- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 2. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1821.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg014.humanitext-grc1:5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
第四の神経の対の走行と、顎、歯、顔面、舌(味覚)などへ広範囲に分岐する第三の神経の対の解剖学的構造を説明し、すべての脳・脊髄神経が左右対称に存在するという不変の法則を強調する。
Βραχὺ δὲ αὐτῶν1 οὖσα σκληροτέρα τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἡ τετάρτη συζυγία μετὰ τὴν ἔκφυσιν εὐθέως ἀναμίγνυται τῇ τρίτῃ, καὶ συνδιεξέρχεται πρώτην μὲν τὴν παχεῖαν μήνιγγα, μετὰ ταῦτα δὲ ἤδη καὶ τὸ κατὰ τὴν κεφαλὴν ὀστοῦν εἶτ’ αὖθις ἀποχωρίζεται πρὸς τὴν ὑπερῴαν τοῦ στόματος. ἥ γε μὴν τρίτη συζυγία, καθάπερ ἐκ πολλῶν φαίνεται τῶν πρώτων συγκειμένη ῥιζῶν, οὕτω καὶ κατασχίζεται πολυειδῶς. οὐδὲν γὰρ διαφέρει λύεσθαι λέγειν ἀπ’ ἀλλήλων τὸ προειρημένον ἄθροισμα τῶν νεύρων, ἢ κατασχίζεσθαι τὸ σύμπαν, ἀποσχιζομένων τῶν μερῶν. οὕτω δὲ εἰ καὶ διακρίνεσθαί τις ἀπ’ ἀλλήλων αὐτὰ λέγει, ἢ τοῦ παντὸς ἀθροίσματος φύεσθαι τῶν μερῶν ἕκαστον, οὐ διοίσει. πρῶτον μὲν οὖν ἕκαστον αὐτῶν ἀποχωρεῖ μόριον εἰς τὸ κάτω τῆς κεφαλῆς φερόμενον, ἀγνοηθὲν τοῖς ἀνατομικοῖς. κοινὸν δ’ ἐστὶ τὸ τρῆμα τοῦ κρανίου, δι’ οὗ τοῦτο φέρεται κάτω, καὶ τῆς καρωτίδος ἀρτηρίας τὸ λείψανον ἀναφέρεταί τε πρὸς τὸν ἐγκέφαλον, ἓν καθ’ ἑκάτερον μέρος. εἰ δὲ καὶ μὴ λέγοιτό ποτε τοῦτο, προσυπακούειν αὐτὸ χρὴ διὰ παντὸς ἅπαξ ἀκηκοότας2 ἄρτι· μηδὲν μήτε τῶν ἐξ ἐγκεφάλου, μήτε τῶν ἐκ νωτιαίου νεύρων ἀζυγὲς ὑπάρχειν, ἀλλ’ ἀεὶ τὸ μὲν ἐν τοῖς δεξιοῖς, τὸ δὲ ἐν τοῖς ἀριστεροῖς μέρεσιν, ἀκριβῶς. ἀλλήλοις ἴσα τὸ μέγεθος. ὅπως μὲν οὖν ταῦτα τὰ νεῦρα φέρεται διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος εἰς τὰ κάτω τῶν φρενῶν χωρία, καὶ τίς αὐτῶν ἡ νομὴ, προϊὼν ὁ λόγος ἐξηγήσεται· νῦν δὲ ἐπὶ τὰ λοιπὰ μόρια τῆς τρίτης συζυγίας ἀνέλθωμεν. ἐκπίπτουσα γὰρ τοῦ κρανίου ψαύει μὲν τῆς δευτέρας, οὐ μὴν ἀναμίγνυται ταύτῃ, καθάπερ ἄλλαι τινὲς μίγνυνται, σχίζεται δὲ πολυειδῶς, ὡς ἔφην. αὐτίκα γοῦν ἐκπίπτει τι μόριον αὐτῆς παρὰ τὴν διάρθρωσιν τῆς γένυος εἰς τὰ πρόσω τῶν ὤτων, ὅσοις3 ἀπὸ τῆς πέμπτης συζυγίας ἥκουσιν ὅπως ἀναμίγνυται, μικρὸν ὕστερον ἀκούσεις. τοῦτο μὲν οὖν μικρόν τι μόριόν ἐστιν αὐτῆς. τὸ δὲ οἷον πρέμνον ἁπάντων τῶν ἀπ’ αὐτοῦ πεφυκότων μερῶν ἐν λόγῳ κλάδων τε καὶ ἀκρεμόνων δίχα μὲν σχίζεται τὸ πρῶτον, ἑκάτερον δ’ αὖθις ἐκείνων εἰς πολλὰ μόρια, τὸ μὲν ἕτερον εἴς τε τοὺς κροταφίτας μῦς καὶ τοὺς μασσητῆρας ὀνομαζομένους, ὅσοι τε ἄλλοι τῆς ἄνω γένυος ἐκπεφύκασιν, διανεμόμενον· ἔστι δὲ καὶ τοῖς οὔλοις ὀνομαζομένοις καὶ τοῖς ὀδοῦσι καὶ τῷ δέρματι τῷ περὶ τὸ πρόσωπον ἐκ τούτων τῶν νεύρων· τὸ δὲ ἕτερον εἴς τε τὰς ῥίζας τῶν κατὰ τὴν κάτω γένυν ὀδόντων σχίζεται, καὶ κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἥν ἐσχίσθη τὸ πρότερον εἰς τοὺς ἄνω, καὶ τοῖς οὔλοις δ’ ἀπονεμήσεις ὁμοίως πέμπει, καὶ τοῖς κάτω χείλεσιν, ὥσπερ ἐκεῖνο τοῖς ἄνω. τὸ πλεῖστον δ’ αὐτοῦ μέρος εἰς τὸν τῆς γλώττης διανέμεται χιτῶνα, καὶ καλοῦσί τινες τὸ ζεῦγος τοῦτο τῶν νεύρων γευστικὸν, ἐπειδὴ δι’ αὐτῶν ἡ τῆς γεύσεως αἴσθησις γίγνεται. τοιαύτη μέν τις καὶ ἡ τῆς γ΄ συζυγίας. τομή. λέλεκται δὲ καὶ περὶ τῆς δ΄, ἣν ὀρθῶς ὁ Μαρῖνος εὗρεν ἀποχωριζομένην τῆς τρίτης, ἐπί τε τὴν ὑπερῴαν ἀφικνουμένην, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν λέγομεν.
