Humanitext Reader

狄摩西尼 · 葬礼演说 §23-29

承载希腊自由的逝者美德与各部落始祖

第 4 段,共 5 段 · 希腊语

内容简介

演讲者歌颂了体现希腊自由的逝者美德,并详细阐述了这一美德如何受到民主精神以及各部落祖先高尚神话的支撑。

§23καὶ τὰ μὲν ἄλλʼ ἔστιν τούτων ὡς ἕκαστος ἔχει γνώμης, οὕτως ὑπολαμβάνειν· ὃ δʼ ἅπασιν ὁμοίως τοῖς οὖσιν ἀνθρώποις γεγένηται φανερόν, ὅτι ἡ πάσης τῆς Ἑλλάδος ἄρʼ ἐλευθερία ἐν ταῖς τῶνδε τῶν ἀνδρῶν ψυχαῖς διεσῴζετο·
至于这些事的其他方面,每个人都可以根据自己的见解去理解;然而,对所有人同样显而易见的事实是,整个希腊的自由正是保存在这些人的灵魂之中。
ἐπειδὴ γοῦν ἡ πεπρωμένη τούτους ἀνεῖλεν, οὐδεὶς ἀντέστη τῶν λοιπῶν.
无论如何,当命运夺去了他们,其余的人便无一抵抗。
καὶ φθόνος μὲν ἀπείη τοῦ λόγου, δοκεῖ δέ μοί τις ἂν εἰπὼν ὡς ἡ τῶνδε τῶν ἀνδρῶν ἀρετὴ τῆς Ἑλλάδος ἦν ψυχὴ τἀληθὲς εἰπεῖν·
愿我的话语免于嫉妒之嫌,但在我看来,如果有人说这些人的美德就是希腊的灵魂,那他便道出了真理。
§24ἅμα γὰρ τά τε τούτων πνεύματʼ ἀπηλλάγη τῶν οἰκείων σωμάτων, καὶ τὸ τῆς Ἑλλάδος ἀξίωμʼ ἀνῄρηται.
因为在他们的呼吸离开各自肉体的同时,希腊的威信也随之烟消云散了。
μεγάλην μὲν οὖν ἴσως ὑπερβολὴν δόξομεν λέγειν, ῥητέον δʼ ὅμως· ὥσπερ γάρ, εἴ τις ἐκ τοῦ καθεστηκότος κόσμου τὸ φῶς ἐξέλοι, δυσχερὴς καὶ χαλεπὸς ἅπας ὁ λειπόμενος ἂν ἡμῖν βίος γένοιτο, οὕτω τῶνδε τῶν ἀνδρῶν ἀναιρεθέντων ἐν σκότει καὶ πολλῇ δυσκλείᾳ πᾶς ὁ πρὸ τοῦ ζῆλος τῶν Ἑλλήνων γέγονεν.
因此,我们或许显得说话大有夸张之嫌,但依然必须表明:正如若有人从既有的宇宙秩序中夺去光芒,我们所剩的全部生活都将变得艰难而困苦,同样,随着这些人的逝去,希腊人以往的一切荣耀都已落入黑暗与巨大的耻辱之中。
§25διὰ πολλὰ δʼ εἰκότως ὄντες τοιοῦτοι, διὰ τὴν πολιτείαν οὐχ ἥκιστʼ ἦσαν σπουδαῖοι.
他们之所以理所当然地具有这样的品质,原因众多,而其中最主要的是因为他们的政体使他们如此优秀。
αἱ μὲν γὰρ διὰ τῶν ὀλίγων δυναστεῖαι δέος μὲν ἐνεργάζονται τοῖς πολίταις, αἰσχύνην δʼ οὐ παριστᾶσιν· ἡνίκʼ ἂν οὖν ὁ ἀγὼν ἔλθῃ τοῦ πολέμου, πᾶς τις εὐχερῶς ἑαυτὸν σῴζει, συνειδὼς ὅτι, ἐὰν τοὺς κυρίους ἢ δώροις ἢ διʼ ἄλλης ἡστινοσοῦν ὁμιλίας ἐξαρέσηται, κἂν τὰ δεινότατʼ ἀσχημονήσῃ, μικρὸν ὄνειδος τὸ λοιπὸν αὐτῷ καταστήσεται·
因为由少数人执政的寡头政治虽在公民中植入恐惧,却不能带来羞耻感;因此,每当战争的考验来临,每个人都会轻易保全自己,因为他深知,如果能通过礼物或任何其他交往方式来讨好统治者,即便他做出了最可耻的懦弱行倾,此后落在自己身上的耻辱也微乎其微。
§26αἱ δὲ δημοκρατίαι πολλά τʼ ἄλλα καὶ καλὰ καὶ δίκαιʼ ἔχουσιν, ὧν τὸν εὖ φρονοῦντʼ ἀντέχεσθαι δεῖ, καὶ τὴν παρρησίαν ἐκ τῆς ἀληθείας ἠρτημένην οὐκ ἔστι τἀληθὲς δηλοῦν ἀποτρέψαι.
而民主政治则拥有许多其他美好而公正的特征,明智之人理应坚守这些特征,其中,依系于真理的言论自由是无法被阻止揭示真相的。
οὔτε γὰρ πάντας ἐξαρέσασθαι τοῖς αἰσχρόν τι ποιήσασιν δυνατόν, οὔτε μόνος ὁ τἀληθὲς ὄνειδος λέγων λυπεῖ· καὶ γὰρ οἱ μηδὲν ἂν εἰπόντες αὐτοὶ βλάσφημον ἄλλου γε λέγοντος χαίρουσιν ἀκούοντες.
因为,做了丑事的人既不可能讨好所有人,而指出真实耻辱的人也并非唯一令人痛苦的存在;因为即便那些自己绝不口出恶言的人,也乐于听别人说出来。
