Humanitext Reader

盖伦 · 神经解剖学 §6-9

马里努斯所述第五至第七对脑神经的走向

第 3 段,共 7 段 · 希腊语

内容简介

作者论述了马里努斯所命名之第五、第六及第七对脑神经的走向与分布,并探讨了解剖学家们因这些神经与其他神经复杂混合而产生的混乱。

§6Ἔστι δὲ καὶ ἄλλη συζυγία νεύρων, ἥν Μαρῖνος ὀνομάζει πέμπτην, καίτοι γε οὐκ ἐκ μιᾶς ἀκριβῶς ῥίζης ἀνίσχουσαν, ἀλλ’ εἰσὶ μὲν πλησίον ἀλλήλων, ἕτερον δ’ ἐξ ἑτέρας ἐκφύεται νεῦρον·
还有另一对神经,马里努斯称之为第五对,虽然它们并非严格源自同一个根,而是彼此靠近,一根神经从一个根部生出,另一根从另一个根部生出。
ἐν μὲν τοῖς πρόσω μᾶλλον ὃ καλοῦσιν ἀκουστικὸν, εἰς τὸ τρῆμα τῆς ἀκοῆς ἐκπίπτον ἅμα τῇ συνεκφυομένῃ μήνιγγι τῇ σκληρᾷ, μεθ’ ἧς πλατυνθὲν ὑπαλείφει τὸν πόρον, ἐκ δὲ τῶν ὀπίσω θάτερον εἰς ἕτερόν τι τρῆμα τοῦ λιθοειδοῦς ἐκπίπτον ὀστοῦ τὸ καλούμενον τυφλόν·
其中较偏前方的一根被人们称为听神经,它与共同生出的硬脑膜一起穿入听觉孔,并随硬脑膜展平而铺敷于通道内侧;而偏后方的另一根则穿入岩部骨的另一个被称为“盲孔”的孔洞。
ὠνόμασαν γὰρ οὕτως οἱ παλαιοὶ τῶν ἀνατομικῶν αὐτὸ, μὴ δυνηθέντες ἀκριβῶς ἀνατρῆσαι τὴν ἕλικα, δι’ ἧς ἐκπίπτει τὸ νεῦρον πρὸς τὸ ἐκτὸς ὀπίσω τῶν ὤτων.
古时的解剖学家之所以这样命名它,是因为他们无法准确地凿通那条神经借以穿出到耳后外侧的螺旋状通道。
ἐπιμίγνυται δ’ αὐτίκα καὶ τοῦτο τῷ κατὰ τὴν γ΄ συζυγίαν εἰρημένῳ διεκπίπτειν ἔξω παρὰ τὴν διάρθρωσιν τῆς γένυος, οὐκ ἐκείνου πρὸς τοῦτο ἀφικνουμένου, περιμένοντος δὲ τοῦτο πρὸς ἑαυτὸ παραγιγνόμενον.
而这根神经也立时与在第三对中提到的、在颌关节旁穿出到外面的那一支相混合,这不是因为那一支来到了这一支这里,而是那一支在等待着这一支向自己靠近。
ἐξ ἀμφοτέρων δὲ αὐτῶν μιχθέντων τὸ πλεῖστον μέρος, ἄμεινον δ’ εἰπεῖν, ὀλίγου δεῖν ἅπαν εἰς τὸν πλατὺν μῦν κατασχίζεται, τὸν ὑποπεφυκότα τῷ δέρματι, τὸν τὴν γνάθον κινοῦντα χωρὶς τῆς γένυος, ὃν ἡμεῖς εὕρομεν δῆλον, καὶ τοῦτον ἑκατέρωθεν ὄντα.
在这两支混合之后,其大部分,或者更确切地说,几乎全部,都分叉进入生于皮肤下方的扁平肌肉(即阔肌),该肌肉独立于下颌骨而运动面颊,这是我们发现并予以明确的,且它同样存在于两侧。
μεμνῆσθαι γὰρ χρὴ τοῦ πάντων ἀκούειν κατὰ συζυγίαν, εἰ καὶ παραλείποιτό ποτε κατὰ τὴν λέξιν.
因为我们必须记住,即使在言语中偶尔有所省略,也应当把所有神经都理解为成对存在的。
τοιαύτη μὲν οὖν καὶ ἡ τῆς πέμπτης συζυγίας νομή.
以上便是第五对神经的分布。
κείσθω γὰρ εἶναι μία διὰ Μαρῖνον, εἰ καὶ διττὴ φανερῶς ἐστιν.
看在马里努斯的份上,就让它被视为单一一对吧,尽管它显然是双重的。
§7Ἡ δὲ ἕκτη συζυγία τῶν ἀπ’ ἐγκεφάλου νεύρων κέχρηται τρήματι τῷ κατὰ τὸ κάτω πέρας τῆς λαμβδοειδοῦς ῥαφῆς.
脑发出的第六对神经使用的是人字缝下端的孔。
ἀρχὰς δ’ εὐθὺς ἐξ ἐγκεφάλου τριῶν ἔχει νεύρων, ἐκπεσόντα δ’ ἔξω τοῦ κρανίου ταῦτα πολυειδῶς ἀλλήλοις τε καὶ τοῖς παρακειμένοις, ἃ μικρὸν ὕστερον ἐρῶ, μίγνυται.
