Humanitext Reader

狄摩西尼 · 葬礼演说 §30-37

其余部族典范与对生者的慰勉

第 5 段,共 5 段 · 希腊语

内容简介

演讲者提到了其余部落(从俄纽斯到安提奥科斯)的神话与历史典范,将在世亲属所面临的悲痛与逝者所获得的永恒幸福进行对比。最后,他鼓励亲属以自豪的态度承受这一高尚的牺牲,并在履行完传统葬礼仪式后离去。

§30οὐκ ἐλάνθανεν Οἰνείδας ὅτι Κάδμου μὲν Σεμέλη, τῆς δʼ ὃν οὐ πρέπον ἐστὶν ὀνομάζειν ἐπὶ τοῦδε τοῦ τάφου, τοῦ δʼ Οἰνεὺς γέγονεν, ὃς ἀρχηγὸς αὐτῶν ἐκαλεῖτο.
俄纽斯部落的人并非不知道,卡德摩斯生了塞墨勒,塞墨勒生了那个人(在这一坟墓前指名道姓是不合宜的),而那个人又生了俄纽斯,即他们被称为始祖的人。
κοινοῦ δʼ ὄντος ἀμφοτέραις ταῖς πόλεσιν τοῦ παρόντος κινδύνου, ὑπὲρ ἀμφοτέρων ἅπασαν ᾤοντο δεῖν ἀγωνίαν ἐκτεῖναι.
由于眼下的危险对于这两个城邦是共同的,他们认为应当为双方尽一切努力去奋斗。
ᾔδεσαν Κεκροπίδαι τὸν ἑαυτῶν ἀρχηγὸν τὰ μὲν ὡς ἔστιν δράκων, τὰ δʼ ὡς ἔστιν ἄνθρωπος λεγόμενον, οὐκ ἄλλοθέν ποθεν ἢ τῷ τὴν σύνεσιν αὐτοῦ προσομοιοῦν ἀνθρώπῳ, τὴν ἀλκὴν δὲ δράκοντι.
凯克洛普斯部落的人知道他们的始祖被称为半蛇半人,这并非因为其他原因,而只是因为他的智慧堪比人类,其勇武堪比巨蛇。
ἄξια δὴ τούτων πράττειν ὑπελάμβανον αὑτοῖς προσήκειν.
因此,他们认为自己理应做出配得上这些特征的举动。
§31ἐμέμνηνθʼ Ἱπποθωντίδαι τῶν Ἀλόπης γάμων, ἐξ ὧν Ἱπποθῶν ἔφυ, καὶ τὸν ἀρχηγὸν ᾔδεσαν· ὧν, τὸ πρέπον φυλάττων ἐγὼ τῷδε τῷ καιρῷ, τὸ σαφὲς εἰπεῖν ὑπερβαίνω.
希波图翁部落的人记着阿洛佩的婚姻,希波图翁正是由此而生,他们也知道这位始祖;然而为了在这一场合保持得体,我便不明确细说这些事了。
ἄξια δὴ τούτων ᾤοντο δεῖν ποιοῦντες ὀφθῆναι.
他们认为,必须让人们看到自己做出了配得上这些的举动。
οὐκ ἐλάνθανεν Αἰαντίδας ὅτι τῶν ἀριστείων στερηθεὶς Αἴας ἀβίωτον ἑαυτῷ ἡγήσατο τὸν βίον.
埃阿斯部落的人并非不知道,埃阿斯在被剥夺了勇士的奖赏时,认为自己的生命已不再值得度过。
ἡνίκʼ οὖν ὁ δαίμων ἄλλῳ τἀριστεῖʼ ἐδίδου, τότε τοὺς ἐχθροὺς ἀμυνόμενοι τεθνάναι δεῖν ᾤοντο, ὥστε μηδὲν ἀνάξιον αὑτῶν παθεῖν.
因此,当神明将奖赏给予他人时,他们认为自己应当在抗击敌人的同时壮烈牺牲,以免遭受任何配不上自己的屈辱。
οὐκ ἠμνημόνουν Ἀντιοχίδαι Ἡρακλέους ὄντʼ Ἀντίοχον.
安提奥科斯部落的人没有忘记安提奥科斯是赫拉克勒斯之子。
δεῖν οὖν ἡγήσαντʼ ἢ ζῆν ἀξίως τῶν ὑπαρχόντων ἢ τεθνάναι καλῶς.
因此,他们认为自己要么应当配得上祖先地活着,要么应当光荣地死去。
§32οἱ μὲν οὖν ζῶντες οἰκεῖοι τούτων ἐλεινοί, τοιούτων ἀνδρῶν ἐστερημένοι καὶ συνηθείας πολλῆς καὶ φιλανθρώπου διεζευγμένοι, καὶ τὰ τῆς πατρίδος πράγματʼ ἔρημα καὶ δακρύων καὶ πένθους πλήρη· οἱ δʼ εὐδαίμονες τῷ δικαίῳ λογισμῷ.
