§1045καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;
弱者之论:然而,你究竟是抱有什么想法才去谴责温水浴的?
§1046ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.
强者之论:因为这是极坏的,并且会使人变得懦弱。
§1047ἐπίσχες· εὐθὺς γάρ σʼ ἔχω μέσον λαβὼν ἄφυκτον.
弱者之论:且慢;因为我立刻就抓住了你的腰身,让你无法逃脱。
§1048καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίνʼ ἄνδρʼ ἄριστον §1049ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.
请告诉我,在宙斯的儿子当中,你认为谁是灵魂最优秀的男子,说吧,谁承担了最多的劳苦?
§1050ἐγὼ μὲν οὐδένʼ Ἡρακλέους βελτίονʼ ἄνδρα κρίνω.
强者之论:我认为没有比赫拉克勒斯更优秀的男子了。
§1051ποῦ ψυχρὰ δῆτα πώποτʼ εἶδες Ἡράκλεια λουτρά;
弱者之论:那么,你在哪里见过寒冷的“赫拉克勒斯浴场”?
§1052καίτοι τίς ἀνδρειότερος ἦν;
然而,又有谁比他更勇敢呢?
§1052bταῦτʼ ἐστὶ ταῦτʼ ἐκεῖνα, §1053ἃ τῶν νεανίσκων ἀεὶ διʼ ἡμέρας λαλούντων §1054πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.
强者之论:这就是了,这就是那个原因,它让年轻人们整天喋喋不休,使得浴馆里挤满了人,而练兵场空空如也。
§1055εἶτʼ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις· ἐγὼ δʼ ἐπαινῶ.
弱者之论:接下来你谴责在广场上消磨时光,而我却对此赞赏。
§1056εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτʼ ἂν ἐποίει §1057τὸν Νέστορʼ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
因为如果这是坏事,荷马绝不会把涅斯托尔或所有贤人描述为在广场上演讲的人。
§1058ἄνειμι δῆτʼ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν §1059οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
那么,我这就把话题转到舌头上,此人说是年轻人不应当磨炼它,而我则说应当。
§1060καὶ σωφρονεῖν αὖ φησι χρῆναι· δύο κακὼ μεγίστω.
此外他又说应当保持节制;这是两个极大的祸害。
§1061ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτʼ εἶδες ἤδη
毕竟,因为保持节制,你曾见过任何人获得了什么好处?
§1062ἀγαθάν τι γενόμενον, φράσον, καί μʼ ἐξέλεγξον εἰπών.
告诉我,用话来驳倒我。
§1063πολλοῖς.
强者之论:对许多人。
ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.
比如佩勒乌斯就是因为这个而得到了神剑。
§1064μάχαιραν;
弱者之论:一把剑?
ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.
那个倒霉鬼得到的还真是个雅致的便宜啊!
§1065Ὑπέρβολος δʼ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ §1066εἴληφε διὰ πονηρίαν, ἀλλʼ οὐ μὰ Δίʼ οὐ μάχαιραν.
然而卖灯笼的许珀波洛斯凭借着奸诈,得到了许多塔兰同,但凭宙斯发誓,绝不是得到一把剑。
§1067καὶ τὴν Θέτιν γʼ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.
强者之论:而且佩勒乌斯正是因为节制才娶到了忒提斯。
§1068κᾆτʼ ἀπολιποῦσά γʼ αὐτὸν ᾤχετʼ· οὐ γὰρ ἦν ὑβριστὴς §1069οὐδʼ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν· §1070γυνὴ δὲ σιναμωρουμένη χαίρει· σὺ δʼ εἶ Κρόνιππος.
弱者之论:然后她就抛下他走了;因为他不够粗野,也不是一个能在被褥里整夜寻欢作乐的妙人;女人就喜欢放荡胡来;而你是个老糊涂。
§1071σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα §1072ἅνεστιν, ἡδονῶν θʼ ὅσων μέλλεις ἀποστερεῖσθαι, §1073παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν.
