Humanitext Reader

赫西俄德 · 神谱 §148-219

乌拉诺斯的被阉割与阿芙洛狄忒的诞生

第 3 段,共 14 段 · 希腊语

内容简介

盖亚所生的百臂巨人被天空之神乌拉诺斯幽禁,愤怒的盖亚与克罗诺斯密谋,后者将父亲阉割。从阉割后的性器流出的血中诞生了复仇女神和巨人,而性器落入海中所产生的泡沫中诞生了阿芙洛狄忒;随后,黑夜女神倪克斯孕育了众多黑暗和不祥的神明。

§148τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, §149Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
三位巨大而强暴的儿子,他们不配拥有姓名,科托斯、布里阿柔斯和居厄斯,傲慢的孩子们。
§150τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο, §151ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα §152ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν· §153ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
在他们的肩膀上,有一百只无法触及的手臂伸出,每个人都有五十个头,在他们强壮的手足上,从肩膀上生出;在巨大的身躯上,他们拥有无法抗拒的强大力量。
§154ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο, §155δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι
因为在所有由大地和天空所生的孩子中,他们是最可怕的孩子,并且从一开始就被自己的父亲憎恨。
§156ἐξ ἀρχῆς·
从一开始。
καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, §157πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, §158Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ §159Οὐρανός.
而且,他们中一旦有谁最先出生,他就会把他们全都藏起来,不让他们来到光天化日之下,藏在大地的深处;而天空为他的邪恶行径感到高兴。
ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη §160στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
但巨大的大地在内部呻吟,感到受压迫;于是她设计了一个狡猾而邪恶的诡计。
§161αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος §162τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν· §163εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ· §164παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε §165πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην §166ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
她立刻制造出灰色白金的材料,打造了一把大镰刀,并对她亲爱的孩子们说:她一边说一边鼓励他们,同时她亲爱的心灵感到悲伤: “我的孩子们,你们是一位横暴父亲所生的,如果你们愿意听从劝说,我们就可以报复你们父亲的邪恶侮辱;因为是他最先企图做出可耻之事的。
§167ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν §168φθέγξατο.
” 她这样说;然而,恐惧笼罩了他们所有人,他们中没有一个开口说话。
θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης §169ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν· §170μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι §171ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω §172ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
但大而足智多谋的克罗诺斯鼓起勇气,再次用言语对亲爱的母亲说: “母亲,我愿意承担并完成这件工作,因为我并不在乎我们那恶名昭彰的父亲;因为是他最先企图做出可耻之事的。
§173ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
” 他这样说;巨大的大地在心中感到极大的喜悦。
§174εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν §175ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
她把他藏在伏击的地方坐下;并在他的手中塞入了一把锯齿状的镰刀;并把所有的诡计都传授给了他。
§176ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ §177ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη §178πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ §179σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην §180μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς §181ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι §182ἐξοπίσω·
伟大的天空带着夜色降临,紧紧缠绕着大地渴望着爱,并舒展开来到各个地方;而那在伏击处的儿子用左手伸了出去,用右手拿起了那巨大的镰刀,那长长且带有锯齿的,并从他亲爱的父亲身上割下了生殖器,迅速地将其抛出,任其被抛到身后。
τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός· §183ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, §184πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν §185γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, §186τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας, §187Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
它们并没有白白地从他的手中逃脱;因为所有喷涌而出的带血的滴液,大地全都接住了;随着岁月的流逝,她孕育了强力的厄里倪厄斯和巨大的癸干忒斯,他们身着闪亮的盔甲,手握长枪,以及在无边无际的大地上被称为墨利亚斯的宁芙们。
§188μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι §189κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, §190ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς §191ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη §192ἐθρέφθη·
至于那生殖器,当他最先用白金将其切断,并从陆地抛入波涛汹涌的深海中时,它就这样在海面上漂流了很长时间,四周升起了白色的泡沫,从那不朽的肉体中产生;在其中一位少女被孕育出来。
πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν §193ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
她最先接近了神圣的基西拉岛,接着又从那里来到了被海环绕的塞浦路斯。
§194ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη §195ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο·
一位端庄美丽的女神走了出来,在她的纤细的双脚下,绿草茂密地生长。
τὴν δʼ Ἀφροδίτην §197κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ §198θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις· §199Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ· §200ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
而她就是阿芙洛狄忒,神明和人类都如此称呼她,因为她是在泡沫中被抚育的;而称她为基塞蕾亚,是因为她接近了基西拉岛;称她为塞浦路斯之女,是因为她出生在波涛汹涌的塞浦路斯;称她为喜好生殖器的,是因为她显现在生殖器旁。
§201τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς §202γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
厄洛斯与她同行,美丽的希墨罗斯也跟随在后,在她最先出生并走向神明一族的时候。
§203ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε §204μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, §205παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε §206τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
她从一开始就拥有这份荣耀,并分得了这份在人类和不朽神明之中的命运:少女般的密语、微笑与欺骗,以及甘甜的喜悦和温和的爱意。
§207τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε §208παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός· §209φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι §210ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
而他们的父亲,伟大的天空,将这些孩子们称为提坦神,斥责他们,这些由他自己所生的孩子;他说他们由于横暴而极力伸展,犯下了巨大的罪行,因此在以后会有相应的惩罚。
§211νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν §212καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων· §214δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν §213οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, §215Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο §216χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
夜孕育了可恨的摩洛斯和黑色的克尔,以及塔纳托斯,并孕育了许普诺斯,还孕育了奥涅伊洛斯一族;接着又是摩摩斯和痛苦的奥伊斯,幽暗的女神夜在没有与任何人同寝的情况下孕育了他们,还有赫斯珀里得斯,她们在显赫的俄刻阿诺斯彼岸照看美丽的黄金苹果和结有果实的树木。
§217καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, §218Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι §219γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
她还孕育了莫伊赖和无情惩罚的克尔们,克洛托、拉刻西斯和阿特罗波斯,她们对凡人在出生时便赋予他们承受好与坏的命运,

词汇与语法注释

  1. §148οὐκ ὀνομαστοί — 这里并非指“无名的”或“无足轻重的”,而是因为他们可怕的怪异和巨大,带有“恐怖得无法用言语形容”或“不便提及”的含义。
  2. §154ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο — 以 ὅσσοι 开头的关系从句被视为包揽大地和天空所生之所有孩子的统括性叙述,即“凡是大地和天空所生的孩子,都是孩子们中最可怕的,且从一开始就受到父亲的憎恨”。
  3. §164παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου — 人称代词与格 ἐμοί(我的)和属格短语 πατρὸς ἀτασθάλου(横暴父亲的)通过连词 καί 并列,共同修饰同一个中心词 παῖδες(孩子们),这是一种特殊的并置结构。
  4. §200φιλομμηδέα — 赫西俄德在此利用了荷马史诗传统的形容词 φιλομμειδής(喜好微笑的),将其与阿芙洛狄忒诞生自乌拉诺斯被割下的生殖器(μήδεα)这一语境相联系,进行了一种双关和词源性的文字游戏。

引用这一段

赫西俄德, 神谱 §148-219. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:148-219

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。