§1#6"ἡ γὰρ ὥρη καυματώδης καὶ χολωδέστερόν ἐστι τὸ σῶμα καὶ αἱ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι καὶ θερμὰ γίνονται καὶ ἐν γαστρὶ στρόφοι γίνονται.
「というのも、季節は暑く、身体はより胆汁質であり、腰や膝に重だるさが生じてそれらが熱くなり、胃に差込みが生じるからである。
δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἀπὸ τῶν χωρίων τουτέων.
したがって、身体を冷やし、高ぶっているものをこれらの部位から下方へと引き下ろさねばならない。
"[q. 1]
Τίνα καλεῖ κατακλύσματα διὰ τῶν ἐφεξῆς ἐδήλωσεν αὐτός.
」 [q.1] 彼が何を灌流液と呼んでいるかは、続く箇所で彼自身が明らかにしている。
τά τε ἀπὸ τῶν γαλάκτων εἰπὼν καὶ τὸ ἀπὸ τῶν ἐρεβίνθων ἑψημένον ὕδωρ ἅλμην τε καὶ θάλασσαν.
乳から作られたもの、ひよこ豆を煮た水、塩水、そして海水を挙げることによって。
ἕτερα γάρ ἐστι τούτων τὰ καθαίροντα φάρμακα κενωτικὰ τοῦ παν-τὸς σώματος ὄντα.
というのも、全身を排泄させるものである瀉下薬は、これらとは異なるからである。
ὥσπερ οὖν τὰ βαλανεῖα κατακλύζειν οἱ βαλανεῖς λέγουσι, τῶν ἐν αὐτοῖς λίθων ἀποπλύνοντες τὸν πηλὸν καὶ τὸν ῥύπον, οὕτω καὶ τὰ τῆς γαστρός τε καὶ τῶν ἐντέρων κατακλύσματα, περιπλύνει τὸ φλέγμα καὶ τὴν χο-λὴν αὐτῶν.
それゆえ、風呂番たちが、浴槽の石の泥や汚れを洗い流すことを「洗い流す」と言うように、胃や腸の「灌流」もまた、それらの粘液や胆汁を洗い流すのである。
ἐπεὶ τοίνυν ἐν τῷ χειμῶνι φλέγμα γεννᾶται κατὰ τὴν κοιλίαν, ἐκκενοῦν αὐτὸ διὰ τῶν ἐμέτων συμβου-λεύει.
それゆえ、冬には腹に粘液が生じるため、彼はそれを嘔吐によって排泄することを勧めるのである。
τοῦ θέρους δὲ τὴν ἐπιπολάζουσαν ἄνω χολὴν ἀντι-σπᾷν κάτω.
一方、夏には、上部に浮き上がっている胆汁を下方へと引き戻すことを勧める。
καθαίρειν μέντοι τὸ σύμπαν σῶμα βουληθέν-τι σοι θέρους μὲν διὰ τῆς ἄνω, χειμῶνος δὲ διὰ τῆς κά-τω κοιλίας φαρμακευτέον, ὡς ἐν ἀφορισμοῖς εἴρηται.
しかしながら、全身を浄化したいと望むならば、夏には上腹部を通じて、冬には下腹部を通じて薬を投与しなければならない、と『箴言』で言われているように。
τὰ μὲν γὰρ ἤδη πλεονάζοντα ἡ κάθαρσις ἰᾶται διὰ τῶν χω-ρίων ᾗ ῥέπει τὴν κάθαρσιν ποιούμενος.
なぜなら、浄化は、すでに過剰になっているものを、それが傾いている部位を通じて浄化を行うことによって治療するからである。
ἀκτέα γὰρ ᾗ ῥέπει διὰ τῶν συμφερόντων χωρίων.
というのも、それらが傾く方向へと、有益な部位を通じて導かねばならないからである。
ὅσα δὲ κωλῦσαι θέλεις αὐξη-θῆναι, διὰ τῶν ἀντικειμένων χωρίων ἀντισπᾷν προσήκει.
しかし、増加するのを防ぎたいと望むものについては、反対の部位を通じて逆誘導するのが適切である。
"Ἔστω δὲ τὰ κατακλύσματα τοῖσιν μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηρο-τέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα.
「そして、灌流液は、より肥満していて水分が多い人々に対しては、より塩分が多くて希薄なものとし、より乾燥していて緊縮しており虚弱な人々に対しては、より油分が多くて濃厚なものとせよ。
ἔστι δὲ τῶν κατακλυσμάτων λιπαρὰ καὶ πα-χέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὲν καὶ τῶν ἄλλων τῶν τοιουτέων, τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ ἅλ-μη καὶ θάλασσα καὶ τὰ τοιαῦτα.
