- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 15. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1828.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
著者(ガレノス)はヒポクラテスの引用に基づき、季節に応じた灌流(洗腸)と嘔吐の方法を論じる。肥満した者と痩せた者それぞれの体質に適した、灌流液の調合や嘔吐の具体的な手順について解説している。
ἡ γὰρ ὥρη καυματώδης καὶ χολωδέστερόν ἐστι τὸ σῶμα καὶ αἱ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι καὶ θερμὰ γίνονται καὶ ἐν τῇ γαστρὶ στρόφοι γίνονται. δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἀπὸ τῶν χωρίων τουτέων. Τίνα καλεῖ κατακλύσματα διὰ τῶν ἐφεξῆς ἐδήλωσεν αὐτός. τά τε ἀπὸ τῶν γαλάκτων εἰπὼν καὶ τὸ ἀπὸ τῶν ἐρεβίνθων ἑψημένον ὕδωρ ἅλμην τε καὶ θάλασσαν. ἕτερα γάρ ἐστι τούτων τὰ καθαίροντα φάρμακα κενωτικὰ τοῦ παντὸς σώματος ὄντα. ὥσπερ οὖν τὰ βαλανεῖα κατακλύζειν οἱ βαλανεῖς λέγουσι, τῶν ἐν αὐτοῖς λίθων ἀποπλύνοντες τὸν πηλὸν καὶ τὸν ῥύπον, οὕτω καὶ τὰ τῆς γαστρός τε καὶ τῶν ἐντέρων κατακλύσματα, περιπλύνει τὸ φλέγμα καὶ τὴν χολὴν αὐτῶν. ἐπεὶ τοίνυν ἐν τῷ χειμῶνι φλέγμα γεννᾶται κατὰ τὴν κοιλίαν, ἐκκενοῦν αὐτὸ διὰ τῶν ἐμέτων συμβουλεύει. τοῦ θέρους δὲ τὴν ἐπιπολάζουσαν ἄνω χολὴν ἀντισπᾷν κάτω. καθαίρειν μέντοι τὸ σύμπαν σῶμα βουληθέντι σοι θέρους μὲν διὰ τῆς ἄνω, χειμῶνος δὲ διὰ τῆς κάτω κοιλίας φαρμακευτέον, ὡς ἐν ἀφορισμοῖς εἴρηται. τὰ μὲν γὰρ ἤδη πλεονάζοντα ἡ κάθαρσις ἰᾶται διὰ τῶν χωρίων ᾗ ῥέπει τὴν κάθαρσιν ποιούμενος. ἀκτέα1 γὰρ ᾗ ῥέπει διὰ τῶν συμφερόντων χωρίων. ὅσα δὲ κωλῦσαι θέλεις αὐξηθῆναι, διὰ τῶν ἀντικειμένων χωρίων ἀντισπᾷν προσήκει. Ἔστω δὲ τὰ κατακλύσματα τοῖσιν μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηροτέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα. ἔστι δὲ τῶν κατακλυσμάτων λιπαρὰ καὶ παχέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὲν καὶ τῶν ἄλλων τῶν τοιουτέων, τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ ἅλμη καὶ θάλασσα καὶ τὰ τοιαῦτα. Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων ἀξιοῖ προσφέρειν, φλεγματικώτεροι γὰρ οὗτοι· τὰ λειότερα δ’ ἐπὶ τῶν ἰσχνῶν, ὡς ἂν χολωδεστέρων ὄντων. ὁποῖαι δέ εἰσιν ἑκατέρων αἱ ὗλαι, διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν, ἐξηγήσεως οὐ δεομένης· διὸ καὶ παραλιπὼν αὐτὴν ἐπὶ τὰ συνεχῆ τρέψομαι. Τοὺς δὲ ἐμέτους ᾧδε χρὴ ποιέεσθαι. ὅσοι μὲν τῶν ἀνθρώπων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων,2 δραμόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης. Ἐκτεθερμάνθαι βούλεται τὸ σῶμα τοῖς παχέσιν, ἐμεῖν μέλλουσιν ἕνεκα τῆς χύσεως τῶν φλεγματικῶν χυμῶν, οὓς πλείους ἔχουσιν οἱ παχεῖς. ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀναστόμωσις ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωσις οὕτως ἂν μάλιστα γένοιτο. χρήσιμα δὲ ταῦτα πάντα πρὸς τὸ ῥᾳδίως τε καὶ ἀλύπως γίνεσθαι τὸν ἔμετον. Ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένου ἐν ὕδατος χοέϊ καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι. Ὅτι τμητικὸν εἶναι βούλεται τὸ πόμα καὶ δι’ ἥντινα αἰτίαν οὐκ ἄδηλον. ἐπεὶ γὰρ οἱ παχεῖς ἄνθρωποι καὶ τοὺς χυμοὺς ἔχουσι τοὐπίπαν παχεῖς τε καὶ ψυχροὺς καί τινας αὐτῶν καὶ γλίσχρους, διὰ τοῦτο τμητικὸν εἶναι κελεύει τὸ ποτὸν αὐτῶν. ὁπόσον δέ τι τὸ πλῆθος δίδωσιν οὗ συντίθησι πόματα, οὐκ ἀκριβῶς ἔχω φάναι, διὰ τὸ μέτρον ἔστιν ὅτε, ὃ καλοῦσι χοέα, μὴ τὸ αὐτὸ μέγεθος ἔχειν παρὰ πᾶσιν. εἰ δὲ τὸν Ἀττικὸν κελεύει πίνειν, οὐ πάνυ συντίθεμαι τῷ ἔθει, πολὺ γὰρ εἶναί μοι δοκεῖ. σύνηθες μέντοι τοῖς παλαιοῖς ἦν, εἴτε ὀῤῥῷ γάλακτος εἴτε τοιούτῳ τινὶ κατακλύσματι προείλοντο χρῆσθαι, πάμπολυ τῷ πλήθει διδόναι. Πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δὲ ἐπὶ θᾶσσον. Ἐὰν μὲν οὖν ἐν ἀρχῇ πίῃ λάβρως, εὐθέως ἐμεῖται, πρὶν ἐκπίῃ τὸ πᾶν, ἀποῤῥύψαι τε τοὺς ἐν τῇ γαστρὶ χυμοὺς, οἷς συνεκκενοῦνται καὶ οἱ κατὰ τὰς πρώτας φλέβας. ἐὰν δὲ ἐν ἀρχῇ μὲν ἡσυχέστερον, ὕστερον δὲ πλεῖον πάντως πίῃ, οὕτω δυνήσεται χρόνῳ τε συμμέτρῳ κατασχεῖν, ὁρμήσει τε πρὸς ἔμετον ἐν καιρῷ διὰ τὸ πίνειν ἀθροώτερον ὕστερον. Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμετον τρόπῳ τοιῷδε. λουσάμενοι θερμῷ προπιέτωσαν ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθιέτωσαν καὶ μὴ πινέτωσαν ἐπὶ τῷ σιτίῳ, μηδὲ ἀπὸ τοῦ σιτίου, ἀλλὰ ἐπισχέτωσαν ὅσον τέσσαρα στάδια διελθεῖν. ἔπειτα δὲ συμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξύν. πρῶτον μὲν ἀκρητέστερον καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ χρόνου. ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. Λουσάμενον θερμῷ προπίνειν ἀξιοῖ πόματος ἀκρατεστέρῳ, λογισμῷ τοιῷδε χρώμενος, ὡς ἂν εἰκάσειέ τις. ἐκ τοῦ θερμοῦ λουτροῦ θερμαίνεται πᾶν τὸ σῶμα καὶ οἱ χυμοὶ χέονται καὶ χαλαρὰ γίνονται τὰ ἀγγεῖα, τὰ αὐτὰ δὲ ταῦτα καὶ ὁ ἀκρατέστερος οἶνος ἐργάζεται, μετὰ τοῦ καὶ
