Humanitext Reader

デモステネス · 第六十弁論 葬送演説 §23-29

ギリシアの自由を担う死者の徳と各部族の祖先

4 / 5 箇所 · ギリシア語

要旨

ギリシアの自由を体現した死者の徳を称え、それが民主政の気風と部族ごとの祖先の誇り高い神話に支えられていたことを詳述する。

§23καὶ τὰ μὲν ἄλλʼ ἔστιν τούτων ὡς ἕκαστος ἔχει γνώμης, οὕτως ὑπολαμβάνειν·
そして、これらについて、他のことは各人がどのように考えるかによって受け止めればよい。
ὃ δʼ ἅπασιν ὁμοίως τοῖς οὖσιν ἀνθρώποις γεγένηται φανερόν, ὅτι ἡ πάσης τῆς Ἑλλάδος ἄρʼ ἐλευθερία ἐν ταῖς τῶνδε τῶν ἀνδρῶν ψυχαῖς διεσῴζετο·
しかし、すべての人間に同様に明らかになったことは、ギリシア全体の自由がこの人々の魂の中に守られていたということである。
ἐπειδὴ γοῦν ἡ πεπρωμένη τούτους ἀνεῖλεν, οὐδεὶς ἀντέστη τῶν λοιπῶν.
彼らの運命が彼らを奪い去ると、残された者のうち誰も抵抗しなかった。
καὶ φθόνος μὲν ἀπείη τοῦ λόγου, δοκεῖ δέ μοί τις ἂν εἰπὼν ὡς ἡ τῶνδε τῶν ἀνδρῶν ἀρετὴ τῆς Ἑλλάδος ἦν ψυχὴ τἀληθὲς εἰπεῖν·
そして言葉に妬みがないように願うが、この人々の徳こそがギリシアの魂であったと言う人は、真実を語っていると私には思われる。
§24ἅμα γὰρ τά τε τούτων πνεύματʼ ἀπηλλάγη τῶν οἰκείων σωμάτων, καὶ τὸ τῆς Ἑλλάδος ἀξίωμʼ ἀνῄρηται.
なぜなら、彼らの息がそれぞれの肉体から離れると同時に、ギリシアの威信も失われたからである。
μεγάλην μὲν οὖν ἴσως ὑπερβολὴν δόξομεν λέγειν, ῥητέον δʼ ὅμως·
大いなる誇張を語ると思われるかもしれないが、それでも言わねばならない。
ὥσπερ γάρ, εἴ τις ἐκ τοῦ καθεστηκότος κόσμου τὸ φῶς ἐξέλοι, δυσχερὴς καὶ χαλεπὸς ἅπας ὁ λειπόμενος ἂν ἡμῖν βίος γένοιτο, οὕτω τῶνδε τῶν ἀνδρῶν ἀναιρεθέντων ἐν σκότει καὶ πολλῇ δυσκλείᾳ πᾶς ὁ πρὸ τοῦ ζῆλος τῶν Ἑλλήνων γέγονεν.
ちょうど、もし誰かが確立された世界から光を取り除くなら、我々に残される生涯はすべて困難で苛酷なものになるように、この人々が奪われたことで、それまでのギリシア人のすべての栄光は闇と大いなる不名誉の中に沈んでしまったのである。
§25διὰ πολλὰ δʼ εἰκότως ὄντες τοιοῦτοι, διὰ τὴν πολιτείαν οὐχ ἥκιστʼ ἦσαν σπουδαῖοι.
彼らが当然ながらそのようであったのは多くの理由によるが、何よりも彼らの政体のおかげで彼らは優れていたのである。
αἱ μὲν γὰρ διὰ τῶν ὀλίγων δυναστεῖαι δέος μὲν ἐνεργάζονται τοῖς πολίταις, αἰσχύνην δʼ οὐ παριστᾶσιν·
というのも、少数者による支配は市民に恐怖を植え付けるが、羞恥心をもたらしはしない。
ἡνίκʼ ἂν οὖν ὁ ἀγὼν ἔλθῃ τοῦ πολέμου, πᾶς τις εὐχερῶς ἑαυτὸν σῴζει, συνειδὼς ὅτι, ἐὰν τοὺς κυρίους ἢ δώροις ἢ διʼ ἄλλης ἡστινοσοῦν ὁμιλίας ἐξαρέσηται, κἂν τὰ δεινότατʼ ἀσχημονήσῃ, μικρὸν ὄνειδος τὸ λοιπὸν αὐτῷ καταστήσεται·
それゆえ、戦争の戦いが訪れるとき、各人は容易に自らを救う。 もし支配者たちを贈り物やその他のいかなる交際によっても懐柔できれば、たとえ最も恐るべき不名誉な振る舞いをしても、その後に自分に課される不名誉はわずかであることを知っているからである。
§26αἱ δὲ δημοκρατίαι πολλά τʼ ἄλλα καὶ καλὰ καὶ δίκαιʼ ἔχουσιν, ὧν τὸν εὖ φρονοῦντʼ ἀντέχεσθαι δεῖ, καὶ τὴν παρρησίαν ἐκ τῆς ἀληθείας ἠρτημένην οὐκ ἔστι τἀληθὲς δηλοῦν ἀποτρέψαι.
一方、民主政は、思慮ある者が固執すべき多くの美しく正しい利点を持っており、その中でも真実に基づいた言論の自由は、真実を明らかにすることを妨げられない。
οὔτε γὰρ πάντας ἐξαρέσασθαι τοῖς αἰσχρόν τι ποιήσασιν δυνατόν, οὔτε μόνος ὁ τἀληθὲς ὄνειδος λέγων λυπεῖ·
不名誉なことをした者たち全員を懐柔することは不可能であり、また真実の不名誉を語る者だけが彼らを苦しめるのではない。
καὶ γὰρ οἱ μηδὲν ἂν εἰπόντες αὐτοὶ βλάσφημον ἄλλου γε λέγοντος χαίρουσιν ἀκούοντες.
というのも、自らは決して誹謗の言葉を口にしないような者たちも、他人が語るのを聞いて喜ぶからである。
