Humanitext Reader

赫西俄德 · 神谱 §295-368

艾奇德娜的怪物后嗣与俄刻阿诺斯之子

第 5 段,共 14 段 · 希腊语

内容简介

刻托所生的怪兽艾奇德娜与堤丰交合,产下奥尔托斯、刻耳柏洛斯、许德拉和奇美拉,随后又诞生了菲克斯(斯芬克斯)、涅墨亚狮子和看守金苹果的巨蛇。接着,叙述了忒堤斯与俄刻阿诺斯所生的无数大河之神以及守护青年的大洋神女(奥刻阿尼德斯)的族谱。

§295ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς §296θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν, §297σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,
她(刻托)又产下了另一个大而难以对付的怪物,绝不相似于凡人人类,也不相似于不朽的神明,在一个幽深的洞穴里,神圣且坚毅的艾奇德娜。
§298ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον, §299ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε §300αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
她半身是美颊且转睛的仙女,另半身则是大而可怕的蛇怪,斑斓且食生肉,在神圣的大地深处。
§301ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ §302τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων· §303ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
在那里,她在空心的岩石下有一个洞穴,远离不朽的神明和凡人人类;神明正是指定她居住在显赫的府邸中。
§304ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα, §305ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
这悲惨的艾奇德娜在阿里马的地底下被闭锁,是不朽且永远不老的仙女。
§306τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι §307δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ· §308ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
人们说,堤丰在爱中与她交合,那可怕、暴虐且无法无天者,与那转睛的少女;她受孕并产下了坚毅的孩子。
§309Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι· §310δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν §311Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον, §312πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε· §313τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν §314Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη §315ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
首先,她为革律翁产下了犬奥尔托斯;其次,她又产下了一个难以对付、无可言表的怪物,食生肉的刻耳柏洛斯——哈德斯的青铜之声的犬,五十个头,无耻且强壮;第三,她又产下了通晓恶意的勒耳那许德拉,白臂女神赫拉抚养了她,因对赫拉克勒斯之强力怀有无法平息的愤怒。
§316καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ §317Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ §318Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
宙斯之子用无情的青铜武器杀死了她,安菲特律翁之子与喜好战争的伊俄拉俄斯一起,即赫拉克勒斯,因掠夺者阿典娜的计谋。
§319ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, §320δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε· §321τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος, §322ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,
她又产下了吐着难以熄灭之火的奇美拉,可怕、巨大、足捷且强壮;她有三个头:一个是怒目狮子的,一个是山羊的,另一个是蛇,即强壮的龙。
§325τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
她被珀伽索斯和高贵的贝勒罗丰所杀。
§326ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον §327Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα, §328τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις §329γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.
接着,她因屈服于奥尔托斯而产下了菲克斯,这是卡德摩斯人的毁灭,以及涅墨亚狮子,宙斯的显赫妻子赫拉抚养了它,并将它安置在涅墨亚的丘陵,作为人类的灾祸。
§330ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων, §331κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος· §332ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
在那里,它危害着当地居住的人类部族,统治着涅墨亚的特雷托斯和阿佩萨斯;但赫拉克勒斯强力的威严征服了它。
§333Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα §334γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης §335πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
刻托与福耳库斯在爱中结合,产下了最幼小的孩子,可怕的蛇,它在黑暗大地的深处,在广阔的边界上守卫着全金的苹果。
§336τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
这就是刻托与福耳库斯的后代。
§337Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, §338Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην §339Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον §340Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην §341Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε §342Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα §343Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον §344Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε §345Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
忒堤斯为俄刻阿诺斯产下了漩涡奔腾的河神们,尼罗河、阿尔斐俄斯河以及深涡的埃里达诺斯河,斯特里蒙河、迈安德罗斯河、美流的伊斯特罗斯河,法西斯河、雷索斯河、银涡的阿克洛俄斯河,内索斯河、罗迪俄斯河、哈利亚克蒙河、赫普塔波罗斯河,格雷尼科斯河、埃塞波斯河、神圣的西摩伊斯河,佩涅俄斯河、赫耳墨斯河、美流的凯科斯河,伟大的桑加里俄斯河、拉冬河、帕耳忒尼俄斯河,埃乌埃诺斯河、阿尔德斯克斯河、神圣的斯卡曼德罗斯河。
§346τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν §347ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι §348καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, §349Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε §350Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς §351Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε §352Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε §353Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη §354Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη §355Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις §356Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε §357Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε §358Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος §359Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ §360Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε §361καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
她还产下了神圣的女儿一族,她们在地上与阿波罗主宰及河神们一起,引导青年步入成年,她们从宙斯那里得到了这份职责:培托、阿德墨忒、伊安忒、厄勒克特拉,多里斯、普里姆诺、神一般美丽的乌拉妮娅,希波、克吕墨涅、罗狄亚、卡利罗厄,仄乌克索、克吕提厄、伊杜伊亚、帕西托厄,普勒克绍雷、加拉克绍雷、可爱的狄俄涅,墨洛博西斯、托厄、美丽的波吕多拉,身姿可爱的刻耳刻伊斯、牛眼的普卢托,珀耳塞伊斯、伊阿涅伊拉、阿卡斯忒、克桑忒,可爱的珀特赖亚、墨涅斯托、欧罗巴,墨提斯、欧律诺墨、藏红花袍的忒勒斯托,克律塞伊斯、阿西亚、迷人的卡吕普索,埃乌多雷、堤刻、安菲罗、奥克罗厄,以及斯堤克斯,她确实是她们中最为杰出的。
§362αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο §363πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
这些是俄刻阿诺斯与忒堤斯所生的最年长的女儿们;然而确实还有许多其他的女儿。
§364τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι, §365αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης §366πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
因为有三千名美踝的大洋神女,她们分布广泛,在各处同样守护着大地和湖泊的深渊,女神们辉煌的孩子们。
§367τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες, §368υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
此外还有同样数量的其他河神,发出轰鸣地流淌,俄刻阿诺斯的儿子们,尊贵的忒堤斯产下了他们。

