Humanitext Reader

盖伦 · 论脉搏的作用 §2#1

颈动脉结扎与网状血管丛对精神精气的作用

第 2 段,共 10 段 · 希腊语

内容简介

本章以呼吸的双重功用为标准,解释了结扎颈动脉不会对动物造成即刻伤害的原因,将其归因于“网状血管丛”对精神精气的加工与储存,并通过实验观察进行了验证。

§2#1Ζητητέον οὖν, ὅπῃ τῶν λόγων ὁ ἕτερος παραλογίζεται, κάνονα τῆς κρίσεως ποιησαμένοις ἡμῖν τὴν χρείαν τῆς ἀναπνοῆς, ἣν ἐδείξαμεν ἐν τοῖς περὶ αὐτῆς λόγοις διττὴν οὖσαν, ὡς ἐδόκει καὶ Ἱπποκράτει·
因此,我们必须探究这两个论点中哪一个是荒谬的,我们要将呼吸的功用作为我们判断的准则。 正如希波克拉底所认为的那样,我们在关于呼吸的论述中已经表明这种功用是双重的。
τὴν μὲν γὰρ ἑτέραν, τὴν μείζω, φυλακὴν τῆς ἐμφύτου θερμασίας, τὴν δὲ ἑτέραν, τὴν ἐλάττονα, θρέψιν τοῦ ψυχικοῦ πνεύματος.
其中之一,即较大部分,是保护先天之热;而另一个较小部分,则是滋养精神精气。
ἀλλ’ εἰς ἄμφω ταῦτα παρὰ τῆς διὰ τῶν ῥινῶν εἰσπνοῆς ὠφελεῖσθαι τὸν ἐγκέφαλον ἐλέγομεν.
但我们曾说,对于这两者,大脑都从通过鼻孔的吸气中获得益处。
ὥστ’ οὐδὲν θαυμαστὸν, ὀλίγης αὐτῷ παρὰ καρδίας χορηγουμένης τῆς ἐπικουρίας, ὀλίγην εἶναι καὶ τὴν βλάβην, τῶν καρωτίδων λεγομένων ἀρτηριῶν βρόχοις διαληφθεισῶν.
因此,既然心脏向其提供的援助微乎其微,那么当所谓的颈动脉被结扎线结扎时,其损害也同样微小,这就不足为奇了。
ἀλλ’ ἴσως τις φήσει, μηδ’ ἐλαχίστην φαίνεσθαι· δι’ ὅλης γὰρ ἡμέρας τὸ ζῶον, ὡς ἐπειράθημεν πολλάκις, ἀβλαβὲς διαμένει.
但是也许有人会说,甚至连最微小的伤害都没有显现出来;因为正如我们多次尝试的那样,动物整天都保持无损。
καὶ ὀρθῶς γε φήσει.
他说的确实没错。
καὶ δὴ τοῦθ’ ἡμεῖς ἀποροῦντες ἐπενοήσαμεν τοιούτου τινὸς ἀποπειραθῆναι φαινομένου.
于是,我们在对此感到困惑时,便想到了对这样一种现象进行实验。
πρότερον δ’ ἐρῶ τὸν λογισμὸν, ὅθεν εἰς τοῦθ’ ἥκομεν.
但在此之前,我将先阐明我们是如何得出这一想法的推理。
ἐπεὶ γὰρ ἐν ἑτέροις ἡμῖν ἀποδέδεικται, τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας πνεύματος εἶναι ψυχικοῦ μεστὰς, τροφῆς χρήζοντος συνεχοῦς, ἀποδέδεικται δὲ καὶ ὡς δαπανᾶται τοῦτο ἐν ταῖς καθ’ ὁρμὴν κινήσεσιν, ἄμεινον ἐδόκει τρέχειν ἀναγκάζειν τὸ ζῶον, ᾧ τὰς ἀρτηρίας βρόχοις διελάβομεν.
因为既然我们在其他著作中已经证明,大脑的脑室 filled 充满了需要持续滋养的精神精气,并且也证明了这种精气在自主运动中会被消耗,所以我们认为,最好是强迫那些我们用结扎线结扎了动脉的动物去奔跑。
ἐπεὶ δὲ μέχρι μὲν πολλοῦ καλῶς ἔτρεχε, μέχρι παντὸς δ’ οὐκ ἠδύνατο, ζητεῖν ἐδόκει χρῆναι, διότι μέχρι μὲν πολλοῦ ἔτρεχε, μέχρι παντὸς δὲ οὐκ ἠδύνατο, καὶ πάλιν αὐτὸ μέχρι πολλοῦ οὐ διαρκεῖν, ἀλλ’ εὐθέως ἐκλύεσθαι, δαπανωμένου τοῦ ψυχικοῦ πνεύματος.
但是,既然它在很长一段时间内跑得很好,却无法一直跑下去,那么似乎就有必要探究,为什么它能跑很长时间却无法一直跑下去,以及为什么在精神精气被消耗时它不能坚持很长时间而是立刻衰竭。
ἀλλὰ καὶ αὐτοῦ τούτου τὸ δικτυοειδὲς πλέγμα πρὸς τῶν ἀμφὶ τὸν Ἡρόφιλον κληθὲν ἐδόκει τὴν αἰτίαν ἔχειν.
然而,这一现象本身的原因,似乎在于被赫罗菲洛斯学派称为“网状血管丛”的结构。
ἐκεῖ γὰρ αἱ ἐπὶ τὸν ἐγκέφαλον ἀνιοῦσαι καρωτίδες ἀρτηρίαι, πρὶν διελθεῖν τὴν σκληρὰν μήνιγγα, σχίζονται πολυειδῶς ὑπ’ αὐτῆς, περιπλεκόμεναι κατὰ πολλοὺς στίχους, ὡς εἰ νοήσαις ἀλλήλοις ἐπικείμενα δίκτυα πλείω, καὶ χώραν παμπόλλην, ἣν καλοῦσιν ἐγκεφάλου βάσιν, καταλαμβάνουσιν, ἐνὸν αὐταῖς εὐθὺς μὲν διεκπεσεῖν τὰς μήνιγγας, ἐμφῦναι δὲ εἰς τὸν ἐγκέφαλον, οὗ περ ἐξ ἀρχῆς ἰέναι.
因为在那里,升入大脑的颈动脉在穿过硬脑膜之前,被硬脑膜以多种方式分割,并在许多层面交织在一起,就像你设想几个重叠在一起的网一样,它们占据了被称为脑底部的极广区域,尽管动脉原本可以直接穿过膜并进入它们最初要去的脑部。
τοῦθ’ οὖν τὸ θαυμαστὸν πλέγμα πρὸς τῆς μηδὲν εἰκῆ ποιούσης φύσεως ἐν οὕτως ἀσφαλεῖ χώρᾳ ταχθῆναι, μεγάλης τινὸς ἐδόκει χρείας ἐνδεικτικὸν ὑπάρχειν.
因此,这个奇妙的血管丛被绝不徒劳无功的自然安置在如此安全的地方,似乎表明了某种巨大的功用。
ἀλλ’ ἐπειδὴ τὴν τῶν ἐντέρων ἕλικα καὶ τὴν τῶν εἰς τοὺς ὄρχεις ἐμφυομένων ἀγγείων ἀκριβοῦς τε πέψεως ἕνεκα τῶν περιεχομένων ὑλῶν καὶ προσέτι δαψιλοῦς παρασκευῆς ταῖς ἑξῆς ἐνεργείαις ἑωρῶμεν γεγενημένην, εὔλογον ἐδόκει κᾀνταῦθα τοιοῦτόν τι μεμηχανῆσθαι τὴν φύσιν, ἅμα τε κατεργαζομένην πολλῷ χρόνῳ τὴν ἐν ταῖς ἀρτηρίαις ὕλην, αἷμα θερμὸν καὶ λεπτὸν καὶ ἀτμῶδες ὑπάρχουσαν, ἅμα τε κατασκευάζουσαν τροφὴν δαψιλῆ τῷ κατὰ τὸν ἐγκέφαλον ψυχικῷ πνεύματι.
但是,既然我们看到肠道的盘旋以及进入睾丸的血管的盘旋,是为了对所含物质进行精确的消化,并且是为了随后的活动进行充裕的准备,那么在这里,自然似乎也设计了类似的东西,这在逻辑上是合理的:它既能长时间地加工动脉中的物质(即温暖、稀薄且呈蒸汽状的血液),同时又能为大脑中的精神精气准备充裕的滋养。
καὶ διὰ τοῦτο, κᾂν στερηθῇ τῆς πρὸς τὴν καρδίαν συνεχείας ὁ ἐγκέφαλος, ἐξαρκεῖ αὐτῷ τὸ δικτυοειδὲς πλέγμα μέχρι πολλοῦ, καὶ μάλισθ’ ὅταν ἀτρεμῇ τὸ ζῶον, ὡς ἂν μὴ δαπανωμένου τηνικαῦτα τοῦ ψυχικοῦ πνεύματος εἰς τὴν καθ’ ὁρμὴν ἐνέργειαν.
因此,即使大脑失去了与心脏的连续性,网状血管丛也能为它维持很长时间,尤其是在动物安静时,因为那时精神精气不会因自主活动而被消耗。
τὸ μὲν δὴ χαλεπώτατόν τε καὶ ἀπορώτατον δοκοῦν, τὸ κατὰ τὰς καρωτίδας ἀρτηρίας, οὐδὲν ἔχειν ἄπορον ἔτι φαίνεται.
这样,关于颈动脉的那个似乎最困难、最令人困惑的问题,现在看来已不再有任何困难了。
παραπλησίως δ’ αὐτῷ καὶ τὸ κατὰ τὰς ἄλλας ἁπάσας, ὧν ἑκάστης βρόχῳ διαληφθείσης οὐδὲν ἐν τῷ παραυτίκα βλάπτεται τὸ μέρος.
与此相似的是关于所有其他动脉的问题,其中任何一条被结扎线结扎时,该部位在目前都不会受到任何伤害。