因此,这些人的在世亲属确实是可怜的,他们失去了这样的男子,告别了长久而深厚的温情陪伴,祖国的事务也变得荒凉,充满了泪水和哀恸;但在正确的理智看来,死者却是幸福的。
πρῶτον μὲν ἀντὶ μικροῦ χρόνου πολὺν καὶ τὸν ἅπαντʼ εὔκλειαν ἀγήρω καταλείπουσιν, ἐν ᾗ καὶ παῖδες οἱ τούτων ὀνομαστοὶ τραφήσονται καὶ γονεῖς περίβλεπτοι γηροτροφήσονται, παραψυχὴν τῷ πένθει τὴν τούτων εὔκλειαν ἔχοντες.
首先,他们用短暂的生命换取了留存至今、历久弥新的漫长乃至永恒的荣耀,在这种荣耀中,他们名声显赫的子嗣将得以抚养,而他们备受瞩目的双亲也将在晚年得到赡养,并以这些人的荣耀作为他们悲伤的慰藉。
§33ἔπειτα νόσων ἀπαθεῖς τὰ σώματα καὶ λυπῶν ἄπειροι τὰς ψυχάς, ἃς ἐπὶ τοῖς συμβεβηκόσιν οἱ ζῶντες ἔχουσιν, ἐν μεγάλῃ τιμῇ καὶ πολλῷ ζήλῳ τῶν νομιζομένων τυγχάνουσιν.
其次,他们的肉体免受疾病的折磨,他们的灵魂也不曾体会生者对已发生之事所抱持的悲痛,他们获得了极大的尊荣以及在传统仪式中极高的敬仰。
οὓς γὰρ ἅπασα μὲν ἡ πατρὶς θάπτει δημοσίᾳ, κοινῶν δʼ ἐπαίνων μόνοι τυγχάνουσιν, ποθοῦσι δʼ οὐ μόνοι συγγενεῖς καὶ πολῖται, ἀλλὰ πᾶσαν ὅσην Ἑλλάδα χρὴ προσειπεῖν, συμπεπένθηκεν δὲ καὶ τῆς οἰκουμένης τὸ πλεῖστον μέρος, πῶς οὐ χρὴ τούτους εὐδαίμονας νομίζεσθαι;
因为整个祖国都为他们举行国葬,他们独享公共的赞美,不仅亲属和公民怀念他们,连一切理应被称为希腊的地方也怀念他们,甚至世上大半的人都一同为他们致哀,这样的人又怎能不被视为幸福的呢?
§34οὓς παρέδρους εἰκότως ἄν τις φήσαι τοῖς κάτω θεοῖς εἶναι, τὴν αὐτὴν τάξιν ἔχοντας τοῖς προτέροις ἀγαθοῖς ἀνδράσιν ἐν μακάρων νήσοις.
人们可以理所当然地称他们为冥界神明的陪席者,在至福乐土上与先前的勇士们享有同等的地位。
οὐ γὰρ ἰδών τις οὐδὲ περὶ ἐκείνων ταῦτʼ ἀπήγγελκεν, ἀλλʼ οὓς οἱ ζῶντες ἀξίους ὑπειλήφαμεν τῶν ἄνω τιμῶν, τούτους τῇ δόξῃ καταμαντευόμενοι κἀκεῖ τῶν αὐτῶν τιμῶν ἡγούμεθʼ αὐτοὺς τυγχάνειν.
因为谁也没有亲眼见过,也没有人汇报过关于那些先辈的这些事情,但我们生者所认为配得上天上尊荣的那些人,我们根据他们的名声进行推测,认为他们在那边也同样获得了这些相同的尊荣。
§35ἔστι μὲν οὖν ἴσως χαλεπὸν τὰς παρούσας συμφορὰς λόγῳ κουφίσαι· δεῖ δʼ ὅμως πειρᾶσθαι καὶ πρὸς τὰ παρηγοροῦντα τρέπειν τὴν ψυχήν, ὡς τοὺς τοιούτους ἄνδρας γεγεννηκότας καὶ πεφυκότας αὐτοὺς ἐκ τοιούτων ἑτέρων καλόν ἐστιν τὰ δείνʼ εὐσχημονέστερον τῶν ἄλλων φέροντας ὁρᾶσθαι καὶ πάσῃ τύχῃ χρωμένους ὁμοίους εἶναι.
