§1#3Ὥσπερ αἱ διαφοραὶ τῶν ὡρῶν ἐνδείκνυνται διάφορον δίαιταν, οὕτω καὶ τοῦ σώματος αἱ ἕξεις, ἐφ᾿ ἃς νῦν ἧκε συντελέσας τὸν περὶ τῶν ὡρῶν λόγον.
正如季节的不同表明了不同的养生法,身体的体质也同样如此,在完成了关于季节的讨论之后,他现在转向了这些体质。
ὥσπερ δὲ ἐν ταῖς ὥραις ἐνεδείκνυτο τὴν προσήκουσαν δίαιταν, οὕτω κᾀν ταῖς τοῦ σώματος ἰδέαις.
正如他在季节中指出了适合的养生法,在身体的类型中也是如此。
οἱ μὲν γὰρ σαρκώδεις καὶ μαλα-κοὶ καὶ ἐρυθροὶ διὰ τὴν τῆς κράσεως ὑγρότητα τοιοῦτοι γεγόνασιν.
因为那些肉多、柔软且红润的人,是由于配属的潮湿才变成这样的。
οἱ δὲ ἐναντίως αὐτοῖς διακείμενοι, περὶ ὧν ἐφε-ξῆς ἐρεῖ, διὰ τὴν ξηρότητα.
而处于与他们相反状态的人(关于他们他接下来会谈到),则是由于干燥。
προσήκει τοιγαροῦν τοὺς μὲν ὑγροὺς ξηροτέρα χρῆσθαι διαίτῃ, τοὺς δὲ ξηροὺς ὑγροτέρᾳ.
因此,湿润的人适合使用较干燥的养生法,而干燥的人适合使用较湿润的养生法。
καὶ εἴπερ ταῦτα ἀληθῶς εἴρηται, πρόδηλον ὅτι καὶ τοὺς εὐκράτους εὐκράτῳ χρῆσθαι προσήκει τῇ διαίτῃ.
而且,如果这些话确实说得对,那么显然,配属协调(平衡)的人也适合使用协调的养生法。
λέγω δὲ εὐκράτους οὓς οὔτε σαρκώδεις οὔτε ἀσάρκους, ἀλλ᾿ εὐσάρ-κους ὀνομάζουσι.
我所说的“配属协调的人”,是指那些人们既不称之为多肉,也不称之为无肉,而是称之为“肉质适中”的人。
"Τοὺς δὲ στρυφνοὺς καὶ προσεσταλμένους καὶ πυῤῥοὺς καὶ μέλανας τῇ ὑγροτέρῃ διαίτῃ χρὴ τὸν πλείω διαιτᾶσθαι χρόνον, τὰ γὰρ σώματα τοιαῦτα ὑπάρχει ξηρὰ ἔοντα.
“而对于那些紧实、收缩、红发和肤色黝黑的人,应当在一年的大部分时间里使用较湿润的养生法,因为这样的身体本性是干燥的。
"[q. 1]
Τὰ τῶν κράσεων γνωρίσματα γέγραπταί μοι τελέως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν, ἐν οἷς ὅτι μὲν οἱ στρυφνοὶ, τουτέστιν οἱ σκληροὶ, καὶ οἱ προσεσταλμένοι, τουτέστιν οἱ ἰσχνοὶ, ξηροτέρας εἰσὶ κράσεως, ὡς ἐδιδάξαμεν, ὥσπερ γε καὶ οἱ μέλανες.
” [q.1] 关于配属的征象,我已经完整地写在《论配属》的评注中了。 正如我们所教授的,在其中,紧实的人(即强硬的人)和收缩的人(即消瘦的人),如同肤色黝黑的人一样,是属于较干燥的配属。
οὐ μὴν γε τούς γε πυῤῥοὺς εἶναι ἔφαμεν ξηροὺς τὴν κρᾶσιν, ἀλλὰ τοὺς πλησιάζοντας αὐτοῖς κατὰ τὴν χροιὰν, οὓς ξανθοὺς ὀνομάζουσιν, ἐπεί γε καὶ ξανθὴ χολὴ τὴν κρᾶσιν ξηρά ἐστι.
然而,我们并没有说“红发人”是干燥的配属,而是说在肤色上接近他们、被人们称为“金发人”的人,因为黄胆汁在配属上也是干燥的。
χρώμενοι δὲ ἐνίοτε τοῖς ὀνό-μασιν οὐκ ἀκριβῶς ἔνιοι τῶν βιβλία γραψάντων τὴν τῶν πραγμάτων διδασκαλίαν ταράσσουσιν.
