← ガレノス

脈の機能について

§2#2

生来の熱の源泉としての心臓と他部位の差異

著者(ガレノス)は、生まれつきの熱の源泉である心臓と、その熱によって温められる他の部位との違いを論じ、心臓が熱の遮断に対して最も脆弱である理由を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2#2

ἐχρῆν γὰρ, οἶμαι, κᾀνταῦθα σκοπεῖν, ὡς οὐκ ἴσον ἐστὶν, ἢ τὴν ἀρχὴν αὐτὴν τῆς ἐμφύτου θερμασίας παθεῖν, ἤ τι τῶν ὑπ’ αὐτῆς θερμαινομένων.1 τὴν μὲν γὰρ ἀεὶ χρὴ θερμὴν ἱκανῶς ὑπάρχειν· καὶ γὰρ ἑαυτὴν καὶ τἄλλα κινεῖ τε ἅμα σφυγματωδῶς καὶ θερμαίνει· τοῖς δὲ ἀπόχρη βραχείας εὐπορεῖν θερμασίας εἰς τὸ διασώζεσθαι. καὶ τὴν μὲν εἰ στερήσαις τῆς ἐμφύτου θερμασίας, αὐτήν τε ψύξεις καὶ τἄλλα πάντα, ὅσα πρότερον ὑπ’ αὐτῆς ἐθερμαίνετο· τῶν δ’ ἄλλων οὐδὲν στερῆσαι τελέως δυνήσῃ τῆς θερμασίας, κᾂν βρόχοις διαλάβῃς τὰς ἀρτηρίας· διά τε γὰρ τῶν χιτώνων ἐπιῤῥυήσεταί τι, καὶ γὰρ σύμπνουν ἐστὶ καὶ σύῤῥουν ἑαυτῷ πᾶν τὸ σῶμα2 κατὰ τὸν Ἱπποκράτους λόγον. ὥστε, κᾂν μὴ διὰ τῶν ἀρτηριῶν, ἀλλά γε διὰ τῶν ἄλλων καὶ μάλιστα διὰ φλεβῶν τῷ συνεχεῖ τῆς μεταλήψεως εἰς πᾶν μόριον ἐνεχθήσεταί τι τῆς θερμασίας. ἅπαντα οὖν τὰ τοιαῦτα τοῖς φαινομένοις ὁμολογεῖ, καὶ θαυμαστὸν οὐκ ἔτι δόξει τὴν ἀρχὴν τῆς θερμασίας μᾶλλον τῶν ἄλλων βλάπτεσθαι στερηθείσης τῆς ἀναπνοῆς. καὶ γὰρ ἐν ταῖς ἰατρικαῖς σικύαις ἡ μὲν φλὸξ ἀπόλλυται παραχρῆμα, μένει δ’ ἄχρι πλέον ἡ θερμασία περί τε τὸν ἐντὸς ἀέρα καὶ κατ’ αὐτὸ τὸ σῶμα, οὐ τραφεῖσα. οὕτω δὲ κᾀν τοῖς οἴκοις τοῖς ὑπὸ πυρὸς θερμανθεῖσιν θερμασία φαίνεται διαμένουσα, τοῦ πυρὸς ἐσβεσμένου πολλάκις. οὐχ ὅμοιον οὖν ἐστι τὸ κατὰ φύσιν τῇ τε καρδίᾳ καὶ τοῖς ἄλλοις μορίοις· τὴν μὲν γὰρ ζεῖν ἀεὶ χρὴ, τοῖς δ’ ἀρκεῖ τὸ μὴ παντάπασι καταψύχεσθαι. μάθοις δ’ ἂν ἐναργῶς τὸ λεγόμενον, εἰ γυμνώσαις καρδίαν ζώου, αὐτῆς διελὼν τὸ σκέπασμα, ὃ καλοῦσι περικάρδιον χιτῶνα, χωρὶς τοῦ τὸν ἄλλον θώρακα συντρῆσαι.3 τάχιστα γὰρ ἀποθνήσκει τὸ ζῶον, εἰ καταψύξεις τὴν καρδίαν· εἰ μέντοι θερμὴν φυλάττοις, οὐδὲν πάσχει. ψύξεις μὲν οὖν αὐτὴν ἐν ἀέρι τὴν χειρουργίαν ψυχρῷ ποιούμενος καὶ ψυχρὸν καταῤῥαίνων ὕδωρ· φυλάξεις δὲ ὡς πλείστου θερμὴν διὰ τῶν ἐναντίων. ἀλλ’ εἰ, κατεψυγμένης ἤδη, καὶ διὰ τοῦτο τοῦ ζώου τεθνεῶτος, ἐθέλοις παραχρῆμα τρώσας ὁποτέραν οὖν τῶν κοιλιῶν, καὶ μᾶλλον τὴν ἀριστερὰν, καθεῖναι δάκτυλον εἰς αὐτὴν,  αἰσθήσῃ πολλῆς τῆς θερμασίας, καὶ πολύ γε πλέονος, ἢ ἐν τοῖς ἄλλοις μορίοις τοῖς κατὰ φύσιν διακειμένοις. τὸ γὰρ ἴσον μέρος τῆς θερμασίας ἐλάχιστον μὲν τῇ καρδίᾳ, πάμπολυ δὲ τοῖς ἄλλοις ἐστί. καὶ τοίνυν, ὅταν μὴ φυλάττηται τοῦτο, τὸ μὲν ἐκ τῆς καρδίας οἷον φλὸξ διαφορεῖται, τὸ δ’ ἐν τοῖς ἄλλοις ἄχρι πολλοῦ παραμένει. φυλακὴ δὲ ἦν ἐκείνῃ μὲν ἡ ἀναπνοὴ μόνη, τοῖς δ’ ἄλλοις διττή· σφυγμὸς μὲν, οἷον προαναπνοὴ, τό τε ἀπὸ τῆς ἀρχῆς ἐπιῤῥέον ἐξ ἐπιμέτρου. κατὰ δύο τοίνυν αἰτίας ἕκαστον τῶν μορίων πλεονεκτεῖ τῆς καρδίας εἰς τὸ μὴ ταχέως βλάπτεσθαι θερμασίας ἐνδείᾳ. καὶ γὰρ, ὅτι πλείστης μὲν ἐκείνη χρῄζει, τὰ δ’ ἄλλα βραχείας, καὶ ὅτι τῇ μὲν οὐδαμόθεν ἐπιῤῥεῖ, τοῖς δ’ ἀπ’ ἐκείνης, ἡ μὲν ἑτοίμως ἐξίσταται τοῦ κατὰ φύσιν, τὰ δὲ οὔ.

