§1#7ῥωννύναι τὴν δύναμιν, ἧς μάλιστα φροντίζειν ἔοικεν ἐπὶ τῶν ἰσχνῶν.
(此外还包括)增强体力,在消瘦的人身上他似乎最关注这一点。
ἔπειτα, φησὶ, σιτία παντοδαπὰ ἐσθι-έτωσαν.
然后,他说,让他们吃各种各样的食物。
τούτου δὲ λογισμὸν οὐ τὸν αὐτὸν πάντες ἔγραψαν οἱ ἐξηγησάμενοι τὸ βιβλίον.
对此,注释这本书的人所写的理由并不尽相同。
ἐνίοις μὲν γὰρ αὐτῶν δοκεῖ διδόναι παντοδαπὰ, διότι στασιάζοντα πρὸς ἄλληλα ῥᾷον εἰς ἔμετον ὁρμᾷ, τισὶ δὲ ὑπὲρ τοῦ πλεῖον προσενεγκέσθαι.
因为在他们中的一些人看来,他给予各种食物是因为互不协调的食物更容易促成呕吐;而在另一些人看来,则是为了摄入更多。
τὰ γὰρ ἁπλᾶ καὶ μονοειδῆ ταχέως ἐμπίπλησιν, οὐκ ἐᾷ δὲ πί-νειν εὐθέως αὐτοὺς, ἵνα μὴ ταχέως ἐπιπολάσῃ τὰ σιτία, ὅ οὐ βούλεται.
因为单一和单纯的食物很快会使人饱足,而他不允许他们立即饮水,是为了不让食物迅速浮到表面,这是他所不希望的。
διὰ δὲ τὸ μὴ γενέσθαι τοῦτο καὶ χρόνον τινὰ μεταξὺ πρὸς τὴν θρέψιν αὐτάρκη διατρίβειν ὁρίζει καὶ τὸν χρόνον δὲ αὐτὸν εἶπεν, ὅσον τεσσάρων σταδίων διελθεῖν.
为了防止这种情况发生,他还规定了一段足以进行营养吸收的间隔时间,并且他指出该时间本身相当于步行四斯塔迪翁的距离。
ἐπὶ δὲ τούτοις, οὕτω προαχθεῖσι, δίδωσι τὸ ποτὸν, οἴνους τρεῖς διαφέροντας ἀλλήλων κατὰ ποιότητα.
在这些之上,对于如此引导的人,他给予饮料,即在性质上互不相同的三种葡萄酒。
κελεύει γὰρ εἶ-ναι τὸν μέν τινα τῶν οἴνων αὐστηρὸν, τὸν δὲ γλυκὺν, τὸν δὲ ὀξύν. οὐκ εἰπὼν οὐδὲ ἐνταῦθα τὴν αἰτίαν, δι᾿ ἣν οὕτως ἐκέλευσεν.
因为他命令其中一种葡萄酒为涩口,另一种为甘口,另一种为酸口,而在这里也同样没有说明他为何如此命令的原因。
οἱ δ᾿ ἀπομαντευόμενοι τῆς γνώμης αὐτοῦ φασὶ τὸν μὲν αὐστηρὸν διδόναι ῥώμης ἕνεκα τῶν ὀργάνων, δι᾿ ὦν ὁ ἔμετος ἔσται, τὸν δὲ γλυκὺν ἵνα εἰς ἔμετον ὁρμήσῃ καὶ διὰ τὸ χέειν τοὺς χυμοὺς τὸν γλυκὺν οἶνον, τὸν δ᾿ ὀξὺν ἵνα ἀποῤῥύψῃ τὰ ἐμπεπλασμένα τῇ γαστρί.
但那些推测他意图的人说,给予涩口的酒是为了增强进行呕吐的器官的体力,给予甘口的酒是为了促成呕吐,且因为甘口酒能溶化体液,而给予酸口的酒是为了冲刷胃中积滞的物质。
τάχα γοῦν καὶ τὰ σιτία παντοδαπὰ κατὰ τὰς ποιότητας ἐκέλευσε λαμβά-νειν αὐτοὺς, ἵνα τὰ μὲν ῥώσῃ τὴν γαστέρα, τὰ δὲ εἰς ἔμε-τον παροξύνῃ, τὰ δὲ ἀποῤῥύψῃ τοὺς ἐμπεπλασμένους χυμούς.