词汇与语法注释

  1. ¦435¦κάνονα τῆς κρίσεως ποιησαμένοις ἡμῖν τὴν χρείαν τῆς ἀναπνοῆς — 与格分词短语 `ποιησαμένοις ἡμῖν` 作为施事与格,与无人称动词性形容词 `Ζητητέον` 连用。分词 `ποιησαμένοις` 带有双宾格(`κάνονα` 和 `τὴν χρείαν`),表示“以呼吸的功用作为我们的判断准则”。
  2. ¦p.155¦ἐνὸν αὐταῖς εὐθὺς μὲν διεκπεσεῖν τὰς μήνιγγας — 这是使用无人称动词 `ἔνεστι`(有可能)的中性现在分词 `ἐνόν` 构成的宾格绝对(accusative absolute)句式,带有名词主体与格 `αὐταῖς`(指动脉),表示让步语气(“尽管它们本可以……”)。
  3. ¦p.156¦ὡς ἂν μὴ δαπανωμένου τηνικαῦτα τοῦ ψυχικοῦ πνεύματος — 连词 `ὡς` 与小词 `ἄν` 连用,修饰属格绝对句(`δαπανωμένου τοῦ ψυχικοῦ πνεύματος`),表示假设性或虚拟性的原因(“因为那时[精神精气]应该不会被消耗”)。

引用这一段

盖伦, 论脉搏的作用 §2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg031.humanitext-grc1:2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。