Humanitext Reader

盖伦 · 神经解剖学 §5

第三与第四对脑神经的分支及对称规律

第 2 段,共 7 段 · 希腊语

内容简介

作者描述了第四对神经的走向,以及第三对神经向颌、牙齿、面部和舌头(味觉)的广泛分支,同时确立了所有颅脑和脊髓神经均呈双侧对称的普遍解剖学规律。

§5Βραχὺ δὲ αὐτῶν οὖσα σκληροτέρα τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἡ τετάρτη συζυγία μετὰ τὴν ἔκφυσιν εὐθέως ἀναμίγνυται τῇ τρίτῃ, καὶ συνδιεξέρχεται πρώτην μὲν τὴν παχεῖαν μήνιγγα, μετὰ ταῦτα δὲ ἤδη καὶ τὸ κατὰ τὴν κεφαλὴν ὀστοῦν εἶτ’ αὖθις ἀποχωρίζεται πρὸς τὴν ὑπερῴαν τοῦ στόματος.
第四对神经在大脑发出的神经中比它们稍硬一些,在起点处立时与第三对混合,并与之共同穿过,首先是硬脑膜,其后便是头部附近的骨骼,然后再次分开通向口腔的穹窿(腭)。
ἥ γε μὴν τρίτη συζυγία, καθάπερ ἐκ πολλῶν φαίνεται τῶν πρώτων συγκειμένη ῥιζῶν, οὕτω καὶ κατασχίζεται πολυειδῶς.
第三对神经,正如它显得由许多最初的根所组成一样,也以多种方式分叉。
οὐδὲν γὰρ διαφέρει λύεσθαι λέγειν ἀπ’ ἀλλήλων τὸ προειρημένον ἄθροισμα τῶν νεύρων, ἢ κατασχίζεσθαι τὸ σύμπαν, ἀποσχιζομένων τῶν μερῶν.
因为,说上述神经束彼此分离,还是说其部分分支而整体分叉,并没有任何区别。
οὕτω δὲ εἰ καὶ διακρίνεσθαί τις ἀπ’ ἀλλήλων αὐτὰ λέγει, ἢ τοῦ παντὸς ἀθροίσματος φύεσθαι τῶν μερῶν ἕκαστον, οὐ διοίσει.
同样地,如果有人说它们彼此区分,或者说每个部分都从整个神经束中生长出来,也没有区别。
πρῶτον μὲν οὖν ἕκαστον αὐτῶν ἀποχωρεῖ μόριον εἰς τὸ κάτω τῆς κεφαλῆς φερόμενον, ἀγνοηθὲν τοῖς ἀνατομικοῖς.
首先,它们的每个部分都向着头部下方离去,这曾被解剖学家们所忽视。
κοινὸν δ’ ἐστὶ τὸ τρῆμα τοῦ κρανίου, δι’ οὗ τοῦτο φέρεται κάτω, καὶ τῆς καρωτίδος ἀρτηρίας τὸ λείψανον ἀναφέρεταί τε πρὸς τὸν ἐγκέφαλον, ἓν καθ’ ἑκάτερον μέρος.
颅骨上有一个共同的孔洞,此部分通过它向下延伸,而颈动脉的其余部分则通过它向上通往大脑,左右两侧各一。
εἰ δὲ καὶ μὴ λέγοιτό ποτε τοῦτο, προσυπακούειν αὐτὸ χρὴ διὰ παντὸς ἅπαξ ἀκηκοότας ἄρτι· μηδὲν μήτε τῶν ἐξ ἐγκεφάλου, μήτε τῶν ἐκ νωτιαίου νεύρων ἀζυγὲς ὑπάρχειν, ἀλλ’ ἀεὶ τὸ μὲν ἐν τοῖς δεξιοῖς, τὸ δὲ ἐν τοῖς ἀριστεροῖς μέρεσιν, ἀκριβῶς. ἀλλήλοις ἴσα τὸ μέγεθος.
即便有时不提此事,既然刚才只听过一次,就应当始终在心中默会它:无论是大脑发出的神经,还是脊髓发出的神经,没有一条是单只存在的,而是始终一条在右侧,一条在左侧,其大小彼此完全相等。
ὅπως μὲν οὖν ταῦτα τὰ νεῦρα φέρεται διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος εἰς τὰ κάτω τῶν φρενῶν χωρία, καὶ τίς αὐτῶν ἡ νομὴ, προϊὼν ὁ λόγος ἐξηγήσεται·
至于这些神经如何穿过颈部和胸部通往横膈膜下方的区域,它们的分布又是如何,随后的论述将会予以阐明。
νῦν δὲ ἐπὶ τὰ λοιπὰ μόρια τῆς τρίτης συζυγίας ἀνέλθωμεν.
不过现在,让我们回到第三对神经的其余部分。
ἐκπίπτουσα γὰρ τοῦ κρανίου ψαύει μὲν τῆς δευτέρας, οὐ μὴν ἀναμίγνυται ταύτῃ, καθάπερ ἄλλαι τινὲς μίγνυνται, σχίζεται δὲ πολυειδῶς, ὡς ἔφην.