因此,或许很难用言语来减轻当下的不幸;但无论如何,仍须尝试将心灵转向令人宽慰的事物,因为对于生育了这些杰出男子、且自身也源于这般祖先的人们而言,让世人看到他们比别人更优雅地承受这骇人的灾难,且在遭遇任何命运时都保持同样的坚定,乃是高尚的。
§36καὶ γὰρ ἐκείνοις ταῦτʼ ἂν εἴη μάλιστʼ ἐν κόσμῳ καὶ τιμῇ, καὶ πάσῃ τῇ πόλει καὶ τοῖς ζῶσιν ταῦτʼ ἂν ἐνέγκοι πλείστην εὐδοξίαν.
因为这对于逝者而言将是最大的荣耀与尊严,也将为整个城邦和生者带来最伟大的美名。
χαλεπὸν πατρὶ καὶ μητρὶ παίδων στερηθῆναι καὶ ἐρήμοις εἶναι τῶν οἰκειοτάτων γηροτρόφων· σεμνὸν δέ γʼ ἀγήρως τιμὰς καὶ μνήμην ἀρετῆς δημοσίᾳ κτησαμένους ἐπιδεῖν, καὶ θυσιῶν καὶ ἀγώνων ἠξιωμένους ἀθανάτων.
对于父亲和母亲而言,被剥夺了孩子、在晚年失去最亲近的赡养者而变得孤独,确实是艰难的;然而,目睹他们公然赢得了历久弥新的尊荣和对美德的纪念,并被认为配得上不朽的祭祀与竞技,却是一件崇高的事。
§37λυπηρὸν παισὶν ὀρφανοῖς γεγενῆσθαι πατρός· καλὸν δέ γε κληρονομεῖν πατρῴας εὐδοξίας.
对于孩子们而言,失去父亲成为孤儿确实是令人痛苦的;然而,继承父亲的美名却是高尚的。
καὶ τοῦ μὲν λυπηροῦ τούτου τὸν δαίμονʼ αἴτιον εὑρήσομεν ὄντα, ᾧ φύντας ἀνθρώπους εἴκειν ἀνάγκη, τοῦ δὲ τιμίου καὶ καλοῦ τὴν τῶν ἐθελησάντων καλῶς ἀποθνῄσκειν αἵρεσιν.
我们将会发现,这一痛苦之事的起因在于神明,而凡人一经出生就必须屈服于神明,但那尊贵与高尚之事的起因,则在于那些甘愿壮烈牺牲之人的抉择。
ἐγὼ μὲν οὖν οὐχ ὅπως πολλὰ λέξω, τοῦτʼ ἐσκεψάμην, ἀλλʼ ὅπως τἀληθῆ.
因此,就我而言,我所考虑的并非如何长篇大论,而是如何说出真理。
ὑμεῖς δʼ ἀποδυράμενοι καὶ τὰ προσήκονθʼ ὡς χρὴ καὶ νόμιμα ποιήσαντες ἄπιτε.
而你们,在哀悼之后,并按照合宜的方式履行了应尽的传统仪式,便离去吧。

词汇与语法注释

  1. 30τῆς δʼ ὃν οὐ πρέπον ἐστὶν ὀνομάζειν ἐπὶ τοῦδε τοῦ τάφου — 关系从句,指塞墨勒的儿子(狄奥尼索斯)。该表达避免在神圣的丧葬纪念碑前直接提及酒神与狂欢之神的名字,体现了宗教和习俗上的禁忌。
  2. 34ἄν τις φήσαι — 独立子句中无连词的潜在祈愿语气(potential optative),表示一种温和或委婉的断言(“人们或许可以合理地说明”)。
  3. 37οὐχ ὅπως πολλά λέξω... ἀλλʼ ὅπως τἀληθῆ — 对比结构“非为了如何……,而是为了如何……”。οὐχ ὅπως 后接虚拟语气 λέξω,而 ἀλλʼ ὅπως 引导所选择的目标,省略了如 ἐρῶ(我将说)之类的动词,或者直接依赖于 ἐσκεψάμην(我所考虑的)。

引用这一段

狄摩西尼, 葬礼演说 §30-37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg060.humanitext-grc2:30-37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。