それらよりもわずかに硬く、脳から出る神経のうちに属する第四の対は、起点から直ちに第三の対と混ざり合い、まずは硬膜を、次いで頭蓋の骨をも共に通り抜け、その後再び分かれて口の口蓋へと向かう。第三の対は、まるで多くの最初の根から構成されているように見えるのと同様に、多種多様に分岐する。というのも、前述の神経の束が互いに分離すると言うのも、あるいは部分が枝分かれして全体が分岐すると言うのも、何の違いもないからである。同様に、これらが互いに区別されると言うのも、あるいは全体の束からそれぞれの部分が生じると言うのも、違いはない。さて、まずそれらの各部分は頭蓋の下部へと向かって離れていくが、これは解剖学者たちに気づかれなかった。この部分が下方へと通り抜け、また頸動脈の残りの部分が脳へと上がっていく頭蓋の孔は、左右それぞれに一つずつ、共通のものである。もしこのことが語られないことがあったとしても、今一度それを聞いた以上、常にそれを暗黙のうちに理解しておく必要がある。すなわち、脳から出る神経も、脊髄から出る神経も、一対になっていないものは存在せず、常に右側に一つ、左側に一つ、正確に互いに等しい大きさで存在するのである。さて、これらの神経がいかにして頸部と胸部を通って横隔膜の下方の領域へと運ばれ、それらの分布がどのようなものであるかについては、議論が進むにつれて説明されるだろう。しかし今は、第三の対の残りの部分に戻ることにしよう。それは頭蓋から出ると、第二の対に接触するが、他のいくつかの神経が混ざり合うようにはこれと混ざり合わず、私が言ったように多種多様に分岐する。たとえば直ちに、その一部が顎の関節の傍らから耳の前方へと出ていくが、それが第五の対から来るものといかに混ざり合うかについては、少し後で聞くことになるだろう。さて、これはそれのごく小さな一部分である。しかし、そこから生じるすべての部分(枝や梢に比されるもの)のいわば幹にあたる部分は、最初は二つに分岐し、それらのそれぞれが再び多くの部分へと分かれる。その一方は、側頭筋と咬筋と呼ばれる筋肉、および上顎から生じている他のすべての筋肉へと分布する。また、歯肉と呼ばれるものや、歯、および顔の周囲の皮膚にも、これらの神経からの分布がある。他方は、下顎の歯の根へと分岐し、先ほど上方の部分へと分岐したのと同じ割合で、同様に歯肉へと分配を送り、またあちらが上唇に送ったように、下唇へと送る。そしてその大部分は舌の粘膜へと分布しており、一部の人々はこの神経の対を「味覚神経」と呼んでいる。なぜなら、それらを通じて味覚が生じるからである。第三の対の分岐はこのようなものである。また、第四の対についても既に述べられたが、これはマリノスが正しくも第三の対から分離して口蓋へと達しているのを発見したものであり、これについてはわれわれが『解剖実習』において述べている通りである。
- 5αὐτῶν
比較級 σκληροτέρα(より硬い)に続く比較の属格で、直前の第4節で論じられた第三の対の神経を指す。その後の τῶν ἀπ’ ἐγκεφάλου νεύρων は、脳から出る神経全体のうちの一部であることを示す部分属格である。
- 5ἀκηκοότας
動詞 ἀκούω の完了能動態分詞・対格複数男性形で、非人称動詞 χρή と不定詞 προσυπακούειν の意味上の主語(「一度それを聞いた人々が」)として対格になっている。この「人々」は一般的な読者や解剖学者を指す。
- 5ὅσοις
関係代名詞で、先行詞(第三の対の一部が混合する相手である「第五の対から来るもの」)を内部に含みつつ、動詞 ἀναμίγνυται(〜と混ざり合う)が要求する格(与格)に引き込まれて与格複数形になっている(関係詞の吸引)。
