§15πολλὰ τοίνυν ἔχων εἰπεῖν ὧν οἵδε πράξαντες δικαίως ἐπαινεθήσονται, ἐπειδὴ πρὸς αὐτοῖς εἰμι τοῖς ἔργοις, ἀπορῶ τί πρῶτον εἴπω· προσιστάμενα γάρ μοι πάντʼ εἰς ἕνα καιρὸν δύσκριτον καθίστησιν τὴν αἵρεσιν αὐτῶν.
至于这些人所立下的、理应受到称赞的许多功绩,虽然我有许多话可说,但由于我现在正面对着这些功勋本身,我竟不知该先说些什么;因为所有的事情同时呈现在我面前,使我对它们的选择变得难以抉择。
οὐ μὴν ἀλλὰ πειράσομαι τὴν αὐτὴν ποιήσασθαι τοῦ λόγου τάξιν ἥπερ ὑπῆρξεν τοῦ βίου τούτοις.
然而,我将努力使我的演讲顺序与他们生命中所展现的顺序完全一致。
§16οἵδε γὰρ ἐξ ἀρχῆς ἐν πᾶσιν τοῖς παιδεύμασιν ἦσαν ἐπιφανεῖς, τὰ πρέποντα καθʼ ἡλικίαν ἀσκοῦντες ἑκάστην, καὶ πᾶσιν ἀρέσκοντες οἷς χρή, γονεῦσιν, φίλοις, οἰκείοις.
因为他们自始至终在所有的教育修养中都是杰出的,在每个年龄阶段都践行着适宜的事,并取悦了所有他们应当取悦的人——父母、朋友和亲属。
τοιγαροῦν ὥσπερ ἴχνη γνωρίζουσα νῦν ἡ τῶν οἰκείων αὐτοῖς καὶ φίλων μνήμη πᾶσαν ὥραν ἐπὶ τούτους φέρεται τῷ πόθῳ, §17πόλλʼ ὑπομνήματα λαμβάνουσα, ἐν οἷς συνῄδει τούτοις ἀρίστοις οὖσιν.
因此,仿佛在辨认足迹一般,他们的亲属和朋友如今在任何时刻都带着怀念之情将记忆投向他们,接收到了许多回忆,在这些回忆中,他们深知这些人是最优秀的人。
ἐπειδὴ δʼ εἰς ἄνδρας ἀφίκοντο, οὐ μόνον τοῖς πολίταις γνώριμον τὴν αὑτῶν φύσιν ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις κατέστησαν.
当他们成年时,他们不仅向公民,而且向全人类展现了他们真实的天性。
ἔστιν γάρ, ἔστιν ἁπάσης ἀρετῆς ἀρχὴ μὲν σύνεσις, πέρας δʼ ἀνδρεία· καὶ τῇ μὲν δοκιμάζεται τί πρακτέον ἐστί, τῇ δὲ σῴζεται.
因为,一切美德的开端是智慧,而其终点是勇气;通过前者,人们审定何者当做,而通过后者,将其付诸保存。
ἐν τούτοις ἀμφοτέροις οἵδε πολὺ διήνεγκαν.
在这两方面,这些人均大为杰出。
§18καὶ γὰρ εἴ τις ἐφύετο κοινὸς πᾶσιν κίνδυνος τοῖς Ἕλλησιν, οὗτοι πρῶτοι προείδοντο καὶ πολλάκις εἰς σωτηρίαν ἅπαντας παρεκάλεσαν, ὅπερ γνώμης ἀπόδειξίς ἐστιν εὖ φρονούσης·
因为如果有什么对全体希腊人共同的危险正在萌芽,这些人总是最先预见,并屡次号召大家共同得救,这便是明智心智的证明。
καὶ τῆς παρὰ τοῖς Ἕλλησιν ἀγνοίας μεμειγμένης κακίᾳ, ὅτʼ ἐνῆν ταῦτα κωλύειν ἀσφαλῶς, τὰ μὲν οὐ προορώσης τὰ δʼ εἰρωνευομένης, ὅμως, ἡνίχʼ ὑπήκουσαν καὶ τὰ δέοντα ποιεῖν ἠθέλησαν, οὐκ ἐμνησικάκησαν, ἀλλὰ προστάντες καὶ παρασχόντες ἅπαντα προθύμως, καὶ σώματα καὶ χρήματα καὶ συμμάχους, εἰς πεῖραν ἦλθον ἀγῶνος, εἰς ὃν οὐδὲ τῆς ψυχῆς ἐφείσαντο.
尽管希腊人之中存在着夹杂着恶意的无知,(在原本可以安全阻止这些事情的时候)他们有的未能预见,有的则装聋作哑,但即便如此,当他们最终听从劝告并愿意做该做的事时,这些人并没有记恨,而是挺身而出,热切地提供了一切——身体、财富和同盟,投身于战斗的考验中,为此他们甚至不惜牺牲自己的生命。
§19ἐξ ἀνάγκης δὲ συμβαίνει, ὅταν μάχη γίγνηται, τοῖς μὲν ἡττᾶσθαι, τοῖς δὲ νικᾶν· οὐκ ἂν ὀκνήσαιμι δʼ εἰπεῖν ὅτι μοι δοκοῦσιν οἱ τελευτῶντες ἑκατέρων ἐν τάξει τῆς μὲν ἥττης οὐ μετέχειν, νικᾶν δʼ ὁμοίως ἀμφότεροι.
