← デモステネス

第六十弁論 葬送演説

§23-29

ギリシアの自由を担う死者の徳と各部族の祖先

ギリシアの自由を体現した死者の徳を称え、それが民主政の気風と部族ごとの祖先の誇り高い神話に支えられていたことを詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23

καὶ τὰ μὲν ἄλλʼ ἔστιν τούτων ὡς ἕκαστος ἔχει γνώμης, οὕτως ὑπολαμβάνειν· ὃ δʼ ἅπασιν ὁμοίως τοῖς οὖσιν ἀνθρώποις γεγένηται φανερόν, ὅτι ἡ πάσης τῆς Ἑλλάδος ἄρʼ ἐλευθερία ἐν ταῖς τῶνδε τῶν ἀνδρῶν ψυχαῖς διεσῴζετο· ἐπειδὴ γοῦν ἡ πεπρωμένη τούτους ἀνεῖλεν, οὐδεὶς ἀντέστη τῶν λοιπῶν. καὶ φθόνος μὲν ἀπείη τοῦ λόγου, δοκεῖ δέ μοί τις ἂν εἰπὼν ὡς ἡ τῶνδε τῶν ἀνδρῶν ἀρετὴ τῆς Ἑλλάδος ἦν ψυχὴ τἀληθὲς εἰπεῖν·1

そして、これらについて、他のことは各人がどのように考えるかによって受け止めればよい。しかし、すべての人間に同様に明らかになったことは、ギリシア全体の自由がこの人々の魂の中に守られていたということである。彼らの運命が彼らを奪い去ると、残された者のうち誰も抵抗しなかった。そして言葉に妬みがないように願うが、この人々の徳こそがギリシアの魂であったと言う人は、真実を語っていると私には思われる。

§24

ἅμα γὰρ τά τε τούτων πνεύματʼ ἀπηλλάγη τῶν οἰκείων σωμάτων, καὶ τὸ τῆς Ἑλλάδος ἀξίωμʼ ἀνῄρηται. μεγάλην μὲν οὖν ἴσως ὑπερβολὴν δόξομεν λέγειν, ῥητέον δʼ ὅμως· ὥσπερ γάρ, εἴ τις ἐκ τοῦ καθεστηκότος κόσμου τὸ φῶς ἐξέλοι, δυσχερὴς καὶ χαλεπὸς ἅπας ὁ λειπόμενος ἂν ἡμῖν βίος γένοιτο, οὕτω τῶνδε τῶν ἀνδρῶν ἀναιρεθέντων ἐν σκότει καὶ πολλῇ δυσκλείᾳ πᾶς ὁ πρὸ τοῦ ζῆλος τῶν Ἑλλήνων γέγονεν.

なぜなら、彼らの息がそれぞれの肉体から離れると同時に、ギリシアの威信も失われたからである。大いなる誇張を語ると思われるかもしれないが、それでも言わねばならない。ちょうど、もし誰かが確立された世界から光を取り除くなら、我々に残される生涯はすべて困難で苛酷なものになるように、この人々が奪われたことで、それまでのギリシア人のすべての栄光は闇と大いなる不名誉の中に沈んでしまったのである。

§25

διὰ πολλὰ δʼ εἰκότως ὄντες τοιοῦτοι, διὰ τὴν πολιτείαν οὐχ ἥκιστʼ ἦσαν σπουδαῖοι. αἱ μὲν γὰρ διὰ τῶν ὀλίγων δυναστεῖαι δέος μὲν ἐνεργάζονται τοῖς πολίταις, αἰσχύνην δʼ οὐ παριστᾶσιν· ἡνίκʼ ἂν οὖν ὁ ἀγὼν ἔλθῃ τοῦ πολέμου, πᾶς τις εὐχερῶς ἑαυτὸν σῴζει, συνειδὼς ὅτι, ἐὰν τοὺς κυρίους ἢ δώροις ἢ διʼ ἄλλης ἡστινοσοῦν ὁμιλίας ἐξαρέσηται, κἂν τὰ δεινότατʼ ἀσχημονήσῃ, μικρὸν ὄνειδος τὸ λοιπὸν αὐτῷ καταστήσεται·2

彼らが当然ながらそのようであったのは多くの理由によるが、何よりも彼らの政体のおかげで彼らは優れていたのである。というのも、少数者による支配は市民に恐怖を植え付けるが、羞恥心をもたらしはしない。それゆえ、戦争の戦いが訪れるとき、各人は容易に自らを救う。もし支配者たちを贈り物やその他のいかなる交際によっても懐柔できれば、たとえ最も恐るべき不名誉な振る舞いをしても、その後に自分に課される不名誉はわずかであることを知っているからである。

