§4Νυνὶ δὲ ἐπὶ τούτου πρῶτον, οὗ πρῶτον παρεθέμην, ὁ λόγος ἐξεταζέσθω.
现在,关于我最初提出的这一个,首先让我们的论述进行考察。
πρῶτος οὖν ἦν καιρὸς ὁ συνάπτων τῇ ἀπυρεξίᾳ, ψύξεως αἴσθησιν παρέχων, ὃν ἀρχὴν ὠνομάσαμεν· δεύτερος ὁ ἀποτιθέμενος τὴν ψύξιν, ὡς εἴρηται, κατὰ βραχὺ, καὶ καλείσθω συντόμου διδασκαλίας ἕνεκεν ἀνωμαλίας καιρός· εἶτ’ ἐπ’ αὐτῷ τρίτος ὁ τῆς ὁμαλοῦς αὐξήσεως.
因此,第一个时期是紧接无热期的,它提供发冷的感知,我们将其命名为“初期”;第二个时期,如前所述,是逐渐摆脱寒冷,为了简短教学起见,让它被称为“不调的时期”;然后紧随其后的是第三个,即均匀增长的时期。
ἐφ’ ᾗ τέταρτος ὁ τῆς στάσεως, καὶ πέμπτος ὁ τῆς μειώσεως· εἶθ’ ἕκτος ὁ τῆς ἀπυρεξίας.
在其之后,第四个是静止的时期,第五个是减少的时期;然后第六个是无热期的时期。
ὅτι μὲν οὖν ἕξ εἰσιν αἱ εἰρημέναι κανονικαὶ διαφοραὶ κατὰ τὰς τῶν τριταίων πυρετῶν περιόδους, αἰσθήσεως δεῖ καὶ μνήμης, οὐκ ἀποδείξεως λογικῆς.
因此,关于所述的三日热周期中的六种标准差异,需要的是感知和记忆,而不是逻辑证明。
ἓξ δ’ οὐσῶν αὐτῶν, ὀνόματα συνθέσθαι κάλλιον ἕνεκα συντόμου θ’ ἅμα καὶ σαφοῦς δηλώσεως· καθάπερ τις νόμος ἐστὶ κοινὸς ἅπασι τοῖς Ἕλλησιν, ὧν μὲν ἂν ἔχωμεν ὀνόματα πραγμάτων παρὰ τοῖς πρεσβυτέροις εἰρημένα, χρῆσθαι τούτοις· ὧν δ’ οὐκ ἔχομεν, ἤτοι μεταφέρειν ἀπό τινος ὧν ἔχομεν, ἢ ποιεῖν αὐτοὺς κατὰ ἀναλογίαν τινὰ τὴν πρὸς τὰ κατωνομασμένα τῶν πραγμάτων, ἢ καὶ καταχρῆσθαι τοῖς ἐφ’ ἑτέρων κειμένοις.
由于它们是六种,为了简明且清晰的说明,最好制定名称;正如所有希腊人都有一个共同的规则:对于我们在古人那里已有提及名称的事物,就使用这些名称;而对于我们没有名称的事物,要么从我们已有的某些名称中借用,要么根据与已命名事物的某种类比自行制造,甚至也可以误用那些为其他事物设定的名称。
ἔξεστι μὲν τῷ βουλομένῳ μήτε φυλάττειν τὰ συνήθη τοῖς Ἕλλησιν, εἴ που δεήσειε ποιεῖν αὐτὸν, εἰς τοὺς εἰρημένους ἀποβλέπειν σκοποὺς, καὶ πολὺ τοῦτ’ ἔστι παρὰ τοῖς νεωτέροις ἰατροῖς, ὡς ἂν μὴ παιδευθεῖσι τὴν ἐν παισὶ παιδείαν, ὥσπερ οἱ παλαιοί.