它在脑部立时拥有三个神经起点,这些神经穿出颅骨后,以多种方式彼此混合,并与邻近的神经(我稍后会谈到)混合。
§8Λοιπὴ δ’ ἐστὶν ἡ ἑβδόμη συζυγία τῶν ἀπ’ ἐγκεφάλου νεύρων, τῷ πλείστῳ μέρει σφῶν αὐτῶν εἰς τοὺς τῆς γλώττης μῦς διανεμομένη.
剩下的是脑发出的第七对神经,其绝大部分分布于舌部肌肉。
μικρὸν γάρ τι μόριον αὐτῶν ἀεὶ μὲν εἰς τοὺς κοινοὺς μῦς ἀφικνεῖται τοῦ τε θυροειδοῦς χόνδρου τοῦ λάρυγγος καὶ τῶν ταπεινῶν πλευρῶν τοῦ λαμβδοειδοῦς, οὐκ ἀεὶ δὲ καὶ εἰς ἄλλους τινάς.
因为它们极小的一小部分总是到达喉头甲状软骨和舌骨下侧的共用肌肉,但并不总是到达其他某些肌肉。
§9Ἐπιμίγνυται δ’, ὡς ἔφην, ἀλλήλοις τὰ κάτω τῆς κεφαλῆς φερόμενα νεῦρα, τό τε ἀπὸ τῆς γ΄ συζυγίας καὶ τῶν νῦν εἰρημένων ἐσχάτων δυοῖν.
正如我所说,那些向头部下方延伸的神经,即来自第三对的神经以及刚才提到的最后两对神经,彼此混合。
καὶ μέντοι καὶ τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων ἥ τε πρώτη καὶ ἡ δευτέρα συζυγία πολλὴν ἐπιμιξίαν ποιεῖται πρὸς ταῦτα τὰ νεῦρα.
此外,脊髓发出的第一和第二对神经也与这些神经有大量的混合。
καὶ πολλάκις μέν σοι δόξει τὸ διῆκον ἐκ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον οἷον δεσμός τις εἶναι μόνον ἀμφοῖν κοινός· ἐνίοτε δὲ τὸ μὲν ἕτερον τῶν νεύρων αὐξάνει, ὡς προστιθὲν ἀναμιγνύμενον, ἔλαττον δὲ ἐργάζεται θάτερον, ὡς ἂν ἀποχωρισθὲν αὐτοῦ.
很多时候,你会在视觉上觉得,从一根神经通往另一根神经的延伸部分,仿佛只是连接两者的某种共同纽带;但有时,其中一根神经因汇合混入而变大,另一根则因仿佛与之分离而变小。
διὸ καὶ τεταραγμένοι τε πάντες εἰσὶν οἱ ἀνατομικοὶ περὶ τὴν τούτων τῶν νεύρων γνῶσιν, ἀλλήλοις τε διαπεφωνήκασιν ἐπὶ πλεῖστον, ἠγνοήκασι δὲ τὸ πλεῖστον ἐν ἑκάστῳ.
因此,所有的解剖学家在关于这些神经的知识上都陷入了混乱,彼此之间分歧极大,并且对每根神经的大部分情况都一无所知。
τινὰ μὲν γὰρ, οὐδὲ διὰ παντὸς οὐ μόνον ἐπὶ πάντων φερόμενα τῶν ζώων, ἀλλ’ οὐδὲ ἐπὶ μόνων τῶν πιθήκων, ὡς μηδέποτε ἄλλως ἔχοντα γεγράφασιν· ἔνια δ’ οὐ μόνον ἐπὶ τῶν πιθήκων, ἀλλὰ καὶ τῶν ἄλλων ζώων, ὧν ἓξ ὑπάρχειν γένη δείκνυμι κατὰ τὰς ἀνατομικὰς ἐγχειρήσεις, ὡσαύτως ἔχειν διαπαντὸς, ἠγνόηται τελέως αὐτοῖς.
因为有些人把某些不仅在所有动物中不恒定、甚至在仅限猕猴身上也不恒定的特征,写成好像绝无例外似的;而有些特征不仅在猕猴身上,而且在其他动物(我在《解剖操作》中指出共有六个属)身上都始终相同,却被他们完全忽略了。
αὐτίκα γέ τοι, ὅπως τοῖς ἰδίοις τοῦ λάρυγγος μυσὶ ἐκ τῆς ἕκτης συζυγίας ἀπονενέμηται νεῦρα κατὰ τρεῖς ἐκφύσεις ἑκατέρωθεν, ὡς εἶναι τὰς πάσας ἓξ.
例如,从第六对神经向喉头固有肌肉的分配,在两侧各通过三个分支进行,总共为六个分支。
ἔγνωσαν δ’ ἔνιοι μὲν τὰς δύο μόνας αὐτῶν, ἔνιοι δ’ οὐδὲ ταύτας.
有些人仅知道其中的两个,而有些人甚至连这两个都不知道。