ἃ φοβούμενοι πάντες εἰκότως τῇ τῶν μετὰ ταῦτʼ ὀνειδῶν αἰσχύνῃ τόν τε προσιόντʼ ἀπὸ τῶν ἐναντίων κίνδυνον εὐρώστως ὑπέμειναν, καὶ θάνατον καλὸν εἵλοντο μᾶλλον ἢ βίον αἰσχρόν.
众人因害怕这些,自然出于对随之而来的指责的羞耻感,既坚韧地承受了来自敌人的步步逼近的危险,又宁愿选择光荣的死亡,而不愿选择可耻的苟活。
§27ἃ μὲν οὖν κοινῇ πᾶσιν ὑπῆρχεν τοῖσδε τοῖς ἀνδράσιν εἰς τὸ καλῶς ἐθέλειν ἀποθνῄσκειν, εἴρηται, γένος, παιδεία, χρηστῶν ἐπιτηδευμάτων συνήθεια, τῆς ὅλης πολιτείας ὑπόθεσις· ἃ δὲ κατὰ φυλὰς παρεκάλεσεν ἑκάστους εὐρώστους εἶναι, ταῦτʼ ἤδη λέξω.
至此,为了使这些人乐于壮烈牺牲而共同具备的条件已经阐明——出身、教育、对美德的习惯追求,以及整个政体的基本原则;至于按部落促使各群体保持坚韧的因素,我现将予以陈述。
ᾔδεσαν πάντες Ἐρεχθεῖδαι τὸν ἐπώνυμον τὸν αὑτῶν Ἐρεχθέα, ἕνεκα τοῦ σῷσαι τὴν χώραν τὰς αὑτοῦ παῖδας, ἃς Ὑακινθίδας καλοῦσιν, εἰς προῦπτον θάνατον δόντʼ ἀναλῶσαι.
所有埃里克托尼乌斯部落的人都深知,他们部落的命名祖先埃里克托尼乌斯为了拯救国土,将自己的女儿们(即所谓的许阿辛提得斯)送往显而易见的死亡并予以牺牲。
αἰσχρὸν οὖν ἡγοῦντο τὸν μὲν ἀπʼ ἀθανάτων πεφυκότα πάντα ποιεῖν ἕνεκα τοῦ τὴν πατρίδʼ ἐλευθερῶσαι, αὐτοὶ δὲ φανῆναι θνητὸν σῶμα ποιούμενοι περὶ πλείονος ἢ δόξαν ἀθάνατον.
因此,他们认为,当一个神明的后代为了解放祖国而不惜一切时,他们自己若表现得看重凡人的躯壳胜过不朽的荣耀,将是可耻的。
§28οὐκ ἠγνόουν Αἰγεῖδαι Θησέα τὸν Αἰγέως πρῶτον ἰσηγορίαν καταστησάμενον τῇ πόλει.
埃勾斯部落的人并非不知道,埃勾斯的儿子忒修斯最早在城邦中确立了言论平等的权利。
δεινὸν οὖν ἡγοῦντο τὴν ἐκείνου προδοῦναι προαίρεσιν, καὶ τεθνάναι μᾶλλον ᾑροῦνθʼ ἢ καταλυομένης ταύτης παρὰ τοῖς Ἕλλησιν ζῆν φιλοψυχήσαντες.
因此,他们认为背叛他的选择是骇人听闻的,宁愿选择死亡,也不愿在这一权利于希腊人中被摧毁时苟且偷生。
παρειλήφεσαν Πανδιονίδαι Πρόκνην καὶ Φιλομήλαν τὰς Πανδίονος θυγατέρας, ὡς ἐτιμωρήσαντο Τηρέα διὰ τὴν εἰς αὑτὰς ὕβριν.
潘迪昂部落的人承袭了关于潘迪昂的女儿普罗克涅和菲洛美拉如何因泰柔斯对她们的暴行而对其进行报复的传说。
οὐ βιωτὸν οὖν ἐνόμιζον αὑτοῖς, εἰ μὴ συγγενῆ φανήσονται τὸν θυμὸν ἔχοντες ἐκείναις, ἐφʼ οἷς τὴν Ἑλλάδʼ ἑώρων ὑβριζομένην.
因此,面对眼睁睁看着希腊遭受蹂躏的现状,他们认为自己若不能展现出与那些女性相近的气概,生命便不值得度过。
§29ἠκηκόεσαν Λεωντίδαι μυθολογουμένας τὰς Λεὼ κόρας, ὡς ἑαυτὰς ἔδοσαν σφάγιον τοῖς πολίταις ὑπὲρ τῆς χώρας.
列昂提斯部落的人曾听说过关于列奥斯的女儿们如何为了国家而将自己作为牺牲献给市民的传说。
ὅτε δὴ γυναῖκες ἐκεῖναι τοιαύτην ἔσχον ἀνδρείαν, οὐ θεμιτὸν αὑτοῖς ὑπελάμβανον χείροσιν ἀνδράσιν οὖσιν ἐκείνων φανῆναι.
既然那些女性拥有如此的勇气,他们便认为,作为男性的自己若表现得不如她们,将是不合天理的。
ἐμέμνηντʼ Ἀκαμαντίδαι τῶν ἐπῶν ἐν οἷς Ὅμηρος ἕνεκα τῆς μητρός φησιν Αἴθρας Ἀκάμαντʼ εἰς Τροίαν στεῖλαι.
阿卡曼提斯部落的人记住了荷马的诗句,诗中提到阿卡马斯为了母亲埃特拉而远征特洛伊。
ὁ μὲν οὖν παντὸς ἐπειρᾶτο κινδύνου τοῦ σῷσαι τὴν ἑαυτοῦ μητέρʼ ἕνεκα· οἱ δὲ τοὺς οἴκοι σύμπαντας γονέας πῶς οὐκ ἤμελλον ὑπὲρ τοῦ σῷσαι πάντα κίνδυνον ὑπομένειν;
既然他为了拯救自己的母亲而尝试了所有的危险,那么他们为了拯救家乡的所有双亲,又怎能不甘愿承受一切危险呢?