ἃ φοβούμενοι πάντες εἰκότως τῇ τῶν μετὰ ταῦτʼ ὀνειδῶν αἰσχύνῃ τόν τε προσιόντʼ ἀπὸ τῶν ἐναντίων κίνδυνον εὐρώστως ὑπέμειναν, καὶ θάνατον καλὸν εἵλοντο μᾶλλον ἢ βίον αἰσχρόν.
これらを恐れるがゆえに、誰もが当然ながらその後に来る不名誉の恥を思い、敵から迫る危険に力強く耐え、不名誉な生よりも美しい死を選んだのである。
§27ἃ μὲν οὖν κοινῇ πᾶσιν ὑπῆρχεν τοῖσδε τοῖς ἀνδράσιν εἰς τὸ καλῶς ἐθέλειν ἀποθνῄσκειν, εἴρηται, γένος, παιδεία, χρηστῶν ἐπιτηδευμάτων συνήθεια, τῆς ὅλης πολιτείας ὑπόθεσις·
さて、この人々に美しく死ぬことを望ませるために共通して存在していたこと、すなわち家柄、教育、優れた習慣の慣れ、政体全体の基本方針については語られた。
ἃ δὲ κατὰ φυλὰς παρεκάλεσεν ἑκάστους εὐρώστους εἶναι, ταῦτʼ ἤδη λέξω.
今や、部族ごとに彼らを力強くあらせるよう促したことについて語ろう。
ᾔδεσαν πάντες Ἐρεχθεῖδαι τὸν ἐπώνυμον τὸν αὑτῶν Ἐρεχθέα, ἕνεκα τοῦ σῷσαι τὴν χώραν τὰς αὑτοῦ παῖδας, ἃς Ὑακινθίδας καλοῦσιν, εἰς προῦπτον θάνατον δόντʼ ἀναλῶσαι.
エレクテウス族は皆、自らの部族の名祖であるエレクテウスが、国を救うために自らの娘たち、いわゆるヒュアキンティデスを確実な死へと差し出し犠牲にしたことを知っていた。
αἰσχρὸν οὖν ἡγοῦντο τὸν μὲν ἀπʼ ἀθανάτων πεφυκότα πάντα ποιεῖν ἕνεκα τοῦ τὴν πατρίδʼ ἐλευθερῶσαι, αὐτοὶ δὲ φανῆναι θνητὸν σῶμα ποιούμενοι περὶ πλείονος ἢ δόξαν ἀθάνατον.
それゆえ、不滅の神の血を引く者が祖国を自由にするためにすべてをなしたのに、自分たちが朽ちるべき肉体を不滅の誉れよりも重んじる姿をさらすのは恥ずべきことと考えたのである。
§28οὐκ ἠγνόουν Αἰγεῖδαι Θησέα τὸν Αἰγέως πρῶτον ἰσηγορίαν καταστησάμενον τῇ πόλει.
アイゲウス族は、アイゲウスの子テーセウスが最初にこのポリスに平等の権利を確立したことを知っていた。
δεινὸν οὖν ἡγοῦντο τὴν ἐκείνου προδοῦναι προαίρεσιν, καὶ τεθνάναι μᾶλλον ᾑροῦνθʼ ἢ καταλυομένης ταύτης παρὰ τοῖς Ἕλλησιν ζῆν φιλοψυχήσαντες.
それゆえ、彼の決意を裏切ることは恐るべきことと考え、ギリシア人の間でこれが崩壊していく中で生き延びることを望むよりは、死ぬことを選んだ。
παρειλήφεσαν Πανδιονίδαι Πρόκνην καὶ Φιλομήλαν τὰς Πανδίονος θυγατέρας, ὡς ἐτιμωρήσαντο Τηρέα διὰ τὴν εἰς αὑτὰς ὕβριν.
パンディオン族は、パンディオンの娘たちであるプロクネーとフィロメーラーが、自分たちへの侮辱に対してテーレウスに復讐したことを受け継いでいた。
οὐ βιωτὸν οὖν ἐνόμιζον αὑτοῖς, εἰ μὴ συγγενῆ φανήσονται τὸν θυμὸν ἔχοντες ἐκείναις, ἐφʼ οἷς τὴν Ἑλλάδʼ ἑώρων ὑβριζομένην.
それゆえ、ギリシアが侮辱されているのを見て、彼女たちと同等の気概を示さないなら、自分たちにとって生きる価値はないと考えた。
§29ἠκηκόεσαν Λεωντίδαι μυθολογουμένας τὰς Λεὼ κόρας, ὡς ἑαυτὰς ἔδοσαν σφάγιον τοῖς πολίταις ὑπὲρ τῆς χώρας.
レオンティス族は、レオスの娘たちが国のために自らを市民の生贄として捧げたという伝説を聞いていた。
ὅτε δὴ γυναῖκες ἐκεῖναι τοιαύτην ἔσχον ἀνδρείαν, οὐ θεμιτὸν αὑτοῖς ὑπελάμβανον χείροσιν ἀνδράσιν οὖσιν ἐκείνων φανῆναι.
それゆえ、あの女性たちがそのような勇気を持っていたのに、男である自分たちが彼女たちより劣る者として現れることは、神に背くことと考えた。
ἐμέμνηντʼ Ἀκαμαντίδαι τῶν ἐπῶν ἐν οἷς Ὅμηρος ἕνεκα τῆς μητρός φησιν Αἴθρας Ἀκάμαντʼ εἰς Τροίαν στεῖλαι.
アカマンティス族は、ホメーロスが、アイトラーという母のためにアカマースがトロイアへ遠征したと語っている詩句を覚えていた。
ὁ μὲν οὖν παντὸς ἐπειρᾶτο κινδύνου τοῦ σῷσαι τὴν ἑαυτοῦ μητέρʼ ἕνεκα·
彼は一人の母を救うためにあらゆる危険を冒した。
οἱ δὲ τοὺς οἴκοι σύμπαντας γονέας πῶς οὐκ ἤμελλον ὑπὲρ τοῦ σῷσαι πάντα κίνδυνον ὑπομένειν;
それなら、彼らは故郷のすべての親を救うために、どうしてあらゆる危険に耐えないことがあろうか。