但是,有些写书的人有时不准确地使用这些名称,从而混淆了事物的教学。
οὕτως γοῦν τινες ὀνο-μάζουσι τοὺς Γερμανοὺς ξανθοὺς, καίτοι γε οὐκ ὄντας ξαν-θοὺς, ἐὰν ἀκριβῶς τις ἐθέλῃ καλεῖν, ἀλλὰ πυῤῥούς.
例如,有些人将日耳曼人称为金发人,然而如果有人想准确地称呼,他们不是金发人,而是红发人。
τὰ δ᾿ ἄλλα τῆς προκειμένης ῥήσεως ἀληθῶς τε ἅμα καὶ σαφῶς εἴρηται.
所给出的这段话的其他部分,说得既真实又清楚。
"Καὶ τοῖσι νέοισι τῶν σωμάτων ξυμφέρει μαλακωτέροισί τε καὶ ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτήμασιν·
“对于年轻的身体,使用较柔软和较湿润的养生法是有益的;因为这个年龄是干燥的,身体已经凝固。
ἡ γὰρ ἡλικίη ξηρὴ καὶ τὰ σώματα πέπηγε. τοὺς δὲ πρεσβυ-τέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλεῖον τοῦ χρόνου διά-γειν.
而较年长的人应当在一年的大部分时间里以较干燥的方式生活。
τὰ γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλ-θακὰ καὶ ψυχρά.
因为在这个年龄,身体是湿润、柔软且寒冷的。
"[q. 2]
Ἐπὶ τὰς ἡλικίας μεταβὰς ἐλλιπῆ τὸν διορισμὸν ἐποιή-σατο, μὴ τεμὼν εἰς τέσσαρας διαφορὰς αὐτὰς, ἀλλ᾿ εἰς δύο μόνας.
” [q.2] 在转向年龄段时,他做出了不完全的划分,没有将它们分为四种不同,而是仅分为两种。
ἐχρῆν δ᾿ εἴπερ ἀπὸ τῶν κατὰ τὰς ἡλικίας κράσεων ἔνδειξιν ἔμελλε λήψεσθαι τοῦ τρόπου τῆς διαίτης, ὥσπερ αἱ κράσεις τέτταρές εἰσιν, οὕτω καὶ τὰς ἡλικίας εἰς τέτταρα τεμεῖν, ὑγρὰν μὲν καὶ θερμὴν τὴν τῶν παίδων εἰπόντα, ξη-ρὰν δὲ καὶ θερμὴν τὴν τῶν ἀκμαζόντων, καὶ ξηρὰν μὲν καὶ ψυχρὰν τὴν τῶν παρακμαζόντων, ὑγρὰν δὲ καὶ ψυχρὰν τὴν τῶν γερόντων.
然而,如果他确实要从各个年龄段的配属中获取养生方式的指示,正如配属有四种一样,他也应当将年龄段分为四种:称儿童期为湿且热,全盛期为干且热,衰退期为干且冷,老年期为湿且冷。
ἀλλὰ τὴν μὲν τῶν παίδων ὑγρὰν εἶναι προσήκει, μὴ δυναμένης γε τῆς αὐξήσεως ἐν ἑτέρᾳ κράσει γενέσθαι.
但是,儿童期应当是湿润的,因为在其他配属中成长是无法发生的。
τὴν δὲ τῶν ἀκμαζόντων, ἐπειδὴ παρὰ τὸ προσῆκόν τέ ἐστι θερμοτέρα καὶ ξηροτέρα, συμφέρει χρῆ-σθαι τοῖς ἐναντίοις διαιτήμασι, καθάπερ γε καὶ τὴν τῶν παρακμαζόντων.
而全盛期的人,因为他们比适当的状态更热且更干,所以使用相反的养生法是有益的,这对于衰退期的人的年龄段也是如此。
ἐπὶ δὲ τῆς τῶν γερόντων ἡλικίας οὐ σμι-κρόν ἐστι ζήτημα σχεδὸν ἅπασιν ἠμελημένον, ὑπὲρ οὗ μι-κρὸν ὕστερον ἐρῶ, τὸν περὶ τῶν ἔμπροσθεν ἡλικιῶν συντε-λέσας λόγον.
