Humanitext Reader

盖伦 · 论疾病的转折期 §5#2

热病各期的连续推移与对阿尔基格内斯的批判

第 6 段,共 11 段 · 希腊语

内容简介

作者分析了热病各阶段内部开始、中间和结束的连续过渡,批评了阿尔基格内斯将“松弛”作为独立时期加入的错误做法,并确立了系统的六阶段分类法。

§5#2οὐ γὰρ ὁμοία κατὰ πάντα ἐστὶν ἑκάστου τῶν εἰρημένων καιρῶν ἡ ἀρχὴ τῇ τελευτῇ, διαφέρουσι δ’ ἀλλήλων τε καὶ τοῦ μέσου καιροῦ σαφῶς.
因为上述各时期的开始与其结束并非在所有方面都相似,而是它们彼此之间以及与中间阶段都有明显的不同。
ἡ γοῦν ἀρχὴ τοῦ παροξυσμοῦ βραχύ τι τῆς κατὰ φύσιν ἀποκεχώρηκε καταστάσεως, ὥσπερ ἡ τελευτὴ πλεῖστον·
例如,发作的开始偏离自然状态仅有少许,而其结束偏离得最多。
ὅπου δὲ ταῦτα μεγίσταις διαφοραῖς ἀλλήλων ἀποκεχώρηκε, πάντως δή που καὶ μέσος τίς ἐστιν αὐτῶν καιρὸς, πλεῖον μὲν τῆς ἀρχῆς ἀπέχων τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς τελευτῆς.
既然这些阶段以最大的差异彼此偏离,那么在它们之间必然也存在着某种中间时期,它比开始阶段更偏离自然状态,但又少于结束阶段。
οὕτω δὲ καὶ ἡ τῆς ἀνωμαλίας ἀρχὴ μικρόν τι διαλλάττει τῆς συναπτούσης αὐτῇ τοῦ πρώτου καιροῦ τελευτῆς, ἐπιπλέον δ’ ἀφισταμένη, καὶ μέση οὖσα, μεταξύ πως ἥνωται τῇ εἰρημένῃ τοῦ πρώτου καιροῦ τελευτῇ καὶ τῇ ἀρχῇ τοῦ τρίτου.
同样,不调期的开始与和它连结的第一时期的结束也仅有少许不同,而当它进一步偏离并成为中间阶段时,它就在某种程度上联结在前述第一时期的结束与第三时期的开始之间。
κατὰ δὲ τὸν αὐτὸν, οἶμαι, λόγον καὶ ὅσα συνάπτει τοῦ δευτέρου καιροῦ τοῦδε τῆς ἀνωμαλίας ταῖς ἀρχαῖς τοῦ τρίτου καιροῦ, παραπλησίαν ἐκείνοις ἔχει τὴν κατάστασιν.
我认为,根据同样的道理,这第二个不调期中与第三时期的开始相连的部分,其状态也与后者非常相似。
οὕτω δὲ καὶ τοῦ τρίτου πάλιν αὐτοῦ καιροῦ τὰ μὲν πρῶτα τῶν ὑστάτων τοῦ δευτέρου βραχὺ παραλλάττει, τὰ δ’ ὕστατα παραπλήσιά πώς ἐστι τῇ τῆς ἀκμῆς ἰδέᾳ, τὸ μέσον δ’ ἀμφοῖν ἴσον ἑκατέρων τῶν ἄκρων ἀφέστηκεν.
同样,在这第三时期本身中,其最初的部分与第二时期的最后部分相差无几,而最后的部分则在某种程度上与极期的形态相似,两者之中间则与两端等距。
ὥστ’ οὐδὲν θαυμαστὸν, ὥσπερ τούτων ἑκάστου τῶν καιρῶν, οὕτω καὶ τῆς παρακμῆς τὸ μὲν ἀρχὴν εἶναι, τὸ δὲ τελευτὴν, τὸ δὲ μεσότητα.
因此,正如在这些时期的每一个中一样,在衰退期中也存在着开始、结束和中间,这并没有什么可大惊小怪的。
καλεῖν δέ γε, εἰ βούλοιτό τις, ἕκαστον αὐτῶν ἰδίᾳ προσηγορίᾳ δύναται.
如果有人愿意,他完全可以用各自的专门名称来称呼它们。
ἀκούω γοῦν ἑκάστοτε τῶν ἰατρῶν λεγόντων, ἀπέκλινεν ἀρτίως ἡ ἀκμὴ, νῦν ὑφίησι, νῦν ἐνδίδωσι, νῦν ἀνίεται·
至少,我经常听到医生们说:“极期刚才倾斜了”、“现在缓解了”、“现在退让了”、“现在松弛了”。
εἴπερ οὖν ταῦτα λέγουσιν, οὐκ ἀδύνατον αὐτοῖς τὰ πρῶτα τῆς παρακμῆς ὀνομάζειν ἀπόκλισιν, ἢ ὕφεσιν, ἢ ἔνδοσιν, ἢ ἄνεσιν, ἢ καί τινα τούτων, ἢ καὶ πάντα.
因此,如果他们这样说,那么他们将衰退期的最初部分称为“倾斜”、“缓解”、“退让”、“松弛”,或者其中一些,甚至全部,也并非不可能。
καὶ μέντοι καὶ τὰ μέσα καλεῖν ἔξεστιν ὀνόματι τῶν εἰρημένων ἑνὶ, καὶ τελευταῖα κατὰ τὸν αὐτὸν τρόπον· ὥσπερ καὶ ὁ Ἀρχιγένης ἄνεσιν ὀνομάζει τὸ τελευταῖον τῆς παρακμῆς.