語釈・文法注

  1. §23τις ἂν εἰπὼν ... τἀληθὲς εἰπεῖν — 小辞 `ἄν` は、動詞 `δοκεῖ` の補文である不定詞 `εἰπεῖν` (または分詞 `εἰπών`)にかかっており、潜在条件「もし〜と言う人があれば、真実を語ることになるであろう」を表す。分詞 `εἰπών` は条件節(εἴ τις εἴποι)の代わりを果たしている。
  2. §25συνειδὼς ὅτι, ἐὰν ... ἐξαρέσηται, κἂν ... ἀσχημονήσῃ, μικρὸν ὄνειδος ... καταστήσεται — 分詞 `συνειδώς`(自覚している)が導く `ὅτι` 節の中に、2つの条件節 `ἐὰν ... ἐξαρέσηται` と `κἂν`(= καὶ ἐάν)`... ἀσχημονήσῃ` が入れ子になっており、これらが主文の `μικρὸν ὄνειδος ... καταστήσεται` にかかっている。
  3. §27αὐτοὶ δὲ φανῆναι θνητὸν σῶμα ποιούμενοι περὶ πλείονος — 不定詞 `φανῆναι` は `ἡγοῦντο` に導かれる対格不定詞構文(A.c.I.)の一部だが、意味上の主語が主節の主語と同じであるため、対格ではなく主格 `αὐτοί` が用いられている。また、`περὶ πλείονος ποιεῖσθαι` は「より価値があるとする、重んじる」という慣用表現であり、分詞 `ποιούμενοι` が `φανῆναι` の補文として機能している。

この箇所を引用する

デモステネス, 第六十弁論 葬送演説 §23-29. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg060.humanitext-grc2:23-29

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。