当它穿出颅骨时,虽然接触到第二对神经,却不像其他一些神经那样与之混合,而是如我所说,呈多种方式分叉。
αὐτίκα γοῦν ἐκπίπτει τι μόριον αὐτῆς παρὰ τὴν διάρθρωσιν τῆς γένυος εἰς τὰ πρόσω τῶν ὤτων, ὅσοις ἀπὸ τῆς πέμπτης συζυγίας ἥκουσιν ὅπως ἀναμίγνυται, μικρὸν ὕστερον ἀκούσεις.
例如立时,它的一部分从颌关节旁穿出,通往耳朵前方;至于它如何与来自第五对的神经相混合,你稍后就会听到。
τοῦτο μὲν οὖν μικρόν τι μόριόν ἐστιν αὐτῆς.
这只是它极小的一部分。
τὸ δὲ οἷον πρέμνον ἁπάντων τῶν ἀπ’ αὐτοῦ πεφυκότων μερῶν ἐν λόγῳ κλάδων τε καὶ ἀκρεμόνων δίχα μὲν σχίζεται τὸ πρῶτον, ἑκάτερον δ’ αὖθις ἐκείνων εἰς πολλὰ μόρια, τὸ μὲν ἕτερον εἴς τε τοὺς κροταφίτας μῦς καὶ τοὺς μασσητῆρας ὀνομαζομένους, ὅσοι τε ἄλλοι τῆς ἄνω γένυος ἐκπεφύκασιν, διανεμόμενον· ἔστι δὲ καὶ τοῖς οὔλοις ὀνομαζομένοις καὶ τοῖς ὀδοῦσι καὶ τῷ δέρματι τῷ περὶ τὸ πρόσωπον ἐκ τούτων τῶν νεύρων· τὸ δὲ ἕτερον εἴς τε τὰς ῥίζας τῶν κατὰ τὴν κάτω γένυν ὀδόντων σχίζεται, καὶ κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἥν ἐσχίσθη τὸ πρότερον εἰς τοὺς ἄνω, καὶ τοῖς οὔλοις δ’ ἀπονεμήσεις ὁμοίως πέμπει, καὶ τοῖς κάτω χείλεσιν, ὥσπερ ἐκεῖνο τοῖς ἄνω.
而那如同从其上生出的所有部分(好比树枝和嫩条)的树干般的部分,起初分为两支,这两支中的每一支又再次分为许多部分:其中一支分布于颞肌、被称为咬肌的肌肉以及所有其他从上颌生出的肌肉;从这些神经中,也有分布于被称为牙龈的部分、牙齿以及面部周围皮肤的分支;另一支则分叉通往下颌牙齿的根部,并以与前一支分叉到上部相同的比例,同样向牙龈发送分支,并向内分布到下唇,正如前一支对上唇所做的那样。
τὸ πλεῖστον δ’ αὐτοῦ μέρος εἰς τὸν τῆς γλώττης διανέμεται χιτῶνα, καὶ καλοῦσί τινες τὸ ζεῦγος τοῦτο τῶν νεύρων γευστικὸν, ἐπειδὴ δι’ αὐτῶν ἡ τῆς γεύσεως αἴσθησις γίγνεται.
其大部分则分布于舌头的粘膜,有些人称这对神经为“味觉神经”,因为通过它们产生了味觉。
τοιαύτη μέν τις καὶ ἡ τῆς γ΄ συζυγίας. τομή.
第三对神经的分叉大致就是如此。
λέλεκται δὲ καὶ περὶ τῆς δ΄, ἣν ὀρθῶς ὁ Μαρῖνος εὗρεν ἀποχωριζομένην τῆς τρίτης, ἐπί τε τὴν ὑπερῴαν ἀφικνουμένην, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν λέγομεν.
关于第四对神经也已有所论述,马里努斯正确地发现它与第三对分离并抵达腭部,这正如我们在《解剖操作》中所说的那样。

词汇与语法注释

  1. 5αὐτῶν — 与比较级 `σκληροτέρα`(更硬)连用的比较属格,指代前文第四节所论述的第三对神经。其后的 `τῶν ἀπ’ ἐγκεφάλου νεύρων` 为部分属格,表示“在大脑发出的所有神经之中”。
  2. 5ἀκηκοότας — 动词 `ἀκούω` 的动形词(此处为完了能动分词宾格复数阳性),作为非人称动词 `χρή` 连同不定式 `προσυπακούειν` 的逻辑主语(“听过的人”),此处的逻辑主语泛指一般的读者或解剖学者。
  3. 5ὅσοις — 关系代名词,其中包含了自身的先行词(即第三对的分支与其相混的“来自第五对的神经纤维”),并因动词 `ἀναμίγνυται`(与……相混)的要求而被吸引为与格复数形式。

引用这一段

盖伦, 神经解剖学 §5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg014.humanitext-grc1:5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。