というのも、私が思うに、ここでもまた、生まれつきの熱の源そのものが損なわれるのか、それともそれによって温められているもののいずれかが損なわれるのかは、同じことではないという点を考慮すべきだからである。前者は常に十分に温かくあらねばならない。なぜなら、それはそれ自体をも他のものをも脈動的に動かすと同時に、温めるからである。これに対して後者にとっては、維持されるためにわずかな温かさを得ていれば十分である。そして、もし前者を生まれつきの熱から奪うなら、それ自体をも、また以前にそれによって温められていた他のすべてのものをも冷やすことになる。しかし、たとえ動脈を糸で縛ったとしても、他のもののいずれをも完全に温かさから奪うことはできない。なぜなら、ヒッポクラテスの言葉に従えば、身体全体は互いに息を合わせ、共に流れ通っているものであるため、(血管の)膜を通しても何かが流れ込むからである。したがって、たとえ動脈を通してではなくとも、少なくとも他の経路、特に静脈を通して、授受の連続性によって温かさの一部がすべての部位へと運ばれることになる。それゆえ、このようなことすべてが現象と一致するのであり、呼吸が奪われたときに、熱の源が他の部位よりも大きく損なわれることは、もはや不思議には思われないだろう。というのも、医療用の吸角(吸いふくべ)においても、炎は直ちに消え去るが、温かさは、栄養を与えられずとも、内部の空気の周りやその器自体において、より長い間残るからである。これと同様に、火によって温められた家の中においても、火がすでに消された後でも、しばしば温かさが残るのが見られる。それゆえ、心臓と他の部位にとって、自然な状態は同じではない。なぜなら、心臓は常に沸き立っていなければならないが、他の部位にとっては、完全に冷え切ってしまわないことで十分だからである。もし他の胸部を穿孔することなく、動物の心臓を露出させ、心膜と呼ばれるその被膜を切り開くならば、言われていることを明瞭に理解できるだろう。なぜなら、もし心臓を冷やすならば、その動物は極めて速やかに死ぬが、もしそれを温かく保つならば、何ら害を被らないからである。さて、冷たい空気の中で手術を行い、冷たい水を振りかけることによって、あなたは心臓を冷やすことになる。逆に、反対の方法によって、それをできるだけ温かく保つことになる。しかし、心臓がすでに冷やされ、そのために動物が死んだ後、あなたが直ちにいずれかの心室、とりわけ左心室を傷つけて、その中に指を差し入れたいと思うなら、多くの温かさを、それも自然な状態にある他の部位におけるよりもはるかに多くの温かさを感じるだろう。というのも、同量の温かさは、心臓にとっては極めてわずかなものにすぎないが、他の部位にとっては非常に大きなものだからである。それゆえ、これが保たれないとき、心臓の温かさは炎のように霧散してしまうが、他の部位の温かさは長い間とどまるのである。そして、前者にとっての保護は呼吸だけであったのに対し、他の部位にとってのそれは二重である。すなわち、いわば事前呼吸としての脈拍と、さらに源から余分に流れ込んでくるものとである。それゆえ、二つの理由によって、各部位は、温かさの不足によって速やかに害を被らないという点で、心臓に対して有利な立場にある。なぜなら、心臓が最も多くの温かさを必要とするのに対し、他の部位はわずかで足りるからであり、また、心臓にはどこからも流れ込まないのに対し、他の部位には心臓から流れ込むからである。こうして、心臓はたやすく自然な状態から逸脱するが、他の部位はそうではない。

