§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΝΕΥΡΩΝ ΑΝΑΤΟΜΗΣ ΒΙΒΛΙΟΝ.
Ὅτι μὲν οὐδὲν τῶν τοῦ ζώου μορίων οὔτε κίνησιν, ἣν προαιρετικὴν ὀνομάζομεν, οὔτε αἴσθησιν ἔχει χωρὶς νεύρου, καὶ ὡς, εἰ τμηθείη τὸ νεῦρον, ἀκίνητόν τε καὶ ἀναίσθητον εὐθέως γίνεται τὸ μόριον, ὡμολόγηται πᾶσι τοῖς ἰατροῖς.
盖伦《论神经的解剖》之书。 凡是动物的器官,若无神经,则既无我们所谓的自主运动,也无感觉;且若神经被切断,该器官立时失去运动与感觉,这已为所有医生所公认。
ὅτι δὲ καὶ ἡ ἀρχὴ τῶν νεύρων ἐστὶν ὁ ἐγκέφαλος, ὥσπερ καὶ τοῦ νωτιαίου μυελοῦ, καὶ ὅτι τὰ μὲν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου, τὰ δὲ ἐκ τοῦ νωτιαίου πέφυκεν, οὐ πᾶσιν ἐγνώσθη, καίτοι τό γε κατὰ τὰς ἀνατομὰς φαινόμενον τοῦτον ἔχει τὸν τρόπον.
然而,神经之源头如脊髓一样在于大脑,以及某些神经源自大脑本身、某些则源自脊髓,这并非为所有人熟知,尽管解剖中所见的情况确是如此。
§2Αὐταὶ μὲν αἱ ἐμπρόσθιαι κοιλίαι αἱ κατὰ τὸν ἐγκέφαλον εἰς τὸ πρόσω φερόμεναι στενοῦνται κατὰ βραχὺ κώνου σχήματι παραπλησίως, ἄχρι περ ἂν ἐπὶ τὴν ἀρχὴν ἀφίκωνται τῆς ῥινὸς, ἀλλήλαις παρακείμεναί τε καὶ ψαύουσαι διὰ παντὸς, ὡς μηδὲν εἶναι μέσον αὐτῶν, ὅτι μὴ τὴν λεπτὴν μήνιγγα.
大脑中前方的脑室本身,在向前延伸时,逐渐收窄为类似于圆锥的形状,直到抵达鼻腔的起点,它们始终相互并置且紧贴,以至于它们之间除软脑膜外别无他物。
τούτων δὲ ἑκατέρωθεν ἓν μὲν ἐν τοῖς δεξιοῖς μέρεσιν, ἓν δὲ ἐν τοῖς ἀριστεροῖς ἐστι νεῦρον ἀξιόλογον τῷ πάχει, καὶ σχεδὸν ἁπάντων τῶν ἄλλων νεύρων μαλακώτατον, ἐκφυόμενον μὲν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου, προερχόμενον δὲ εἰς τοὺς ὀφθαλμοὺς ἔξω τοῦ κρανίου διὰ τρήματος ἴσον ἔχοντος εὖρος ἀκριβῶς τῷ πάχει τοῦ νεύρου.
在这两者的两侧,右侧一个,侧一个,各有一条粗细显著的神经,这在几乎所有其他神经中是最为柔软的,它源自大脑本身,通过一个宽度与神经粗细完全相等的孔洞,通向颅骨之外的眼睛。
τέτακται δὲ τὸ τρῆμα τοῦτο, καθ’ ἃ πρῶτον ἡ χώρα τῶν ὀφθαλμῶν ἄρχεται γεννᾶσθαι, καὶ δόξουσί σοι θεασαμένῳ καθάπερ τινὲς ῥίζαι τὰ νεῦρα ταῦτα εἶναι τῶν ὀφθαλμῶν.
这个孔洞位于眼部区域最初开始形成的部位,在你观察时,这些神经对你而言似乎就像是眼睛的某种根。
διαλύεταί γε μὴν οὐκ εἰς πολλὰς ἶνας, ὥσπερ τὰ ἄλλα σύμπαντα νεῦρα τὰ διανεμόμενα τοῖς ὑποδεχομένοις ὀργάνοις αὐτὰ, θαυμαστὸν δέ τινα τρόπον ἕτερον, ὃν οὔτε ῥᾴδιον εἰπεῖν, οὔτε ἀκούσας ἴσως πιστεύσεις, πρὶν αὐτόπτης γενέσθαι τοῦ θεάματος.
