Humanitext Reader

盖伦 · 论脉搏的作用 §2#2

作为先天之热源泉的心脏与其他部位的区别

第 3 段,共 10 段 · 希腊语

内容简介

作者讨论了作为先天之热源泉的心脏与受其温热的其他部位之间的区别,并解释了为什么心脏在缺乏温热时最容易受损。

§2#2ἐχρῆν γὰρ, οἶμαι, κᾀνταῦθα σκοπεῖν, ὡς οὐκ ἴσον ἐστὶν, ἢ τὴν ἀρχὴν αὐτὴν τῆς ἐμφύτου θερμασίας παθεῖν, ἤ τι τῶν ὑπ’ αὐτῆς θερμαινομένων.
因为我认为,在此处我们也必须考虑到,是先天之热的源泉本身受损,还是由它所温热的某一部分受损,这并非等同。
τὴν μὲν γὰρ ἀεὶ χρὴ θερμὴν ἱκανῶς ὑπάρχειν· καὶ γὰρ ἑαυτὴν καὶ τἄλλα κινεῖ τε ἅμα σφυγματωδῶς καὶ θερμαίνει· τοῖς δὲ ἀπόχρη βραχείας εὐπορεῖν θερμασίας εἰς τὸ διασώζεσθαι.
因为前者必须始终保持足够温热;它既能以脉动的方式运动自身及其他事物,同时也温热它们;而对于后者而言,只要拥有微少的温热便足以维持生命。
καὶ τὴν μὲν εἰ στερήσαις τῆς ἐμφύτου θερμασίας, αὐτήν τε ψύξεις καὶ τἄλλα πάντα, ὅσα πρότερον ὑπ’ αὐτῆς ἐθερμαίνετο· τῶν δ’ ἄλλων οὐδὲν στερῆσαι τελέως δυνήσῃ τῆς θερμασίας, κᾂν βρόχοις διαλάβῃς τὰς ἀρτηρίας· διά τε γὰρ τῶν χιτώνων ἐπιῤῥυήσεταί τι, καὶ γὰρ σύμπνουν ἐστὶ καὶ σύῤῥουν ἑαυτῷ πᾶν τὸ σῶμα κατὰ τὸν Ἱπποκράτους λόγον.
如果你剥夺了前者的先天之热,你不仅会使它自身变冷,还会使以前由它温热的所有其他部分变冷;但即使你用结扎线结扎了动脉,你也不能完全剥夺其他任何部分的温热;因为正如希波克拉底所说,整个身体“自身相互呼应且共同流动”,通过血管壁也会有一些东西流过。
ὥστε, κᾂν μὴ διὰ τῶν ἀρτηριῶν, ἀλλά γε διὰ τῶν ἄλλων καὶ μάλιστα διὰ φλεβῶν τῷ συνεχεῖ τῆς μεταλήψεως εἰς πᾶν μόριον ἐνεχθήσεταί τι τῆς θερμασίας.
因此,即使不通过动脉,至少通过其他通道,特别是通过静脉,依靠传递的连续性,一些温热也会被带到每一个部位。
ἅπαντα οὖν τὰ τοιαῦτα τοῖς φαινομένοις ὁμολογεῖ, καὶ θαυμαστὸν οὐκ ἔτι δόξει τὴν ἀρχὴν τῆς θερμασίας μᾶλλον τῶν ἄλλων βλάπτεσθαι στερηθείσης τῆς ἀναπνοῆς.
所以,所有这些都与现象相符,而当呼吸被夺走时,温热的源泉比其他部分受到更重的损害,就再也不会令人感到惊奇了。
καὶ γὰρ ἐν ταῖς ἰατρικαῖς σικύαις ἡ μὲν φλὸξ ἀπόλλυται παραχρῆμα, μένει δ’ ἄχρι πλέον ἡ θερμασία περί τε τὸν ἐντὸς ἀέρα καὶ κατ’ αὐτὸ τὸ σῶμα, οὐ τραφεῖσα.
因为即使在医用拔罐中,火焰虽然立刻熄灭,但温热在没有得到滋养的情况下,在内部的空气和拔罐本身之中仍会保持较长时间。
οὕτω δὲ κᾀν τοῖς οἴκοις τοῖς ὑπὸ πυρὸς θερμανθεῖσιν θερμασία φαίνεται διαμένουσα, τοῦ πυρὸς ἐσβεσμένου πολλάκις.
同样,在被火加热的房屋中,虽然火经常已经熄灭,温热却似乎依然留存。
οὐχ ὅμοιον οὖν ἐστι τὸ κατὰ φύσιν τῇ τε καρδίᾳ καὶ τοῖς ἄλλοις μορίοις· τὴν μὲν γὰρ ζεῖν ἀεὶ χρὴ, τοῖς δ’ ἀρκεῖ τὸ μὴ παντάπασι καταψύχεσθαι.
因此,心脏与其它部位的自然状态并不相同;因为前者必须始终处于沸腾状态,而对于后者来说,不完全冷却就足够了。
μάθοις δ’ ἂν ἐναργῶς τὸ λεγόμενον, εἰ γυμνώσαις καρδίαν ζώου, αὐτῆς διελὼν τὸ σκέπασμα, ὃ καλοῦσι περικάρδιον χιτῶνα, χωρὶς τοῦ τὸν ἄλλον θώρακα συντρῆσαι.
如果你暴露出动物的心脏,剖开他们称为心包膜的覆盖物,而不穿透胸腔的其他部分,你就会清楚地明白所说的话。
τάχιστα γὰρ ἀποθνήσκει τὸ ζῶον, εἰ καταψύξεις τὴν καρδίαν· εἰ μέντοι θερμὴν φυλάττοις, οὐδὲν πάσχει.
因为如果你冷却心脏,动物很快就会死亡;但如果你保持它温热,它就不会受到任何损害。
ψύξεις μὲν οὖν αὐτὴν ἐν ἀέρι τὴν χειρουργίαν ψυχρῷ ποιούμενος καὶ ψυχρὸν καταῤῥαίνων ὕδωρ· φυλάξεις δὲ ὡς πλείστου θερμὴν διὰ τῶν ἐναντίων.
因此,你在冷空气中进行手术并洒上冷水,就会使其冷却;而通过相反的方法,你就能尽可能使其保持温热。
ἀλλ’ εἰ, κατεψυγμένης ἤδη, καὶ διὰ τοῦτο τοῦ ζώου τεθνεῶτος, ἐθέλοις παραχρῆμα τρώσας ὁποτέραν οὖν τῶν κοιλιῶν, καὶ μᾶλλον τὴν ἀριστερὰν, καθεῖναι δάκτυλον εἰς αὐτὴν,  αἰσθήσῃ πολλῆς τῆς θερμασίας, καὶ πολύ γε πλέονος, ἢ ἐν τοῖς ἄλλοις μορίοις τοῖς κατὰ φύσιν διακειμένοις.
但是,如果当它已经被冷却、动物因此死亡之后,你希望立即切开任何一个心室,尤其是左心室,并将手指伸入其中,你会感觉到极大的温热,甚至比处于自然状态的其他部位要温热得多。
τὸ γὰρ ἴσον μέρος τῆς θερμασίας ἐλάχιστον μὲν τῇ καρδίᾳ, πάμπολυ δὲ τοῖς ἄλλοις ἐστί.
因为同等分量的温热对心脏来说是极微小的,而对其他部位来说却是极其巨大的。
καὶ τοίνυν, ὅταν μὴ φυλάττηται τοῦτο, τὸ μὲν ἐκ τῆς καρδίας οἷον φλὸξ διαφορεῖται, τὸ δ’ ἐν τοῖς ἄλλοις ἄχρι πολλοῦ παραμένει.
所以,当这种温热不被保存时,心脏的温热就像火焰一样消散,而其他部位的温热则会保留很长时间。
φυλακὴ δὲ ἦν ἐκείνῃ μὲν ἡ ἀναπνοὴ μόνη, τοῖς δ’ ἄλλοις διττή· σφυγμὸς μὲν, οἷον προαναπνοὴ, τό τε ἀπὸ τῆς ἀρχῆς ἐπιῤῥέον ἐξ ἐπιμέτρου.
前者的保护仅靠呼吸,而其他部位的保护则是双重的:即作为某种预备呼吸的脉搏,以及额外从源泉流入的东西。
κατὰ δύο τοίνυν αἰτίας ἕκαστον τῶν μορίων πλεονεκτεῖ τῆς καρδίας εἰς τὸ μὴ ταχέως βλάπτεσθαι θερμασίας ἐνδείᾳ.
因此,由于两个原因,每个部位在不因缺乏温热而迅速受损方面,都比心脏占有优势。
καὶ γὰρ, ὅτι πλείστης μὲν ἐκείνη χρῄζει, τὰ δ’ ἄλλα βραχείας, καὶ ὅτι τῇ μὲν οὐδαμόθεν ἐπιῤῥεῖ, τοῖς δ’ ἀπ’ ἐκείνης, ἡ μὲν ἑτοίμως ἐξίσταται τοῦ κατὰ φύσιν, τὰ δὲ οὔ.
因为既由于前者需要极多的温热而其他部位只需要微少,又由于前者的温热无处流入而其他部分的温热则源自于它,所以前者极易脱离其自然状态,而其他部分则不然。

