Humanitext Reader

盖伦 · 论脉搏的作用 §3

血管结扎与热量传递及脉搏功能

第 4 段,共 10 段 · 希腊语

内容简介

作者通过血管结扎的临床病例以及紧缚肢体的实验,证明了来自心脏的热量不仅通过动脉,也通过静脉输送到身体各部位。同时他论证了脉搏具有维持全身热量的作用,并像呼吸一样,在舒张时吸入空气进行冷却,在收缩时排出废料。

§3Περὶ δὲ τοῦ μὴ δι’ ἀρτηριῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν φλεβῶν καὶ τῶν ἄλλων ἁπάντων ἐπιῤῥεῖν ἐκ τῆς καρδίας τοῖς μορίοις τὴν θερμασίαν, ἐπεὶ διὰ βραχέος εἴρηται πρόσθεν, αὖθις ἡμῖν ἀναληπτέον τε καὶ ἀποδεικτέον, εἰποῦσι πρότερον τὰ φαινόμενα, δι’ ὧν ἄν τις αὐτὸ συλλογίσαιτο.
关于热量不仅通过动脉,而且也通过静脉及所有其他通道从心脏流入各部位这一点,由于此前已作了简要叙述,我们必须在首先阐明用以推导此点的现象之后,重新予以讨论并加以证明。
πολλοὺς οὖν ἤδη πολλάκις μονομάχους μονάρχους τε καὶ στρατιώτας καὶ κυνηγέτας οὕτω τρωθῆναι συνέβη φλέβας καὶ ἀρτηρίας, ὥστε ἀναγκασθῆναι τοὺς ἰατροὺς βρόχῳ διαλαβεῖν αὐτάς.
迄今已多次发生,许多角斗士、君主、士兵和猎人因静脉和动脉受重伤,以致医生不得不结扎它们。
καὶ οὗτοι πάντες οὐ μετὰ πολὺν χρόνον ψυχροτέρων αἰσθάνονται τῶν μορίων, πρωϊαίτερον μὲν, εἰ τὰς φλέβας καὶ τὰς ἀρτηρίας βρόχῳ διαλάβοις, ὀψιαίτερον δὲ, εἰ τὰς ἀρτηρίας μόνον, ἥκιστα δὲ, εἰ μόνας τὰς φλέβας.
而所有这些人,在不久之后都会感到那些部位变冷:如果同时结扎静脉和动脉,则变冷较早;如果仅结扎动脉,则较晚;如果仅结扎静脉,则最不明显。
ἐξ ὧν δῆλον, ἥκειν μέν τινα καὶ διὰ τῶν φλεβῶν εἰς τὰ μόρια θερμασίαν, ἀλλ’ ἐλάττονα μακρῷ τῆς διὰ τῶν ἀρτηριῶν.
由此显而易见,虽然也有一些热量通过静脉输送到各部位,但远少于通过动脉输送的热量。
εἰ δὲ χωρὶς τραύματος ἐθελήσαις μόριόν τι τοῦ σώματος λαβὼν ἰσχυρῶς καταδῆσαι, παραχρῆμα πελιδνόν τε καὶ ψυχρὸν αὐτὸ γινόμενον θεάσῃ, δῆλον ὡς στερηθὲν τῆς ἄνωθεν ἐπιῤῥεούσης διὰ πάντων τῶν μερῶν αὐτοῦ θερμασίας.
如果我们在不造成外伤的情况下,将身体的某个部位牢牢绑住,你就会立刻看到它变得青紫且寒冷,这显然是因为它被剥夺了从上方流经其所有部分的温热。
ὁπότ’ οὖν καὶ τοῦτο δέδεικται, καὶ φαίνεται μηδὲν ἐναντιούμενον τῷ μὴ μίαν εἶναι τὴν χρείαν τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν, ἕτοιμον ἤδη συλλογίσασθαι, φυλακῆς ἕνεκα τῆς καθ’ ἕκαστον μόριον θερμασίας γεγονέναι τοὺς σφυγμούς.
因此,既然这一点也得到了证实,并且看起来与呼吸和脉搏的用途并非单一且相同这一事实完全不相矛盾,那么我们现在很容易推导得出:脉搏的产生是为了保护每个部位的温热。
ὥσθ’, ὅπερ ἐκ τῆς ἀναπνοῆς τῇ καρδίᾳ μόνῃ, τοῦτ’ ἐξ ἐκείνων τῷ καθ’ ὅλον τὸ ζῶον ὑπάρχειν θερμῷ, εἶναι δὲ καὶ τὸ τῆς πέψεως τοῦ ψυχικοῦ πνεύματος κοινὸν μὲν ἀμφοῖν, ἀλλ’ ἰδιαίτατον τῶν ἀρτηριῶν, εἴ γε δὴ μεμνήμεθα τῶν ὀλίγον πρόσθεν εἰρημένων περὶ τοῦ δικτυοειδοῦς πλέγματος.
因此,正如呼吸之于心脏本身,脉搏之于整个动物体内的热也是如此;而动物精气的消化虽然是两者所共有的,但如果我们还记得不久前关于网状血管丛的论述,它也是动脉最特有的。
ἐπεὶ τοίνυν ἐν τῷ περὶ χρείας ἀναπνοῆς ἐδείκνυτο διὰ μὲν τῆς εἰσπνοῆς ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, διὰ δὲ τῆς ἀναπνοῆς οἷον καθαιρόμενον, ἐκκρινομένου τοῦ καπνώδους περιττώματος, ἄμφω δὲ ταῦτ’ εἰς τὴν φυλακὴν αὐτοῦ συντελεῖν, δῆλον ὡς κᾀπὶ τῶν σφυγμῶν ἐροῦμεν, ἐν μὲν ταῖς διαστολαῖς ἕλκεσθαί τινα οὐσίαν ἀερώδη, κατὰ δὲ τὰς συστολὰς ἐκκρίνεσθαι τὸ ἐκ τῆς τῶν χυμῶν συγκαύσεως καθ’ ὅλον τὸ ζῶον γινόμενον οἷον καπνῶδες περίττωμα.
那么,既然在《论呼吸的用途》中已经表明,通过吸入,先天之热得以冷却,而通过呼出,烟雾状的废料得以排出并从而被净化,且这两者都有助于其保护,显而易见,对于脉搏我们也会这样说:在舒张时,某种空气状的物质被吸入;而在收缩时,则排出因整个动物体内的体液燃烧而产生的烟雾状废料。