或许正是由于这个原因,他也命令他们根据食物的性质来摄入各种食物,以便一些食物能增强胃部,一些食物能促成呕吐,一些食物能冲刷积滞的体液。
ὅπερ δὲ λέγω πολλάκις ἐν ταῖς πρὸς τοὺς ἑταίρους τε καὶ τοὺς ἄλλους φίλους συνουσίαις, ἐρῶ καὶ νῦν.
而我经常在与同伴及其他朋友的聚会中所说的话,现在也要说。
οὐ σμικρά μοι δοκοῦσιν ἁμαρτάνειν οἱ τὴν δογματικὴν αἵρεσιν ἄνδρες πρεσβεύοντες, ἄνευ τοῦ τὸν λογισμὸν εἰπεῖν ὦν συμβουλεύ-ουσιν, ἀποφαινόμενοι καθάπερ τινὰ προστάγματα βασιλικά.
奉行独断主义学派的人在我看来犯了不小的错误,他们宣称自己的建议就像是君王的诏令,却不说明他们所建议的事物的理由。
βέλτιον γὰρ ἦν ἑκάστου τῶν πραττομένων αὐτὸν τὸν γρά-ψαντα τὸ βιβλίον εἰπεῖν τὴν δύναμιν, ὡς Ἱπποκράτης ἐποί-ησεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ τῆς πτισάνης εἰπών. τὸ γὰρ γλίσχρον αὐτῆς λεῖον καὶ προσηνὲς καὶ συνεχές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκ-πλυτον, εἴ τι καὶ τούτου προσδέοι καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ.
因为由写书者本人说明所行之事的每一项功效会更好,正如希波克拉底在《急性病膳食》中关于大麦粥所做的那样,他说:“因为它的粘性是平滑的、温和的、连续的、润滑的、适度湿润的、不解渴的、且易于洗净的,如果有此需要的话,它既不具涩味,也没有不良的扰动,也不会在腹中膨胀。
οὕτως δὲ καὶ περὶ μελικράτου καὶ οἴνου καὶ ὀξυμέλιτος, ἔτι τε λουτρῶν ἔγραψεν, ὥστε ἀρχὴν ἔχειν ἡμᾶς τῆς ὁδοῦ καθ᾿ ἣν ἀκολούθως τῷ συγγραφεῖ τῶν οὐκ εἰρημένων ὑπ᾿ αὐτοῦ προσ-θῶμέν τινα.
”同样,他也对蜜水、葡萄酒、醋蜜以及浴池做了阐述,从而使我们有了遵循作者、并在其未提及的事物中进行补充的途径之始。
καὶ νῦν οὖν εἰρηκότος αὐτοῦ τἄλλα, χωρὶς τοῦ τῆς αἰτίας λογισμοῦ καὶ μέντοι ὡς ἤτοι πίνειν ἔνεστι τὸν οἶνον πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν.
因此,现在由于他说明了其他事物而没有给出原因的理由,而且确实提到,可以首先喝较纯的、少量的且间隔时间长的酒,然后喝兑水较多的、较快的且大量的酒,我们必须推测他写下这些时的意图。
ἡμᾶς δεῖ στοχάζεσθαι τῆς γνώμης αὐτοῦ, καθ᾿ ἣν ἔγραψεν. ἔστι δὲ καὶ ἄλλως μὲν ἅπας στοχασμὸς ἀμφίβολον πρᾶγμα· μάλιστα δὲ ὅταν ἔτ᾿ ἀνθρώπου γνώμη ἠγνόηται.
在其他情况下,一切推测都是不确定之事,尤其是当那个人的意图仍不为人知时。
τὸ μὲν οὖν ὑδαρέστε-ρον πίνειν τὸν οἶνον καὶ θᾶσσον καὶ κατὰ πολλὸν εἰκότως ἂν εἰρῆσθαι δόξειεν ἐπὶ τῶν ἐμεῖν ἐθελόντων, εἴπερ γε καὶ τἀν-αντία τοῖς κατασχεῖν βουλομένοις καὶ πέψαι τὴν τροφὴν ἐστὶν ἐπιτήδεια, τό τε ἀκρατέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ.