词汇与语法注释

  1. §23τις ἂν εἰπὼν ... τἀληθὲς εἰπεῖν — 语气词 `ἄν` 与作为动词 `δοκεῖ` 补足语的不定式 `εἰπεῖν`(或分词 `εἰπών`)相结合,表示潜在条件(“如果有人说……,那他便是道出了真理”)。分词 `εἰπών` 起到了条件从句(相当于 εἴρητα εἴποι)的作用。
  2. §25συνειδὼς ὅτι, ἐὰν ... ἐξαρέσηται, κἂν ... ἀσχημονήσῃ, μικρὸν ὄνειδος ... καταστήσεται — 在分词 `συνειδώς`(深知)引导的 `ὅτι` 从句内部,嵌套了两个条件从句 `ἐὰν ... ἐξαρέσηται` 和 `κἂν`(即 καὶ ἐάν)`... ἀσχημονήσῃ`,它们共同修饰主语从句/主句 `μικρὸν ὄνειδος ... καταστήσεται`。
  3. §27αὐτοὶ δὲ φανῆναι θνητὸν σῶμα ποιούμενοι περὶ πλείονος — 不定式 `φανῆναι` 是由 `ἡγοῦντο` 所引导的不定式结构的一部分。由于其逻辑主语与主句主语一致,因此使用了主格 `αὐτοί` 而非宾格。短语 `περὶ πλείονος ποιεῖσθαι` 是一个惯用表达,意为“更为看重”,分词 `ποιούμενοι` 作为 `φανῆναι` 的补足语。

引用这一段

狄摩西尼, 葬礼演说 §23-29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg060.humanitext-grc2:23-29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。