因为对于任何想要的人来说,即使在需要自己制造名称的时候,也可以不遵守希腊人的习惯,而着眼于前述的目标;这在年轻一代的医生中非常普遍,因为他们没有像古人那样接受过童年时代的教育。
συγχωρητέον οὖν αὐτοῖς ὡς ἂν ἐθέλωσιν ὀνομάζειν, ἐπειδὴ μάχιμοί τ’ εἰσὶ καὶ ἀναιδεῖς, καὶ πολλάκις γε χρηστέον τοῖς ὀνόμασιν, ὡς ἂν ἐκεῖνοι κελεύωσιν, ὑπὲρ τοῦ φυγεῖν αὐτῶν τὴν γλωσσαλγίαν· οὐδὲ γὰρ οὐδὲ βλαβήσονταί τι διὰ τὴν ἐν τοῖς ὀνόμασι παρανομίαν οἱ κάμνοντες·
因此,我们必须顺从他们,随他们所愿去命名,因为他们既好斗又无耻;我们甚至常常必须按照他们的要求去使用这些名称,以避免他们的口舌之争;因为病人绝不会因为名称上的不合常规而受到任何伤害。
ὅταν δὲ ἤτοι κλέπτωσί τινα καιρὸν ὅλον ὑπερβαίνοντες, ἢ τοῖς εἰρημένοις ἐπεισάγωσι τὸ μὴ φαινόμενον, οὐκ ἐπιτρεπτέον αὐτοῖς, ὡς ἂν εἰς βλάβην ἤδη τῶν νοσούντων τῆς τοιαύτης ἁμαρτίας διαφερούσης.
但是,当他们要么完全跳过、偷换了某个时期,要么在所述的时期中引入不显现的事物时,我们绝不能允许他们,因为这种错误已经涉及病人的伤害。
ἄμεινον οὖν ἐστιν ἐν τῷδε, προδιεσκέφθαι τὰς τῶν σφαλμάτων αἰτίας, παρ’ αἷς οἱ πλεῖστοι τῶν ἰατρῶν σφάλλονται, πρὸς τὸ μήτ’ αὐτούς τι σφαλῆναι κᾀκείνοις ἐπιδεῖξαι τὴν ἀληθῆ τοῦ πράγματος ὁδὸν, εἰ βουληθεῖεν.
因此,在这件事上,预先审视大多数医生出错的过失原因,以避免我们自己出现任何差错,并向他们指明事物的正确道路(如果他们愿意的话),是更好的。
ἔνιοι γὰρ αὐτῶν οὕτω πεφύκασιν, ὡς μηδ’ ἂν τὸν Ἀπόλλωνα αὐτὸν ἢ τὸν Ἀσκληπιὸν σχῶσιν ἐπιθυμοῦντάς τε διδάσκειν αὐτοὺς καὶ παρακαλοῦντας, ὑπακοῦσαί ποτε καὶ παρασχεῖν δύνασθαι τὰ ὦτα, μήτοι γε δὴ καταδέξασθαι τῇ ψυχῇ τὰ λεχθέντα.
因为他们中的有些人天生如此,以至于即使他们有阿波罗本人或阿斯克勒庇俄斯渴望教导并劝告他们,他们也绝不能听从并倾听,更不用说在灵魂中接受所说的话了。
ἀλλ’ οὐκ ἐκείνοις γε ταῦτα γεγράψεται.
但这些话绝不是为他们写的。
τοῦτο τοίνυν σφάλματος αὐτῶν αἰτία πρώτη καὶ μάλιστ’ ἐστὶν, ἡ τῆς τῶν νοσημάτων διαφορᾶς ἄγνοια.
那么,他们出错的第一个也是最主要的原因,就是对疾病差异的无知。
τριταῖος μὲν γὰρ, ὡς εἴρηται νῦν, εἴωθε κινεῖσθαί τε καὶ τὰς ὥσπερ ἡλικίας αὐτοῦ διανύειν, οὐ μὴν ὁμοίαν γε κίνησιν ἔχει πᾶν νόσημα· διόπερ οὔθ’ ἡμεῖς ὀρθῶς, ἃ περὶ τριταίων εἰρήκαμεν, ἐπὶ πάντα μετοίσομεν, οὔτ’ ἄλλος τις ἀπ’ ἄλλου πάθους ὁρμηθεὶς, ἕνα κοινὸν ἀξιώσει λόγον ἁπάντων ὑπάρχειν.
因为三日热,正如刚才所说,习惯于运动并度过它那仿佛年龄般的阶段,但并非每种疾病都有相似的运动;因此,我们既不能正确地将关于三日热所说的内容转移到所有疾病上,其他任何人从另一种疾病出发,也不能要求所有疾病都存在一个共同的解释。
αὕτη μὲν οὖν ἡ πρώτη καὶ μεγίστη τῆς ἁμαρτίας αὐτῶν αἰτία.
因此,这就是他们过失的第一个也是最大的原因。