然而,它并不像其他所有分布于接收它们的器官的神经那样分解为许多纤维,而是以另一种奇妙的方式,这种方式既不易说明,且你听闻之后或许也不会相信,直到你亲眼目睹这一景象。
εἰς γὰρ τὸν κατ’ εὐθὺ κείμενον ὀφθαλμὸν ἑκάτερον εἴσω δυόμενον εἰς πλάτος ἐκτείνεται, περιφερόμενον ἐν κύκλῳ σφαιροειδῶς τῷ κατ’ αὐτὸν ὑγρῷ καλουμένῳ ὑελοειδεῖ, μηδέν τι παραλλάττον ἐνταῦθα τῆς ἐγκεφάλου φύσεως.
因为在进入与其相对的每只眼睛内部后,它向宽处展开,在被称作玻璃体眼内液体周围呈球形环绕,在此处与大脑的本性毫无二致。
ἀλλὰ καὶ μόνοις τούτοις τοῖς νεύροις, πρὶν εἰς τὸν ὀφθαλμὸν ἐμφύεσθαι, σαφῶς ἔνδον ἐστὶν αἰσθητός τις πόρος, ὅθεν αὐτὰ καὶ πόρους ἔνιοι τῶν ἀνατομικῶν ἐκάλεσαν, οὐ νεῦρα, τινὲς δὲ ὀπτικὰ νεῦρα προσαγορεύουσιν, ἀπὸ τῆς ἐνεργείας τοὔνομα θέμενοι.
此外,唯有在这些神经中,在它们植入眼睛之前,内部显然有一条可感知的通道,因此一些解剖学家称它们为“通道”,而非神经,而另一些人则称之为“视神经”,这是根据其功能命名的。
καὶ πρώτην γε ταύτην συζυγίαν ἀριθμοῦσιν τῶν ἀπ’ ἐγκεφάλου νεύρων, ἁπασῶν τῶν ἄλλων οὖσαν μαλακωτάτην.
人们将此视为源自大脑的神经之第一对,它比所有其他对都要柔软。
§3Ἑτέρα δ’ ἐφεξῆς ἐστι συζυγία τοῖς κινοῦσι τοὺς ὀφθαλμοὺς μυσὶ διανεμομένη, σκληροτέρα τε καὶ μικροτέρα πολλῷ τῆς προειρημένης, καὶ διεκπίπτει γε τοῦ κρανίου παραπλήσιον ἐκείνοις, ὀστῷ λεπτοτάτῳ διοριζομένη.
紧接着是第二对,分布于运动眼睛的肌肉,比前述的那一对硬得多,也小得多,它们以相似的方式穿出颅骨,其间仅隔着一层极薄的骨头。
§4Παράκειταί δὲ αὐτῇ κατὰ τὴν τοῦ κρανίου φορὰν, οὐ μὴν κατὰ τὴν πρώτην ἔκφυσιν, τρίτη τῶν νεύρων συζυγία.
沿着颅骨的走向,在它旁边——但在最初的起点处并非如此——并置着第三对神经。
καλοῦσι δ’ αὐτὰ μαλακὰ, πάμπολλα φαινόμενα κατὰ τὴν πρώτην ῥίζαν εὐθὺς, εἰ προσέχεις τὸν νοῦν αὐτοῖς ἀκριβῶς, ὡς ἀμελέστερόν γε θεωμένῳ πάντα ἕν σοι δόξει.
人们称它们为“软神经”,如果你仔细留意,在它们最初的根部立时会显现出极多条,但在较为粗心观察的人看来,它们全都会显得像是一条。
μαλακώτερα μὲν ὄντως ἐστὶ ταῦτα τὰ νεῦρα καὶ τῶν ἐν τῇ προειρημένῃ δευτέρᾳ, καὶ τῶν ἐν τῇ δ΄, καὶ τῶν ἄλλων τῶν ἐφεξῆς.
实际上,这些神经确实比前述第二对中的神经、第四对中的神经以及其后相继的其他神经都要柔软。
ἔτι δὲ μᾶλλον φαίνεται τοιαῦτα, διότι πλείονα τὸν ἀριθμὸν ὄντα καὶ θριξὶν ὁμοίως λεπτὰ κατ’ ἀλλήλων ἐπίκεινται χωρὶς τοῦ πεπιλῆσθαί τε καὶ καταπεπλέχθαι.
而且它们看起来更是如此,因为它们数量较多,且纤细如发,相互叠压却并未压紧或交织在一起。