬季的六个月要呕吐,因为这段时间比夏季含有更多的粘液质,且病痛发生在头部和横隔膜以上的这个区域。
ὅταν δὲ ᾖ τὸ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι.
当有炎热时,要使用灌肠。
"[q. 3]
” [q.3]

词汇与语法注释

  1. p.193τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον — 这个宾格短语用作句子的主语(或前置话题),但在接下来的 `τινὲς μέν... τινὲς δέ...` 从句中,它被理解为间接引语中不定式 `εἰρῆσθαι` 的语义主语。句子的基本骨架是:“关于末尾的表述,有人说它是针对……,而有人说它仅针对……”。
  2. p.195δέον ἀντὶ τοῦ μήθ᾿ ὅλως θερμὸν αὐτὸν γράψαι, μὴ λίαν ψυχρόν. — `δέον` 是无人称分词绝对宾格,表示“本应当……”。介词短语 `ἀντὶ τοῦ [A] γράψαι`(代替写下[A])与后文省去了 `γράψαι` 的宾语 `[B] μὴ λίαν ψυχρόν`(写下“不要太冷”)相对应。这表达了作者对抄本错误的推测:“本应当写‘不要太冷’,以代替写下‘完全不温’”。
  3. p.197φυλαττόμενοι γυμνοὺς γυμνάζειν αὐτοὺς τὸ σῶμα — 中动相动词 `φυλάττομαι` 连用不定式,表示“提防做某事”或“避免做某事”。在这里,它表示“避免让他们裸体锻炼”。`αὐτοὺς τὸ σῶμα` 是整体与部分的两重宾格,意为“他们(的身体)”。

引用这一段

盖伦, 希波克拉底《健康养生法》注 §1#5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1%235

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。