词汇与语法注释

  1. p.157ἐχρῆν γὰρ, οἶμαι, κᾀνταῦθα σκοπεῖν, ὡς οὐκ ἴσον ἐστὶν, ἢ τὴν ἀρχὴν αὐτὴν τῆς ἐμφύτου θερμασίας παθεῖν, ἤ τι τῶν ὑπ’ αὐτῆς θερμαινομένων — 无人称动词 ἐχρῆν(χρῆ 的未完成过去时)表示义务或必要性,支配不定式 σκοπεῖν(考虑、审视)。由 ὡς 引导的从句作为 σκοπεῖν 的宾语,在此从句内部,由 ἢ ... ἤ ...(要么……要么……)引导的析取不定式短语(παθεῖν)作为 οὐκ ἴσον ἐστὶν(并非等同)的主语。整体结构为“我们应当考虑到,……与……并不是一回事”。
  2. 156σύμπνουν ἐστὶ καὶ σύῤῥουν ἑαυτῷ πᾶν τὸ σῶμα — 被归为希波克拉底名言的表达。σύμπνουν(共同呼吸、呼应)与 σύῤῥουν(共同流动、疏通)都是修饰主语 πᾶν τὸ σῶμα(整个身体)的主格表语,并支配与格反身代词 ἑαυτῷ(自身、彼此)。这表达了身体各部分紧密相连、体液或精气相互流通的有机自然观。
  3. p.158χωρὶς τοῦ τὸν ἄλλον θώρακα συντρῆσαι — 介词 χωρὶς 支配属格,在此处接带冠词的不定式属格 τοῦ συντρῆσαι(穿孔、打洞)。不定式的逻辑主语是宾格的 τὸν ἄλλον θώρακα(胸腔的其他部分)。整句意为“在不穿透胸腔其他部分的情况下”,表示排除或伴随状况。

引用这一段

盖伦, 论脉搏的作用 §2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg031.humanitext-grc1:2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。