§26

αἱ δὲ δημοκρατίαι πολλά τʼ ἄλλα καὶ καλὰ καὶ δίκαιʼ ἔχουσιν, ὧν τὸν εὖ φρονοῦντʼ ἀντέχεσθαι δεῖ, καὶ τὴν παρρησίαν ἐκ τῆς ἀληθείας ἠρτημένην οὐκ ἔστι τἀληθὲς δηλοῦν ἀποτρέψαι. οὔτε γὰρ πάντας ἐξαρέσασθαι τοῖς αἰσχρόν τι ποιήσασιν δυνατόν, οὔτε μόνος ὁ τἀληθὲς ὄνειδος λέγων λυπεῖ· καὶ γὰρ οἱ μηδὲν ἂν εἰπόντες αὐτοὶ βλάσφημον ἄλλου γε λέγοντος χαίρουσιν ἀκούοντες. ἃ φοβούμενοι πάντες εἰκότως τῇ τῶν μετὰ ταῦτʼ ὀνειδῶν αἰσχύνῃ τόν τε προσιόντʼ ἀπὸ τῶν ἐναντίων κίνδυνον εὐρώστως ὑπέμειναν, καὶ θάνατον καλὸν εἵλοντο μᾶλλον ἢ βίον αἰσχρόν.

一方、民主政は、思慮ある者が固執すべき多くの美しく正しい利点を持っており、その中でも真実に基づいた言論の自由は、真実を明らかにすることを妨げられない。不名誉なことをした者たちには全員を懐柔することは不可能であり、また真実の不名誉を語る者だけが彼らを苦しめるのではない。というのも、自らは決して誹謗の言葉を口にしないような者たちも、他人が語るのを聞いて喜ぶからである。これらを恐れるがゆえに、誰もが当然ながらその後に来る不名誉の恥を思い、敵から迫る危険に力強く耐え、不名誉な生よりも美しい死を選んだのである。

§27

ἃ μὲν οὖν κοινῇ πᾶσιν ὑπῆρχεν τοῖσδε τοῖς ἀνδράσιν εἰς τὸ καλῶς ἐθέλειν ἀποθνῄσκειν, εἴρηται, γένος, παιδεία, χρηστῶν ἐπιτηδευμάτων συνήθεια, τῆς ὅλης πολιτείας ὑπόθεσις· ἃ δὲ κατὰ φυλὰς παρεκάλεσεν ἑκάστους εὐρώστους εἶναι, ταῦτʼ ἤδη λέξω. ᾔδεσαν πάντες Ἐρεχθεῖδαι τὸν ἐπώνυμον τὸν αὑτῶν Ἐρεχθέα, ἕνεκα τοῦ σῷσαι τὴν χώραν τὰς αὑτοῦ παῖδας, ἃς Ὑακινθίδας καλοῦσιν, εἰς προῦπτον θάνατον δόντʼ ἀναλῶσαι. αἰσχρὸν οὖν ἡγοῦντο τὸν μὲν ἀπʼ ἀθανάτων πεφυκότα πάντα ποιεῖν ἕνεκα τοῦ τὴν πατρίδʼ ἐλευθερῶσαι, αὐτοὶ δὲ φανῆναι θνητὸν σῶμα ποιούμενοι περὶ πλείονος3 ἢ δόξαν ἀθάνατον.

さて、この人々に美しく死ぬことを望ませるために共通して存在していたこと、すなわち家柄、教育、優れた習慣の慣れ、政体全体の基本方針については語られた。今や、部族ごとに彼らを力強くあらせるよう促したことについて語ろう。エレクテウス族は皆、自らの部族の名祖であるエレクテウスが、国を救うために自らの娘たち、いわゆるヒュアキンティデスを確実な死へと差し出し犠牲にしたことを知っていた。それゆえ、不滅の神の血を引く者が祖国を自由にするためにすべてをなしたのに、自分たちが朽ちるべき肉体を不滅の誉れよりも重んじる姿をさらすのは恥ずべきことと考えたのである。

§28

οὐκ ἠγνόουν Αἰγεῖδαι Θησέα τὸν Αἰγέως πρῶτον ἰσηγορίαν καταστησάμενον τῇ πόλει. δεινὸν οὖν ἡγοῦντο τὴν ἐκείνου προδοῦναι προαίρεσιν, καὶ τεθνάναι μᾶλλον ᾑροῦνθʼ ἢ καταλυομένης ταύτης παρὰ τοῖς Ἕλλησιν ζῆν φιλοψυχήσαντες. παρειλήφεσαν Πανδιονίδαι Πρόκνην καὶ Φιλομήλαν τὰς Πανδίονος θυγατέρας, ὡς ἐτιμωρήσαντο Τηρέα διὰ τὴν εἰς αὑτὰς ὕβριν. οὐ βιωτὸν οὖν ἐνόμιζον αὑτοῖς, εἰ μὴ συγγενῆ φανήσονται τὸν θυμὸν ἔχοντες ἐκείναις, ἐφʼ οἷς τὴν Ἑλλάδʼ ἑώρων ὑβριζομένην.