词汇与语法注释

  1. p.838καίτοι γε οὐκ ἐκ μιᾶς ἀκριβῶς ῥίζης ἀνίσχουσαν — 阴性单数宾格的分词短语,修饰前文的关系代词 ἥν(或其先行词 συζυγίαν),表示让步意义(“虽然……”)。它解释了第五对神经并非源于单一根部,而是源于两个相邻但不同的根部。
  2. p.838οὐκ ἐκείνου πρὸς τοῦτο ἀφικνουμένου, περιμένοντος δὲ τοῦτο πρὸς ἑαυτὸ παραγιγνόμενον — 前半部分是属格独立结构(οὐκ ἐκείνου... ἀφικνουμένου),后半部分的 περιμένοντος 也是修饰 ἐκείνου 的属格分词。宾格的 τοῦτο 是 περιμένοντος 的宾语,而 παραγιγνόμενον(现在分词宾格)修饰 τοῦτο。这精准地描绘了空间位置关系:第三对神经的分支(ἐκείνου)并不主动移动,而是等待着第五对的分支(τοῦτο)向自身汇合。
  3. p.838τοῦ πάντων ἀκούειν — 带冠词的不定式短语(单数属格),作为表示记忆的动词 μεμνῆσθαι 的宾语。这里的 ἀκούειν 并非单纯的“听见”,而是指“(通过学习或听课而)理解、掌握”。
  4. p.840τοῦ λαμβδοειδοῦς — 此处的 λαμβδοειδές 并非指前文提到的“人字缝”,而是指“舌骨”(os hyoideum),果其形状类似于希腊字母 lambda (Λ) 而得名。这一解剖学用法由后文有关喉头(λάρυγξ)的论述所证实。
  5. 206ὡς ἂν ἀποχωρισθέν — 由 ὡς ἄν 配合无非人称被动过去分词(或中性主格单数)构成的条件/比较表达,意为“仿佛已被分离”或“如同分离出来一般”,用以表达假想或潜在的状态。

引用这一段

盖伦, 神经解剖学 §6-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg014.humanitext-grc1:6-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。