構文注3 件
  1. 2ἐχρῆν γὰρ, οἶμαι, κᾀνταῦθα σκοπεῖν, ὡς οὐκ ἴσον ἐστὶν, ἢ τὴν ἀρχὴν αὐτὴν τῆς ἐμφύτου θερμασίας παθεῖν, ἤ τι τῶν ὑπ’ αὐτῆς θερμαινομένων

    ἐχρῆν(非人称動詞 χρῆ の未完了過去)は「〜すべきであった、〜すべきである」という当為・義務を表し、不定詞 σκοπεῖν(考慮する、検討する)を従えている。接続詞 ὡς の導く節は σκοπεῖν の目的語であり、その内部は ἴσον ἐστὶν(等しい)の主語として ἢ ... ἤ ...(〜か、あるいは〜か)による選言的な不定詞句(παθεῖν)が置かれている。全体として「〜は同じことではないと考慮すべきである」という骨格をなしている。

  2. 2σύμπνουν ἐστὶ καὶ σύῤῥουν ἑαυτῷ πᾶν τὸ σῶμα

    ヒッポクラテスからの引用句とされる表現。σύμπνουν(共に息を吸う、呼応する)と σύῤῥουν(共に流れる、疎通する)はいずれも πᾶν τὸ σῶμα(全身体)を修飾する主格補語であり、与格 ἑαυτῷ(それ自体に、互いに)に係る。身体全体の各部位が密接に連携し、体液やプネウマをやり取りしているという有機体的自然観を示す。

  3. 2χωρὶς τοῦ τὸν ἄλλον θώρακα συντρῆσαι

    前置詞 χωρὶς は属格を支配し、ここでは冠詞付き不定詞の属格 τοῦ συντρῆσαι(穿孔すること、穴を開けること)を導いている。不定詞の意味上の主語は対格 τὸν ἄλλον θώρακα(他の胸部、胸腔)である。全体として「他の胸腔に穴を開けることなしに」という付帯的状況・除外条件を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0057.tlg031.humanitext-grc1:2#2