而且,中段部分也可以用上述名称中的一个来称呼,最后部分也可以用同样的方式称呼;正如阿尔基格内斯也将衰退期的最后部分称为“松弛”一样。
ἀλλ’ ἐκεῖνος φαύλως γε πράττει, νομίζων αὐτὴν ἕτερον εἶναι καιρὸν ἰδέᾳ τινὶ διαφέροντα τῆς παρακμῆς.
但他这样做很拙劣,因为他认为它是在形态上与衰退期不同的另一个时期。
ἀμέλει πάντων τῶν μερῶν τῆς ὅλης περιόδου τὸ μὲν ἀρχὴν ποιούμενος, τὸ δὲ τελευτὴν, τὸ δὲ μέσον· οὕτω καὶ αὐτῆς τῆς ἀνέσεως ποιεῖται τὴν τομὴν, ὡς ἰδίου τινὸς ὄντος καιροῦ τῶν κατὰ τὴν πρώτην διαίρεσιν, ὅσοι διαφέρουσιν ἀλλήλων ἰδέαις τισὶν, οὐ μόνον τῷ μᾶλλόν τε καὶ ἧττον.
诚然,他在整个周期的所有部分中都划分出开始、结束和中间,同样地他也对“松弛”本身进行了划分,就好像它是第一次划分中的某种独立时期一样——这些时期在某些形态上互不相同,而不仅仅是在程度的深浅上。
ἐν ἀμφοτέροις οὖν ἁμαρτάνει προφανῶς, ἐξαίρων τε τὴν ἀνάβασιν τῆς πρώτης τομῆς, ἣν ἐναργέστερον ἅπαντες οἱ ἄνθρωποι νοοῦσι τῆς ἀρχῆς, καὶ προστιθεὶς τὴν ἄνεσιν ἐν τῷ τέλει τῆς περιόδου.
因此,他在两方面都显然犯了错误:一是将“上行”从第一次划分中排除,而所有人对这一阶段的理解都要比对“初期”更为清晰;二是将“松弛”添加在周期的末尾。
εἰ μὲν γὰρ εἰς ἀπυρεξίαν ἀφικνοῖτο, σαφὴς ἂν εἴη ἡ διαφορὰ τοῦ τοιούτου καιροῦ πρὸς τοὺς ἄλλους ἅπαντας· εἰ δὲ ἐπιλαμβάνει τὴν παρακμὴν ἡ εἰσβολὴ τοῦ δευτέρου παροξυσμοῦ τριχῆ τμηθεῖσα, ἐν τῷδε τὸ τῆς ὅλης παρακμῆς μέρος ἔξεστι καλεῖν ἄνεσιν, οὐ μὴν ἄλλόν γέ τινα νομίζειν εἶναι καιρὸν ἰδίᾳ τινὶ φύσει χαρακτηριζόμενον, ὥσπερ τοὺς ἔμπροσθεν εἰρημένους.
因为如果它能达到无热期,那么这种时期与所有其他时期的区别将会是显而易见的;但如果第二个发作的袭来在衰退期被三等分时发生重叠,在这种情况下,虽然可以将整个衰退期的那个部分称为“松弛”,但绝不应认为它是像前述那些时期一样,由某种独立本性所特征化的另一个时期。
ὅτι μὲν οὖν ἔξεστι τὰ πάντα μέρη τῆς τριταίας περιόδου σαφέσι διαφοραῖς ἀλλήλων ὁρᾷν χωριζόμενα, πρόδηλον παντὶ τῷ θεασαμένῳ κᾂν ἕνα τινὰ τῶν οὕτω καμνόντων ἀῤῥώστων·
因此,每一个观察过哪怕是一个这样受苦的病人的人都很清楚,我们可以看到三日热周期的所有部分都以明显的差异相互区别。
εἰ δέ τινες αὐτῶν ἀνονόμαστοι, πρὸς μὲν τοὺς ἐριστικοὺς ἐροῦμεν, καιρὸς πρῶτος, καὶ δεύτερος, καὶ τρίτος, καὶ τέταρτος, καὶ πέμπτος, εἶθ’ ἕκτος, ὁ τῆς ἀπυρεξίας· πρὸς δὲ τοὺς εἰδότας ὀνομάτων χρῆσιν αὐτοὶ συντιθέμενοι τὰ ἐπιτήδεια.
即使它们中的某些时期没有名字,对那些好争辩的人,我们将说:“第一、第二、第三、第四、第五时期,然后是第六个,即无热期”;而对那些知道如何使用名称的人,我们自己将拟定合适的词。
καὶ τῷ μὲν πρώτῳ καιρῷ τὸ τῆς ἀρχῆς ἴδιον ὄνομα κείσθω· τῷ δὲ δευτέρῳ τὸ τῆς ἀνωμαλίας· τῷ δὲ τρίτῳ τὸ τῆς ἀναβάσεως· καὶ τῷ τετάρτῳ τὸ τῆς ἀκμῆς· καὶ τῷ πέμπτῳ τὸ τῆς παρακμῆς· ὁ δὲ ἕκτος, ὁ τῆς ἀπυρεξίας, διάλειμμα προσαγορευέσθω.
让“初期”作为专属的名称赋予第一个时期;第二个时期赋予“不调期”;第三个时期赋予“上行期”;第四个时期赋予“极期”;第五个时期赋予“衰退期”;而第六个,即无热期,则被称为“间歇期”。