但是关于老年期,有一个几乎被所有人忽视的、不小的问题,在完成了关于前面几个年龄段的讨论后,我将在稍后探讨它。
εἰ γὰρ ὡμολόγηται τὰ παιδία πλέον μὲν ἔχειν ὑγρότητος ἢ συμφέρει τοῖς ἀβλαβῶς ὑγιαίνουσι, πλέον δὲ θερμότητος (οὐ γὰρ ἁπλῶς ἐστι θερμὰ καθάπερ οἱ ἀκμά-ζοντες, ἀλλὰ κατὰ τὴν ἔμφυτον θερμασίαν, ἥτις εὔκρατός ἐστιν, ἐν αἵματι χρηστῷ τὴν ὕπαρξιν ἔχουσα) τὸ μεταξὺ τῶν παίδων τε καὶ τῶν ἀκμαζόντων, ὅπερ ἐστὶν ἐφήβων τε καὶ μειρακίων, εἴη ἂν ἐν τῇ ἀρίστῃ κράσει.
因为,如果人们同意儿童比无害健康的人拥有更多的湿气,以及更多的热量(因为他们不像全盛期的人那样仅仅是热,而是根据其先天的热量,这是协调的,存在于良好的血液中),那么介于儿童和全盛期人之间、即青年和少年时期,将处于最优秀的配属中。
τῆς δ᾿ ἀρίστης μέσης οὔσης καὶ τὰ διαιτήματα μέσα τῇ κράσει προσήκει ποιεῖσθαι, μήθ᾿ ὑγρότερον ἐργαζομένους μήτε ξηρότερον, ἢ θερμότερον, ἢ ψυχρότερον αὐτῶν τὸ σῶμα.
由于最优秀的配属处于中间,其养生法也应当在配属上采用折中的方法,使他们的身体既不更湿也不更干,既不更热也不更冷。
τὸ μέντοι τῶν παιδίων, εἰ καὶ πλεῖον, ὡς πρὸς ὑγιεινὴν ἕξιν ἔχοι τὸ ὑγρὸν, ὅμως οὐ χρὴ ξηραίνειν· ἀναυξῆ γὰρ αὐτὰ ποιήσομεν.
然而,儿童的身体即使与健康状态相比含有更多的湿气,也不应当使其干燥,因为我们会使他们无法成长。
ἐπὶ δὲ τῶν γερόντων, ἐπειδή τινες μὲν αὐτοὺς ὑγροὺς εἶναι λέγουσι, τινὲς δὲ ξηροὺς, ἀδιορίστως ἑκάτεροι, διοριστέον ἡμῖν ἐστι κατὰ τί μὲν αὐτοὺς ὄντας ξηροὺς, κατὰ τί δὲ ὑγρούς.
但关于老人,因为有些人说他们是湿的,有些人说他们是干的,双方都没有给出限定,所以我们必须区分他们在什么方面是干的,在什么方面是湿的。
ἐδείχθη δὲ τοῦτο ἐν τοῖς περὶ κράσεων.
这在《论配属》中已经得到了说明。
αὐτοῖς μὲν γὰρ τοῖς στερεοῖς τοῦ σώματος μορίοις ἐδείχθησαν ὄντες ξηροί. περιττώματα δ᾿ ἔχοντες διὰ τὴν ψυχρότητα τῆς κράσεως πολλὰ καὶ δι᾿ αὐτὰ ὑγροὶ λεγόμενοι.
因为已经表明,在身体的固体部位本身,他们是干燥的;但由于他们配属的寒冷而拥有许多残留物,因此由于这些,他们被称为湿的。
κατὰ λόγον οὖν ἔνδει-ξις ἐναντία τε καὶ διττὴ γίνεται τοῖς ἰατροῖς ἀπὸ τῆς ἡλι-κίας ταύτης, διὰ μὲν τὴν ξηρότητα τῆς τῶν στερεῶν κρά-σεως ὑγραίνεσθαι δεομένων αὐτῶν, διὰ δὲ τὴν περιουσίαν τῶν ὑγρῶν ξηραίνεσθαι.
因此,医生们自然从这个年龄段中得到了相反且双重的指示:由于固体配属的干燥,他们需要被湿润;由于湿润残留物的过剩,他们需要被干燥。
πῶς μὲν οὖν ἀμφοτέρων ἄν τις στοχάζοιτο τελέως εἴρηται κατὰ τὴν ὑγιεινὴν πραγματείαν.
那么,人如何才能完美地兼顾两者,在《论健康》的论著中已有详尽的论述。
ἐν δὲ τῷ παρόντι λόγῳ τὸ κεφάλαιον ὧν ἐν ἐκείνῃ γεγράφα-μεν εἰπεῖν ἀρκέσει.
但在目前的讨论中,只需说明我们在那里所写内容的要点即可。