因此,饮用兑水较多、较快且大量的酒,对于想要呕吐的人来说,似乎说得很合理,因为相反的做法,即较纯、少量且间隔时间长,正适合那些希望保持并消化食物的人。
διὰ τί δ᾿ ὅλως τὰ πρὸς τὸ κατασχεῖν ἁρμόττοντα πρῶτα παρ-έλαβεν ἐπὶ τοῦ μέλλοντος ἐμεῖν ὀλίγον ὕστερον, οὐκ ἔχομεν εἰ-πεῖν τι πιθανόν.
但是,对于稍后就要呕吐的人,他最初为什么完全采用了适合保持的做法,我们无法说出任何有说服力的理由。
ἴσως δ᾿ ἐκείνῳ τῷ γράψαντι ταῦτα πιθα-νὸν ἐδόκει τὸ καὶ τῶν ἐξηγητῶν ἐνίοις ἀρέσκον.
或许对写下这些的那个人来说,某些注释家所赞同的观点似乎是有说服力的。
ἐπειδὴ βού-λεται μὴ καταλύεσθαι τὴν δύναμιν τῶν λεπτῶν ἀνθρώπων ὑπὲρ ὦν ταῦτα γράφει, διὰ τοῦτ᾿ οὖν πρώτην ἐκείνην ῥώννυ-σιν, εἶθ᾿ οὕτως ἐπὶ τὰ τὸν ἔμετον κινοῦντα παραγίνεται.
由于他希望他为其写下这些的消瘦之人的体力不被削弱,因此他首先增强体力,然后这样转向促动呕吐的事物。
ἀλλ᾿ εἰς τὸ ῥωσθῆναι τὴν δύναμιν αὐτάρκης ἦν ὁ ἐπὶ τῇ τῶν σι-τίων προσφορᾷ χρόνος.
但是为了增强体力,进食所花的时间已经足够了。
ἄλλο δὲ ἄλλῳ πιθανὸν, ὡς ἔφην, ἐστὶν, οὐκ ἀποτετμημένον, ὡς ἕν τι, καθάπερ τὸ ἀναγκαῖον, ὃ κατὰ τὰς ἐπιστημονικὰς ἀποδείξεις βεβαιοῦται.
然而,正如我所说,一件事对这个人是有说服力的,另一件事对那个人是有说服力的,它并不像通过科学证明确立的必然之理那样,被作为单一确定的事物切分出来。
"Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφε-ξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον ἢ διὰ πεντεκαίδεκα.
“凡习惯于每月呕吐两次的人,最好在连续的两天内进行呕吐,而不是每隔十五天。
οἱ δὲ πᾶν τοὐναντίον ποιέουσι.
但人们的做法完全相反。
"[q. 1]
Καὶ τούτων τὸν λογισμὸν αὐτὸν ἔδει τὸν γράψαντα προστεθεικέναι μάλιστα, ἐπειδὴ καὶ χωρὶς διορισμοῦ περὶ τῶν δὶς ἐμούντων εἶπεν ἐν τῷ μηνί.
” [q.1] 即使是对于这些,写书者本人也尤其应当加上理由,因为他未加区别地论述了每月呕吐两次的人。
τινὰς μὲν γὰρ ὁρῶ κενώσεως ἕνεκεν ἐμοῦντας, ὥσπερ καὶ νηστεύοντας ἄλλους ἐν τῷ μηνὶ μίαν ἡμέραν.
因为我看到一些人是为了排空而呕吐,正如其他人在一个月里斋戒一天一样。
ἐνίους δὲ τοῦ τὸν ἐνιζηκότα τῇ γα-στρὶ χυμὸν ἢ γλίσχρον ἢ παχὺν ἐκκαθᾶραι, κωλύει δ᾿ οὐ-δὲν ἀμφότερα ἐκ διαλείμματος αὐτὰ ποιεῖν, οὐκ ἐφεξῆς ἡμέ-ραις δύο.
而另一些人则是为了清除积滞在胃里的粘稠或浓稠的体液,没有什么能阻止他们在间隔时间内进行这些活动,而不是连续两天。
"Ὁκόσοισι μὲν ἀνεπιτήδειον ἀπεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοί εἰσι, τουτέοισι πᾶσι ξυμφέρει πολλάκις τῆς ἡμέρης ἐσθίειν καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι καὶ οἴνους τε πίνειν δισσοὺς ἢ τρισσούς.
“对于所有不宜吐出食物的人,或者那些肠胃不通畅的人,每日多次进食、使用各种食物以及用各种方法调制的菜肴、饮用两三种葡萄酒,对他们都是有益的。
"[q. 2]
” [q.2]