词汇与语法注释

  1. §295ἣ δʼ ἔτεκʼ — 该句的主语在语法上可以指前文的卡利罗厄(§288)或厄律忒亚岛(§290),但从福耳库斯与刻托谱系的连续性来看,通常补入刻托(§270)作为主语。后文(§333)提到刻托再次与福耳库斯结合也佐证了这一理解。
  2. §304ἔρυτʼ — 动词 ἐρύομαι 的未完成过去时中动第三人称单数形式(ἐρύετο / ἔρυτο)。在此可解释为在阿里马地底下“闭锁、隐居”,或作“看守、守护”。后一种解释与诸神为她分配居所(§303)相契合。
  3. §313λυγρὰ ἰδυῖαν — 动词 οἶδα 的宗动词(完成时主动分词)阴性单数宾格形式 ἰδυῖαν(同 εἰδυῖαν),带中性复数宾格宾语 λυγρά(指“悲惨之事、邪恶之事”)。意为“通晓邪恶之事”,引申指“具有邪恶本性、充满恶意”的公式化表达。
  4. §319ἣ δὲ — 孕育奇美拉的主语。上下文中有学者认为是刚刚提及的许德拉(§313),但传统上及更为合理的解释是,此处主语重新指回艾奇德娜(§304-308的主语)。
  5. §326ἣ δʼ — 菲克斯(斯芬克斯)的母亲。在语法上,最自然的理解是将紧邻的前主语奇美拉(§319)作为被奥尔托斯征服并生育的主语。但亦有异说认为此处的“她”仍指艾奇德娜。
  6. §347κουρίζουσι — 动词 κουρίζω 的现在时主动陈述式第三人称复数形式,意为“守护青年”或在成年礼中“为青年剪发”。这描述了大洋神女与阿波罗及众河神共同承担的养育凡人青年(kourotrophos)的神话职责。

引用这一段

赫西俄德, 神谱 §295-368. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:295-368

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。