词汇与语法注释

  1. p.423πλεῖον μὲν τῆς ἀρχῆς ἀπέχων τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς τελευτῆς — 属格 `τῆς ἀρχῆς`(开始)和 `τῆς τελευτῆς`(结束)作为比较属格,分别修饰比较级 `πλεῖον` 和 `ἔλαττον`。此句简洁地表达了一个复杂的比较关系,即“中间阶段偏离自然状态的程度比开始阶段偏离得更远,但比结束阶段偏离得要近”。
  2. p.425τριχῆ τμηθεῖσα — 分词 `τμηθεῖσα`(阴性单数主格)在语法上与主语 `ἡ εἰσβολὴ`(袭来)一致,但在逻辑上描述的是对格的“衰退期”(`τὴν παρακμὴν`)被三等分的状态。如果保留主格,它应被理解为表示方式或结果的表语分词:“如果第二次发作的袭来在衰退期中重叠,并呈现将其三分的形式。”
  3. 299συντιθέμενοι — 这是与默示主语“我们”相一致的阳性复数主格分词,但该分句本身省略了主动词。需通过从上下文(如前句的 `ἐροῦμεν`“我们将说”,或暗示的 `χρώμεθα`“我们使用”、`ποιήσωμεν`“让我们制作”等)补充主动词来理解该分词结构。

引用这一段

盖伦, 论疾病的转折期 §5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。