词汇与语法注释

  1. p.160εἰποῦσι — 该词是第一不定过去时主动分词阳性复数与格,与形容动词 `ἀναληπτέον τε καὶ ἀποδεικτέον` 的施事与格 `ἡμῖν` 一致。在句法上,它起到时间或手段的作用,表示“在我们首先阐明……之后”。
  2. p.160ψυχροτέρων αἰσθάνονται τῶν μορίων — 动词 `αἰσθάνομαι` 支配表示感知对象的属格名词 `τῶν μορίων`,并伴有比较级属格形容词 `ψυχροτέρων` 作谓语性修饰。其字面意思是“感知到这些部位变得更冷”。
  3. p.161ὥσθ’, ὅπερ ἐκ τῆς ἀναπνοῆς τῇ καρδίᾳ μόνῃ, τοῦτ’ ἐξ ἐκείνων τῷ καθ’ ὅλον τὸ ζῶον ὑπάρχειν θερμῷ — 这是由连续接续词 `ὥστε` 引导的带对格的不定式结构的一部分。在关联结构 `ὅπερ [ὑπάρχει] ... τοῦτο ὑπάρχειν` 中,前半句的关系从句省略了动词,而后半句则由于隶属于 `ἕτοιμον [ἐστὶ] συλλογίσασθαι` 而使用了不定式 `ὑπάρχειν`。其中 `ἐκείνων` 指代前句中的 `σφυγμούς`(脉搏)。

引用这一段

盖伦, 论脉搏的作用 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg031.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。