Humanitext Reader

阿里斯托芬 · 云 §869-966

强弱二论登场与新旧教育的论辩

第 12 段,共 19 段 · 希腊语

内容简介

在斯特雷普西阿得斯恳求苏格拉底教育他的儿子后,“强者之论”(正义之论)和“弱者之论”(非正义之论)以拟人化的形象登场,并围绕谁更适合教育斐迪庇得斯展开了激烈的口角,拉开了新旧教育大论战的序幕。

§869καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
(苏格拉底:)而且他还不会使用这里的吊筐。
§870αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
(斐迪庇得斯:)要是你被吊起来,你自己就会变成一件破烂的旧斗篷吧。
§871οὐκ ἐς κόρακας;
(斯特雷普西阿得斯:)滚去喂乌鸦!
καταρᾷ σὺ τῷ διδασκάλῳ;
你竟敢诅咒你的老师?
§872ἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατο §873καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
(苏格拉底:)瞧瞧,“要是被吊起来”,他说得多么愚蠢,用那双松松垮垮合不拢的嘴唇。
§874πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκης §875ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
这样的人怎能学会免于起诉,或是传唤,或是能把人弄糊涂的劝说辩词?
§876καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.
然而,许佩波罗斯可是花了一个塔兰同才学会这玩意的。
§877ἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει·
(斯特雷普西阿得斯:)没关系,教吧;他天生就聪明。
§878εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ §879ἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν, §880ἁμαξίδας τε σκυτίνας ἠργάζετο, §881κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
起码当他还是这么丁点大个小毛孩时,他就常在屋里捏泥巴、雕小船,做些皮革的小车,用石榴皮做青蛙,你想都想不到有多逼真。
§882ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται, §883τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα, §884ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
但请务必让他学会那两种论辩,那比较强的,不管它是哪一个,以及那比较弱的,即那通过歪理来颠覆强者之论的弱者之论。
§885ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
如果不能两个都学,那无论如何也至少要学会那个不正义的。
§886αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν.
(苏格拉底:)他自己会从那两个论辩本身那里学到的。
§887ἐγὼ δʼ ἀπέσομαι.
那我就回避了。
§887bτοῦτό νυν μέμνησʼ, ὅπως §888πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.
(斯特雷普西阿得斯:)那么请记住这一点,务必使他能够对所有正义的事情进行反驳。
§889χώρει δευρί, δεῖξον σαυτὸν §890τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.
(强者之论:)到这儿来,展示你自己给观众们看看,尽管你如此厚颜无耻。
§891ἴθʼ ὅποι χρῄζεις.
(弱者之论:)你想去哪儿就去哪儿。
πολὺ γὰρ μᾶλλόν ʼς §892ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
因为在众人面前与你辩论并将你彻底击败,这可痛快得多。
§893ἀπολεῖς σύ;
(强者之论:)你要击败我?
τίς ὤν;
你是谁?
§893bλόγος.
(弱者之论:)论辩。
§893cἥττων γʼ ὤν.
(强者之论:)一个较弱的罢了。
§894ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω §895φάσκοντʼ εἶναι.
(弱者之论:)但我能战胜你,你口口声声说自己比我强。
§895bτί σοφὸν ποιῶν;
(强者之论:)凭什么聪明手段?
§896γνώμας καινὰς ἐξευρίσκων.
(弱者之论:)通过发明新颖的思想。
§897ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ §898τοὺς ἀνοήτους.
(强者之论:)因为这些东西能大行其道,全靠这里愚蠢的家伙们。
§899οὔκ, ἀλλὰ σοφούς.
(弱者之论:)不,是聪明人。
§899bἀπολῶ σε κακῶς.
(强者之论:)我会狠狠地毁灭你。
§900εἰπὲ τί ποιῶν;
(弱者之论:)说说看,怎么做?
§900bτὰ δίκαια λέγων.
(强者之论:)通过讲述正义的事理。
§901ἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων· §902οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.
(弱者之论:)但我只要反驳,就能把它们推翻;因为我声称根本就没有什么正义。
§903οὐκ εἶναι φῄς;
(强者之论:)你说是说它不存在?
§903bφέρε γὰρ ποῦ ʼστιν;
(弱者之论:)对啊,那它在哪儿呢?
§904παρὰ τοῖσι θεοῖς.
(强者之论:)在众神那里。
§904aπῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς §905οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦ §906δήσας;
(弱者之论:)如果正义真的存在,为什么宙斯在捆绑了自己的父亲之后,却没有灭亡?
§906bαἰβοῖ τουτὶ καὶ δὴ
(强者之论:)呸!
§907χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην.
这股恶气果然开始发作了;给我拿个洗脸盆来。
§908τυφογέρων εἶ κἀνάρμοστος.
(弱者之论:)你是个老糊涂,而且跟不上时代。
§909καταπύγων εἶ κἀναίσχυντος.
(强者之论:)你是个男色之徒,无耻之尤。
§910ῥόδα μʼ εἴρηκας.
(弱者之论:)你这等于在用玫瑰赞美我。
§910bκαὶ βωμολόχος.
(强者之论:)还是个卑鄙的下流小丑。
§911κρίνεσι στεφανοῖς.
(弱者之论:)你这是在用百合花冠为我加冕。
§911bκαὶ πατραλοίας.
(强者之论:)还是个打骂父亲的火爆浪子。
§912χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις.
(弱者之论:)你在用黄金洒在我身上,自己却不知道。
§913οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ.
(强者之论:)以前可不是这样,以前那是铅。
§914νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.
(弱者之论:)但现在,这对我来说却成了装饰。
§915θρασὺς εἶ πολλοῦ.
(强者之论:)你真是厚颜无耻到了极点。
§915bσὺ δέ γʼ ἀρχαῖος.
(弱者之论:)而你则是个老古董。
§916διὰ σὲ δὲ φοιτᾶν §917οὐδεὶς ἐθέλει τῶν μειρακίων· §918καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις §919οἶα διδάσκεις τοὺς ἀνοήτους.
(强者之论:)正因为你,年轻人们都不想去上学了;总有一天阿提卡人会看清你,你都在教那些傻瓜些什么东西。
§920αὐχμεῖς αἰσχρῶς.
(弱者之论:)你脏得丢人现眼。
§920bσὺ δέ γʼ εὖ πράττεις.
(强者之论:)而你倒是过得舒舒服服。
§921καίτοι πρότερόν γʼ ἐπτώχευες, §922Τήλεφος εἶναι Μυσὸς φάσκων, §923ἐκ πηριδίου §924γνώμας τρώγων Πανδελετείους.
可你以前不过是个乞丐,自称是那个克罗诺斯时代的缪西亚人泰勒福斯,从你那破口袋里,啃食着潘德莱特式的陈词滥调。
§925ὤμοι σοφίας — §925bὤμοι μανίας — §926ἧς ἐμνήσθης — §927τῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφει §928λυμαινόμενον τοῖς μειρακίοις.
(弱者之论:)哎呀,多么高明的智慧—— (强者之论:)哎呀,多么荒唐的疯狂—— (弱者之论:)你所提到的那智慧—— (强者之论:)是说你的疯狂,还有养活你这个毒害年轻人的城邦的疯狂。
§929οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
(弱者之论:)你这个老顽固休想教导这个孩子。
§930εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ §931καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
(强者之论:)如果他真的想要得救,而不是仅仅学会耍嘴皮子的话,就由我来教。
§932δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.
(弱者之论:)到这儿来,让这疯子自己去发疯吧。
§933κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.
(强者之论:)你要要是敢碰他一下,我就让你哭着回去。
§934παύσασθε μάχης καὶ λοιδορίας.
(歌队:)别打了,也别骂了。
§935ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρους §936ἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴν §937παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν §938ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
倒不如你们一个展示一下,你以前都教给古人些什么,另一个展示一下新的教育,好让这孩子在听了你们双方辩论之后,做出判断再去上学。
§939δρᾶν ταῦτʼ ἐθέλω.
(强者之论:)我愿意这么做。
§939bκἄγωγʼ ἐθέλω.
(弱者之论:)我也愿意。
§940φέρε δὴ πότερος λέξει πρότερος;
(歌队:)那么,你们两个谁先说?
§941τούτῳ δώσω· §942κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ §943ῥηματίοισιν καινοῖς αὐτὸν §944καὶ διανοίαις κατατοξεύσω.
(强者之论:)我让给他先说;然后,针对他所说的话,用新奇的词汇和思想,把他射个对穿。
§945τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ, §946τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ §947κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν §948ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
到最后,只要他敢哼一声,他的整张脸和双眼,就会像被黄蜂蜇过一样,在我的思想攻势下彻底完蛋。
§949νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι §950λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις, §951ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.
(歌队:)现在请二位展示,凭借你们对各自擅长的论辩、思想和能发明格言的周密心思的自信,你们之中哪一位在辩论中显得更胜一筹。
§955νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας, §956ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
因为现在,智慧的所有危机都在这里展开,这对于我的朋友们来说是一场最伟大的战斗。
§959ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας, §960ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
(歌队:)然而,噢,你这曾用许多良好品性为先辈加冕的人啊,请发出你所喜爱的声音,阐明你自己的本质吧。
§961λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο, §962ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο.
(强者之论:)那么,我就来讲讲过去的教育是怎样的情形,那时我宣扬正义而繁荣,节制也已成为风尚。
§963πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι· §964εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ §965τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
首先,绝不能听到孩子发出半点嘟囔声;其次,在街上要规规矩矩地朝琴师家里走去,同村的孩子们成群结队,光着身子,即使大雪纷飞如同飘麦一般。
§966εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
接着,他们又被教导要预先学习一首歌,并且不能把双腿并拢,