青年啊,你想想,在节制之中,以及你将要被剥夺多少快乐:美少男、女人、科塔博斯游戏、佳肴、美酒、吃吃傻笑。
§1074καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;
然而,如果你被剥夺了这些,活着还有什么价值?
§1075εἶεν.
罢。
πάρειμʼ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας.
我这就把话题转到自然天性的需要上去。
§1076ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτʼ ἐλήφθης·
你犯了错、坠入爱河、犯了通奸,然后被抓住了。
§1077ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δʼ ὁμιλῶν
你完蛋了,因为你无话可说。
§1078χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.
但若与我交往,顺从你的天性吧,尽情跳跃、欢笑,认为没有什么事是可耻的。
§1079μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδʼ ἀντερεῖς πρὸς αὐτόν, §1080ὡς οὐδὲν ἠδίκηκας· εἶτʼ ἐς τὸν Δίʼ ἐπανενεγκεῖν, §1081κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·
因为万一你作为奸夫被抓,你可以这样对他说,说你并没做错什么;然后把这归咎于宙斯,连他也是爱情和女人的手下败将。
§1082καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;
然而你不过是个凡人,又怎能强于神明呢?
§1083τί δʼ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ, §1084ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;
强者之论:但如果听信了你的话,他被塞进萝卜、用热灰拔毛,他还能有什么论据来辩称自己不是个被鸡奸者?
§1085ἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;
弱者之论:如果他是个被鸡奸者,他又会遭受什么坏处?
§1086τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
强者之论:那么,他还能遭受比这更大的痛苦吗?
§1087τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
弱者之论:那么,如果你在这一点上被我驳倒,你要说什么呢?
§1088σιγήσομαι.
强者之论:我将保持沉默。
τί δʼ ἄλλο;
还能怎样?
§1091τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων;
那么,悲剧演员是从哪些人中产生的?
§1092ἐξ εὐρυπρώκτων.
强者之论:从被鸡奸的人中。
§1092bεὖ λέγεις.
弱者之论:你说得对。
§1097bκαὶ δὴ σκοπῶ.
强者之论:我正看着呢。
§1098τί δῆθʼ ὁρᾷς;
弱者之论:那你看到了什么?
比如这一个我就认识,还有那一个,(包含在 1099 中)还有这个留长发的人。
§1101aτί δῆτʼ ἐρεῖς;
弱者之论:那你还要说什么呢?
§1102ἡττήμεθʼ·
强者之论:我们输了!
噢,被鸡奸的家伙们,凭诸神发誓,收下我的斗篷吧,因为我要向你们投降了。
§1105τί δῆτα;
弱者之论:那又怎样?
πότερα τοῦτον ἀπάγεσθαι λαβὼν §1106βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;
你是想带着你的这个儿子回去,还是让我教他辩论?
§1107δίδασκε καὶ κόλαζε καὶ μέμνησʼ ὅπως §1108εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα §1109οἷον δικιδίοις, τὴν δʼ ἑτέραν αὐτοῦ γνάθον §1110στόμωσον οἵαν ἐς τὰ μείζω πράγματα.
斯特雷普西阿得斯:教他,惩罚他,并且记住,替我把他的口齿磨利;一边腮帮子就像是为了打那些小官司,而他的另一边腮帮子,则要磨得适合处理更大的事务。
§1111ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
弱者之论:放心吧,你领回去的绝对会是一个精明的智者。
§1112ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
斯特雷普西阿得斯:那恐怕是脸色苍白而且倒霉透顶吧。
§1113χωρεῖτέ νυν.
歌队:那么,走吧。
οἶμαι δέ σοι ταῦτα μεταμελήσειν.
但我想你会为这些事后悔的。
§1115τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν §1116ὠφελῶσʼ ἐκ τῶν δικαίων, βουλόμεσθʼ ἡμεῖς φράσαι.
如果裁判们公正地奖赏这支歌队,他们将获得什么好处,我们想要陈述。
§1117πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθʼ ἐν ὥρᾳ τοὺς ἀγρούς,
首先,如果你们希望在适宜的季节耕作田地,