灌流液のうち、油分が多く濃厚なものは、乳から作られたもの、ひよこ豆を煮た水、およびその他同種のものであり、希薄で塩分の多いものは、塩水、海水、およびそれらに類するものである。
"[q. 2]
Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων ἀξιοῖ προσφέ-ρειν, φλεγματικώτεροι γὰρ οὗτοι·
」 [q.2] 彼は、より切開作用のあるものをより肥満した人々に与えるのが良いとする。 なぜなら、彼らはより粘液質だからである。
τὰ λειότερα δ᾿ ἐπὶ τῶν ἰσχνῶν, ὡς ἂν χολωδεστέρων ὄντων.
一方、より滑らかなものを痩せた人々に与えるのが良いとする。 彼らはより胆汁質であるからである。
ὁποῖαι δέ εἰσιν ἑκατέ-ρων αἱ ὗλαι, διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν, ἐξηγή-σεως οὐ δεομένης·
それぞれの物質がどのようなものであるかは、彼は続く一節によって明らかにしており、説明を必要としない。
διὸ καὶ παραλιπὼν αὐτὴν ἐπὶ τὰ συνεχῆ τρέψομαι.
それゆえ、私はそれらを省略して、連続する箇所へと進むことにする。
"Τοὺς δὲ ἐμέτους ᾧδε χρὴ ποιέεσθαι.
「そして、嘔吐は次のように行うべきである。
ὅσοι μὲν τῶν ἀνθρώ-πων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων, δρα-μόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης.
人々のうち、肥満していて痩せていない者は、一日の真ん中頃に、走るかあるいは速足で歩いた後に、空腹の状態で嘔吐せよ。
"[q. 3]
Ἐκτεθερμάνθαι βούλεται τὸ σῶμα τοῖς παχέσιν, ἐμεῖν μέλλουσιν ἕνεκα τῆς χύσεως τῶν φλεγματικῶν χυμῶν, οὓς πλείους ἔχουσιν οἱ παχεῖς.
」 [q.3] 彼は、肥満した人々が嘔吐しようとするときに、粘液質の体液を溶解させるために、身体が十分に温められていることを望んでいる。 その体液を肥満した人々はより多く持っているからである。
ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀνα-στόμωσις ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωσις οὕτως ἂν μάλιστα γένοιτο.
そればかりか、血管の開口や、すべての微細な通路の拡張もまた、このようにして最もよく起こるであろう。
χρήσιμα δὲ ταῦτα πάντα πρὸς τὸ ῥᾳδίως τε καὶ ἀλύπως γίνεσθαι τὸν ἔμετον.
そして、これらのことはすべて、嘔吐が容易に、かつ苦痛なく行われるために有益である。
"Ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένου ἐν ὕδα-τος χοέϊ καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι.
「そして、水のコエスの中に、すりつぶしたヒソプを半コテュレ入れ、これに酢を注ぎ、塩を加え、できるだけ飲みやすくなるようにして搾り出させよ。
"[q. 4]
Ὅτι τμητικὸν εἶναι βούλεται τὸ πόμα καὶ δι᾿ ἥντινα αἰτίαν οὐκ ἄδηλον.
」 [q.4] 彼がその飲み物に切開作用を持たせたいと望んでいること、またそれがどのような理由によるものであるかは、不明瞭ではない。
ἐπεὶ γὰρ οἱ παχεῖς ἄνθρωποι καὶ τοὺς χυμοὺς ἔχουσι τοὐπίπαν παχεῖς τε καὶ ψυχροὺς καί τινας αὐτῶν καὶ γλίσχρους, διὰ τοῦτο τμητικὸν εἶναι κελεύει τὸ ποτὸν αὐτῶν.
なぜなら、肥満した人々は、体液が概して濃厚かつ冷たく、そのうちのあるものは粘着質でもあるため、それゆえに彼は彼らの飲み物が切開作用を持つものであるよう命じているからである。
ὁπόσον δέ τε τὸ πλῆθος δίδωσιν οὗ συντί-θησι πόματα, οὐκ ἀκριβῶς ἔχω φάναι, διὰ τὸ μέτρον ἔστιν ὅτε, ὃ καλοῦσι χοέα, μὴ τὸ αὐτὸ μέγεθος ἔχειν παρὰ πᾶ-σιν.
