§220αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
她们追究人类与神明的过犯。
这些女神绝不平息可怕的愤怒,直到对犯下罪过的人降下邪恶的惩戒。
§223τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, §224Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα §225Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
毁灭的夜产下了涅墨西斯,这凡人人类的灾祸,在她的后面,产下了阿帕忒和菲洛忒斯,以及毁灭的杰拉斯,并产下了坚忍的厄里斯。
§226αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα §227Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα §228Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε §229Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε §230Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, §231Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους §232πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
然而,可憎的厄里斯产下了痛苦的蓬诺斯,和莱忒、利墨斯,以及令人流泪的阿尔革亚,和许斯弥奈、马科伊、珀诺伊以及安德洛克塔西亚伊,和内克亚、虚假的罗格斯以及阿姆菲洛癸亚伊,和迪丝诺弥亚、阿忒——她们彼此互为同伴,以及霍尔科斯,他最让地上的凡人受苦,当有人故意立下伪誓时。
§233Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, §234πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα, §235οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων §236λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
蓬托斯产下了无伪且诚实的涅柔斯,他是最年长的孩子;而人们称他为老人,因为他诚实而温和,并不遗忘正义的法度,而是通晓公正且温和的思虑。
§237αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν §238Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον §239Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
接着他又产下了伟大的陶玛斯和高傲的福耳库斯,因与盖亚相结合,以及美颊的刻托,和欧律比亚,她心中有着如金刚石般坚强的意志。
§240Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων §241πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, §242κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
涅柔斯与美丽头发的多里斯—— 她是大洋神俄刻阿诺斯(完美的河流)的女儿——在无获的深海中,孕育了女神们的令人向往的孩子。
§243Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε §244Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε §245Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα §246Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς §247καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ §248Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε §249Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια §250Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια §251Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς §252Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ §253πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ §254ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
普洛托、埃乌克兰特、萨奥、安菲特里忒,埃乌多雷、忒提斯、加勒涅、格劳科,屈墨托厄、斯珀伊俄、托厄、令人喜爱的哈利厄,帕西忒亚、埃拉托、粉臂的埃乌尼刻,优雅的墨利忒、埃乌利墨涅、阿高埃,多托、普罗托、珀鲁萨、迪纳米涅,内塞亚、阿克泰亚、普罗托墨狄亚,多里斯、帕诺珀亚、美丽的伽拉忒亚,可爱的希波托厄、粉臂的希波诺厄,和屈墨多刻,她在阴霾的深海上将波浪,以及猛烈吹拂的狂风之息,与屈玛托勒格一起,轻易地抚平,并与美踝的安菲特里忒一起。
§255Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη §256Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια §257Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια §258Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα §259Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος §260καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη §261Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε §262Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
屈墨、埃伊俄涅、美冠的哈利墨德,喜好微笑的格劳科诺墨、蓬托波赖亚,莱阿戈雷、埃瓦戈雷、拉俄墨狄亚,波吕诺厄、奥托诺厄、留西亚纳萨,身姿可爱、容貌无可挑剔的埃瓦尔涅,美丽身躯的普萨玛忒、神圣的墨尼珀,内索、埃乌蓬佩、忒弥斯托、普罗诺厄,和涅墨耳忒斯,她继承了不朽父亲的心智。
这些便是从无可指摘的涅柔斯所生的五十个女儿,通晓无可指摘的技艺。
§265Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα §266ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν §267ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε, §268αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται §269ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
陶玛斯迎娶了深流的俄刻阿诺斯的女儿厄勒克特拉;她产下了迅捷的伊里斯,以及美发的哈耳庇厄:阿厄洛与奥库珀忒,她们以迅捷的翅膀,与狂风之息和飞鸟并肩飞驰;因为她们冲向高空。
§270Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους §271ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν §272ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι, §273Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον, §274Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο §275ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι, §276Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
刻托为福耳库斯产下了美颊的格赖埃,她们生来白发,不朽的神明和地上的凡人都称她们为格赖埃,即美袍的佩姆弗雷多与藏红花袍的厄倪俄,以及戈耳工们,她们居住在显赫的俄刻阿诺斯彼岸,在靠近夜的尽头,那里有歌声清脆的赫斯珀里得斯,即丝忒诺、尤瑞艾莉和遭遇悲惨的美杜莎。
τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης §279ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
而那一个则与青丝神同寝,在柔软的草地和春天的花丛中。
当珀尔修斯斩下她的头颅时,伟大的克律萨俄耳和珀伽索斯马跃了出来。
§282τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς §283γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.
对一者而言,其名是因为在俄刻阿诺斯的源头附近出生,而另一者则是在其亲爱的双手中握着黄金宝剑。
§284χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, §285ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει §286βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
一者飞离并抛下了养育牲畜的大地,来到了不朽者之中;他居住在宙斯的府邸,为聪慧的宙斯传送雷电。
克律萨俄耳与显赫的大洋神之女卡利罗厄结合,产下了三头的革律翁。
§289τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη §290βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ §291ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους §292Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο §293Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα §294σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
赫拉克勒斯之强力将他杀害,在被水环绕的厄律忒亚,在他那些步履蹒跚的牛群旁,在这一天,他渡过大洋神的海峡,将宽额的牛群赶回神圣的蒂林斯,并杀死了奥尔托斯和牧牛人欧律提翁,在显赫的俄刻阿诺斯彼岸那阴暗的畜栏里。