「というのも、季節は暑く、身体はより胆汁質であり、腰や膝に重だるさが生じてそれらが熱くなり、胃に差込みが生じるからである。したがって、身体を冷やし、高ぶっているものをこれらの部位から下方へと引き下ろさねばならない。」彼が何を灌流液と呼んでいるかは、続く箇所で彼自身が明らかにしている。乳から作られたもの、ひよこ豆を煮た水、塩水、そして海水を挙げることによって。というのも、全身を排泄させるものである瀉下薬は、これらとは異なるからである。それゆえ、風呂番たちが、浴槽の石の泥や汚れを洗い流すことを「洗い流す」と言うように、胃や腸の「灌流」もまた、それらの粘液や胆汁を洗い流すのである。それゆえ、冬には腹に粘液が生じるため、彼はそれを嘔吐によって排泄することを勧めるのである。一方、夏には、上部に浮き上がっている胆汁を下方へと引き戻すことを勧める。しかしながら、全身を浄化したいと望むならば、夏には上腹部を通じて、冬には下腹部を通じて薬を投与しなければならない、と『箴言』で言われているように。なぜなら、浄化は、すでに過剰になっているものを、それが傾いている部位を通じて浄化を行うことによって治療するからである。というのも、それらが傾く方向へと、有益な部位を通じて導かねばならないからである。しかし、増加するのを防ぎたいと望むものについては、反対の部位を通じて逆誘導するのが適切である。「そして、灌流液は、より肥満していて水分が多い人々に対しては、より塩分が多くて希薄なものとし、より乾燥していて緊縮しており虚弱な人々に対しては、より油分が多くて濃厚なものとせよ。灌流液のうち、油分が多く濃厚なものは、乳から作られたもの、ひよこ豆を煮た水、およびその他同種のものであり、希薄で塩分の多いものは、塩水、海水、およびそれらに類するものである。」彼は、より切開作用のあるものをより肥満した人々に与えるのが良いとする。なぜなら、彼らはより粘液質だからである。一方、より滑らかなものを痩せた人々に与えるのが良いとする。彼らはより胆汁質であるからである。それぞれの物質がどのようなものであるかは、彼は続く一節によって明らかにしており、説明を必要としない。それゆえ、私はそれらを省略して、連続する箇所へと進むことにする。「そして、嘔吐は次のように行うべきである。人々のうち、肥満していて痩せていない者は、一日の真ん中頃に、走るかあるいは速足で歩いた後に、空腹の状態で嘔吐せよ。」彼は、肥満した人々が嘔吐しようとするときに、粘液質の体液を溶解させるために、身体が十分に温められていることを望んでいる。その体液を肥満した人々はより多く持っているからである。そればかりか、血管の開口や、すべての微細な通路の拡張もまた、このようにして最もよく起こるであろう。そして、これらのことはすべて、嘔吐が容易に、かつ苦痛なく行われるために有益である。「そして、水のコエスの中に、すりつぶしたヒソプを半コテュレ入れ、これに酢を注ぎ、塩を加え、できるだけ飲みやすくなるようにして飲み干させよ。」彼がその飲み物に切開作用を持たせたいと望んでいること、またそれがどのような理由によるものであるかは、不明瞭ではない。なぜなら、肥満した人々は、体液が概して濃厚かつ冷たく、そのうちのあるものは粘着質でもあるため、それゆえに彼は彼らの飲み物が切開作用を持つものであるよう命じているからである。しかし、彼が調合する飲み物の分量がどれほどであるかについて、私は正確に言うことができない。なぜなら、彼らがコエスと呼ぶ量器が、すべての人々の間で同じ大きさを持っているとは限らないからである。しかし、もし彼がアッティカのコエスを飲むように命じているのだとすれば、私はその習慣にまったく同意しない。なぜなら、それは非常に多いように思われるからである。しかしながら、古代の人々にとっては、乳清であれ、あるいはそのような何らかの灌流液であれ、それらを使用することを選んだ場合には、非常に多量を投与することが習慣であった。「そして、最初はより静かに、その後はより速く飲ませよ。」それゆえ、もし最初に勢いよく飲むならば、全体を飲み干し、かつ胃の中の体液を洗い落とす前に、すぐに嘔吐してしまうであろう。その胃の体液とともに、最初の血管にある体液もまた共同して排泄されるのである。しかし、もし最初はよりゆっくりと、その後はとにかくより多く飲むならば、このようにして適度な時間保持することができ、後になってより一挙に飲むことによって、好機に嘔吐へと駆り立てられるであろう。「一方、より痩せていて虚弱な人々は、食物の後に次のような方法で嘔吐を行うべきである。温かい湯を浴びた後、あらかじめ生のワインを一コテュレ飲み、その後、あらゆる種類の食物を食べ、食物の間にも、食物の直後にも飲んではならず、四スタディオンを歩くほどの間、持ちこたえよ。その後、辛口、甘口、酸口の三種類のワインを混ぜ合わせて飲むように与えよ。最初はより生に近く、少量ずつ、長い間隔を置いて。その後はより水で薄め、より速く、かつ多量に。」温かい湯を浴びた者が、より生に近い飲み物をあらかじめ飲むことを彼は良いとしているが、それは、人が推測しうるような、次のような推論に基づいている。温かい入浴によって身体全体が温められ、体液が流動し、血管が弛緩するが、より生に近いワインもまた、これらと全く同じことを引き起こすのであり、それに加えて…
- 1ἀκτέα
動詞 ἄγω(導く、運ぶ)の形容動詞 ἀκτέος の中性複数形。非人称的に用いられており、過剰な体液などを「導かねばならない」という義務・必要性を示す。直前の ᾗ ῥέπει(それが傾くところへ)と合わせて、「(体液が)向かう方向へと導くべきである」という意味になる。
- 1ἐμούντων
動詞 ἐμέω(嘔吐する)の現在能動態命令法三人称複数形。古典期アッティカ方言やイオニア方言に特徴的な語尾 -ντων を持つ。主語は先行する ὅσοι μὲν... παχέες εἰσὶ(肥満している者たちすべて)である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(39 件・最終 2026-11-24)
- 2026-11-24 AI校閲 — postfix 6 件
- 2026-11-24 AI校閲 — 訳文 6 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
- 2026-09-16 OCRの誤りの修正 — 原文 26 件