在战斗发生时,必然会有一方失败,另一方胜利;但我绝不犹豫地认为,死在阵地上的双方人员都没有参与失败,而是双方同样获得了胜利。
τὸ μὲν γὰρ κρατεῖν ἐν τοῖς ζῶσιν, ὡς ἂν ὁ δαίμων παραδῷ, κρίνεται· ὃ δʼ εἰς τοῦθʼ ἕκαστον ἔδει παρασχέσθαι, πᾶς ὁ μένων πεποίηκεν.
因为胜利是在活着的人之中,根据神明如何交付来判定的;但每个人为此所必须付出的努力,每一个坚守阵地的人都已做到了。
εἰ δὲ θνητὸς ὢν τὴν εἱμαρμένην ἔσχεν, τῇ τύχῃ πέπονθε τὸ συμβαῖνον, οὐχὶ τὴν ψυχὴν ἥττηται τῶν ἐναντίων.
如果作为凡人,他遭遇了注定的命运,那么所发生的事情是他因运气而承受的,他并没有在灵魂上败给敌人。
§20νομίζω τοίνυν καὶ τοῦ τῆς χώρας ἡμῶν μὴ ἐπιβῆναι τοὺς πολεμίους πρὸς τῇ τῶν ἐναντίων ἀγνωμοσύνῃ τὴν τούτων ἀρετὴν αἰτίαν γεγενῆσθαι· κατʼ ἄνδρα γὰρ πεῖραν εἰληφότες οἱ τότε συμμείξαντες ἐκεῖ, οὐκ ἐβούλοντʼ αὖθις εἰς ἀγῶνα καθίστασθαι τοῖς ἐκείνων οἰκείοις, ὑπολαμβάνοντες ταῖς μὲν φύσεσιν ταῖς ὁμοίαις ἀπαντήσεσθαι, τύχην δʼ οὐκ εὔπορον εἶναι τὴν ὁμοίαν λαβεῖν.
因此,我认为敌人未曾踏上我们的土地,除了敌人自身的愚蠢之外,这些人的美德也是原因所在;因为当时在战场上与他们交手的敌人,在进行过亲身交锋后,便不愿再与他们的亲属开战,他们料想到自己将会遇到同样具有如此天性的人,却不易再获得同样的好运。
δηλοῖ δʼ οὐχ ἥκισθʼ ὅτι ταῦθʼ οὕτως ἔχει καὶ τὰ τῆς γεγονυίας εἰρήνης· οὐ γὰρ ἔνεστʼ εἰπεῖν οὔτʼ ἀληθεστέραν οὔτε καλλίω πρόφασιν τοῦ τῆς τῶν τετελευτηκότων ἀγασθέντʼ ἀρετῆς τὸν τῶν ἐναντίων κύριον φίλον γενέσθαι τοῖς ἐκείνων οἰκείοις βούλεσθαι μᾶλλον ἢ πάλιν τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἄρασθαι.
结成的和平协议最有力地证明了这一点确实如此;因为我们无法说出比这更真实、更体面的理由:敌方的统治者出于对逝者美德的景仰,宁愿与他们的亲属结为朋友,也不愿再次承担关系到全局存亡的危险。
§21οἶμαι δʼ ἄν, εἴ τις αὐτοὺς τοὺς παραταξαμένους ἐρωτήσειεν πότερʼ ἡγοῦνται ταῖς αὑτῶν ἀρεταῖς ἢ τῇ παραδόξῳ καὶ χαλεπῇ τύχῃ κατωρθωκέναι καὶ τῇ τοῦ προεστηκότος αὑτῶν ἐμπειρίᾳ καὶ τόλμῃ, οὐδένʼ οὔτʼ ἀναίσχυντον οὔτε τολμηρὸν οὕτως εἶναι, ὅντινʼ ἀντιποιήσεσθαι τῶν πεπραγμένων.
我认为,如果有人去问那些实际参战的敌方人员,他们是否认为自己是凭借自身的美德,还是凭借那出乎意料且艰难的好运,以及他们领袖的经验和胆识才获得成功的,绝不会有任何一个厚颜无耻或胆大妄为之人,会把这些功绩归于自己。
ἀλλὰ μὴν ὑπὲρ ὧν ὁ πάντων κύριος δαίμων, ὡς ἐβούλετο, ἔνειμε τὸ τέλος, ἅπαντας ἀφεῖσθαι κακίας ἀνάγκη τοὺς λοιπούς, ἀνθρώπους γʼ ὄντας· §22εἰ δʼ ἄρʼ ἔστι τις ἀνθρώπων ὅτῳ περὶ τούτων ἐγκαλέσαι προσήκει, τοῖς ἐπὶ τούτῳ ταχθεῖσιν Θηβαίων, οὐχὶ τοῖς πολλοῖς οὔτʼ ἐκείνων οὔθʼ ἡμῶν ἐγκαλέσειεν ἄν τις εἰκότως· οἳ δύναμιν λαβόντες ἔχουσαν θυμὸν ἀήττητον καὶ ἀπροφάσιστον καὶ φιλοτιμίαν ἐφάμιλλον οὐδενὶ τούτων ὀρθῶς ἐχρήσαντο.
然而,对于万物主宰的神明按照自己的意愿所分配的结局,其余的所有人,既然只是凡人,自然都必须免受责难;如果在人类中确有应当为此受到指责的人,那应当是指责被委以此重任的底比斯领导者,而绝不是他们或我们的普通大众;他们获得了一支拥有不屈不挠、毫不妥协的斗志以及无可匹敌的荣誉感的军队,却未能正确使用其中任何一部分。