アイゲウス族は、アイゲウスの子テーセウスが最初にこのポリスに平等の権利を確立したことを知っていた。それゆえ、彼の決意を裏切ることは恐るべきことと考え、ギリシア人の間でこれが崩壊していく中で生き延びることを望むよりは、死ぬことを選んだ。パンディオン族は、パンディオンの娘たちであるプロクネーとフィロメーラーが、自分たちへの侮辱に対してテーレウスに復讐したことを受け継いでいた。それゆえ、ギリシアが侮辱されているのを見て、彼女たちと同等の気概を示さないなら、自分たちにとって生きる価値はないと考えた。

§29

ἠκηκόεσαν Λεωντίδαι μυθολογουμένας τὰς Λεὼ κόρας, ὡς ἑαυτὰς ἔδοσαν σφάγιον τοῖς πολίταις ὑπὲρ τῆς χώρας. ὅτε δὴ γυναῖκες ἐκεῖναι τοιαύτην ἔσχον ἀνδρείαν, οὐ θεμιτὸν αὑτοῖς ὑπελάμβανον χείροσιν ἀνδράσιν οὖσιν ἐκείνων φανῆναι. ἐμέμνηντʼ Ἀκαμαντίδαι τῶν ἐπῶν ἐν οἷς Ὅμηρος ἕνεκα τῆς μητρός φησιν Αἴθρας Ἀκάμαντʼ εἰς Τροίαν στεῖλαι. ὁ μὲν οὖν παντὸς ἐπειρᾶτο κινδύνου τοῦ σῷσαι τὴν ἑαυτοῦ μητέρʼ ἕνεκα· οἱ δὲ τοὺς οἴκοι σύμπαντας γονέας πῶς οὐκ ἤμελλον ὑπὲρ τοῦ σῷσαι πάντα κίνδυνον ὑπομένειν;

レオンティス族は、レオスの娘たちが国のために自らを市民の生贄として捧げたという伝説を聞いていた。それゆえ、あの女性たちがそのような勇気を持っていたのに、男である自分たちが彼女たちより劣る者として現れることは、神に背くことと考えた。アカマンティス族は、ホメーロスが、アイトラーという母のためにアカマースがトロイアへ遠征したと語っている詩句を覚えていた。彼は自分自身の母を救うためにあらゆる危険を冒した。それなら、彼らは故郷のすべての親を救うために、どうしてあらゆる危険に耐えないことがあろうか。

構文注3 件
  1. 23τις ἂν εἰπὼν ... τἀληθὲς εἰπεῖν

    小辞 ἄν は、動詞 δοκεῖ の補文である不定詞 εἰπεῖν (または分詞 εἰπών)にかかっており、潜在条件「もし〜と言う人があれば、真実を語ることになるであろう」を表す。分詞 εἰπών は条件節(εἴ τις εἴποι)の代わりを果たしている。

  2. 25συνειδὼς ὅτι, ἐὰν ... ἐξαρέσηται, κἂν ... ἀσχημονήσῃ, μικρὸν ὄνειδος ... καταστήσεται

    分詞 συνειδώς(自覚している)が導く ὅτι 節の中に、2つの条件節 ἐὰν ... ἐξαρέσηται と κἂν(= καὶ ἐάν)... ἀσχημονήσῃ が入れ子になっており、これらが主文の μικρὸν ὄνειδος ... καταστήσεται にかかっている。

  3. 27αὐτοὶ δὲ φανῆναι θνητὸν σῶμα ποιούμενοι περὶ πλείονος

    不定詞 φανῆναι は ἡγοῦντο に導かれる対格不定詞構文(A.c.I.)の一部だが、意味上の主語が主節の主語と同じであるため、対格ではなく主格 αὐτοί が用いられている。また、περὶ πλείονος ποιεῖσθαι は「より価値があるとする、重んじる」という慣用表現であり、分詞 ποιούμενοι が φανῆναι の補文として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0014.tlg060.humanitext-grc2:23-29