しかし、彼が調合する飲み物の分量がどれほどであるかについて、私は正確に言うことができない。 なぜなら、彼らがコエスと呼ぶ量器が、すべての人々の間で同じ大きさを持っているとは限らないからである。
εἰ δὲ τὸν Ἀττικὸν κελεύει πίνειν, οὐ πάνυ συντίθεμαι τῷ ἔθει, πολὺ γὰρ εἶναί μοι δοκεῖ.
しかし、もし彼がアッティカのコエスを飲むように命じているのだとすれば、私はその習慣にまったく同意しない。 なぜなら、それは非常に多いように思われるからである。
σύνηθες μέντοι τοῖς παλαιοῖς ἦν, εἴτε ὀῤῥῷ γάλακτος εἴτε τοιούτῳ τινὶ κατα-κλύσματι προείλοντο χρῆσθαι, πάμπολυ τῷ πλήθει διδόναι.
しかしながら、古代の人々にとっては、乳清であれ、あるいはそのような何らかの灌流液であれ、それらを使用することを選んだ場合には、非常に多量を投与することが習慣であった。
"Πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δὲ ἐπὶ θᾶσσον. "[q.
「そして、最初はより静かに、その後はより速く飲ませよ。
5]
Ἐὰν μὲν οὖν ἐν ἀρχῇ πίῃ λάβρως, εὐθέως ἐμεῖται, πρὶν ἐκπίῃ τὸ πᾶν, ἀποῤῥύψαι τε τοὺς ἐν τῇ γαστρὶ χυ-μοὺς, οἷς συνεκκενοῦνται καὶ οἱ κατὰ τὰς πρώτας φλέβας.
」 [q.5] それゆえ、もし最初に勢いよく飲むならば、全体を飲み干し、かつ胃の中の体液を洗い落とす前に、すぐに嘔吐してしまうであろう。
ἐὰν δὲ ἐν ἀρχῇ μὲν ἡσυχέστερον, ὕστερον δὲ πλεῖον πάντως πίῃ, οὕτω δυνήσεται χρόνῳ τε συμμέτρῳ κατασχεῖν, ὁρμή-σει τε πρὸς ἔμετον ἐν καιρῷ διὰ τὸ πίνειν ἀθροώτερον ὕστερον.
その胃の体液とともに、最初の血管にある体液もまた共同して排泄されるのである。 しかし、もし最初はよりゆっくりと、その後はとにかくより多く飲むならば、このようにして適度な時間保持することができ、後になってより一挙に飲むことによって、好機に嘔吐へと駆り立てられるであろう。
"Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμετον τρόπῳ τοιῷδε.
「一方、より痩せていて虚弱な人々は、食物の後に次のような方法で嘔吐を行うべきである。
λουσάμενοι θερμῷ προ-πιέτωσαν ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθι-έτωσαν καὶ μὴ πινέτωσαν ἐπὶ τῷ σιτίῳ, μηδὲ ἀπὸ τοῦ σιτίου, ἀλλὰ ἐπισχέτωσαν ὅσον τέσσαρα στάδια διελθεῖν.
温かい湯を浴びた後、あらかじめ生のワインを一コテュレ飲み、その後、あらゆる種類の食物を食べ、食物の間にも、食物の直後にも飲んではならず、四スタディオンを歩くほどの間、持ちこたえよ。
ἔπειτα δὲ συμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξύν.
その後、辛口、甘口、酸口の三種類のワインを混ぜ合わせて飲むように与えよ。
πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ χρόνου.
最初はより生に近く、少量ずつ、長い間隔を置いて。
ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν.
その後はより水で薄め、より速く、かつ多量に。
"[q. 6]
Λουσάμενον θερμῷ προπίνειν ἀξιοῖ πόματος ἀκρατεστέ-ρῳ, λογισμῷ τοιῷδε χρώμενος, ὡς ἂν εἰκάσειέ τις.
」 [q.6] 温かい湯を浴びた者が、より生に近い飲み物をあらかじめ飲むことを彼は良いとしているが、それは、人が推測しうるような、次のような推論に基づいている。
ἐκ τοῦ θερμοῦ λουτροῦ θερμαίνεται πᾶν τὸ σῶμα καὶ οἱ χυ-μοὶ χέονται καὶ χαλαρὰ γίνονται τὰ ἀγγεῖα, τὰ αὐτὰ δὲ ταῦτα καὶ ὁ ἀκρατέστερος οἶνος ἐργάζεται, μετὰ τοῦ καὶ
温かい入浴によって身体全体が温められ、体液が流動し、血管が弛緩するが、より生に近いワインもまた、これらと全く同じことを引き起こすのであり、それに加えて…