词汇与语法注释

  1. 870τρίβων — 这里是名词“破旧的斗篷”与形容词“熟练的、有经验的”的双关语。针对前一句苏格拉底所说的“τρίβων”(对悬挂的篮子还不“熟悉”),斐迪庇得斯讽刺说,如果苏格拉底自己被吊起来,他自己就会变成一件“破旧的斗篷”(或一个遍体鳞伤的人)。
  2. 881πῶς δοκεῖς — 字面意思是“你怎么想?”,但这里并不是提问,而是作为一种口语化的插入语,表示“难以置信地”或“无法想象地”等强调语气。
  3. 904aδίκης οὔσης — 分词 ὤν 的属格单数阴性形式 οὔσης 修饰 δίκης。这里被解释为表示假设(条件)意义的属格绝对独立结构(genitive absolute),意为“如果正义存在的话”。
  4. 937ἀκούσας σφῷν ἀντιλεγόντοιν — 分词 ἀκούσας(听了……之后)是主格单数阳性不定过去时。其后的 σφῷν ἀντιλεγόντοιν(你们两位辩论)是属格(双数形),这是基于感官动词 ἀκούω(听到)在表示“听到人的声音”时支配属格的用法。
  5. 963ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι — 这是无人称动词 ἔδει(必须……)所支配的不定式从句。不定式 ἀκοῦσαι(听到)的直接宾语是宾格的 φωνὴν(声音),属格的 παιδὸς γρύξαντος(发出发出任何声音的孩子的)修饰 φωνὴν。整句意为“绝不能听到孩子发出任何嘟囔声”。

引用这一段

阿里斯托芬, 云 §869-966. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:869-966

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。