Humanitext Reader

狄摩西尼 · 控诉提摩太 §49-55

反驳波奥蒂亚提督借款说与作为抵押的青铜

第 7 段,共 9 段 · 希腊语

内容简介

诉讼人指出提摩太声称是由波奥蒂亚海军将领借款的辩词极不合情理,论证了作为抵押物的青铜在交易链条上毫无证据,并进而提及涉及埃斯克里翁的借款。

§49ὡς δʼ οὐκ ἀληθῆ λέγει, μέγα ὑμῖν ἐρῶ τεκμήριον.
至于他说的不是实话,我将向你们提供一个有力的证据。
πρῶτον μὲν γὰρ ἐν Καλαυρείᾳ οὗτος φαίνεται δανεισάμενος τὰς χιλίας δραχμὰς καὶ οὐχ ὁ Βοιώτιος ναύαρχος, ἔπειτα ἀπαιτῶν ὁ Φίλιππος ἐνθάδε τοῦτον τὰς χιλίας δραχμὰς καὶ οὐ τὸν Βοιώτιον ναύαρχον, καὶ ἀποδοὺς οὗτος, ἀλλʼ οὐχ ὁ Βοιώτιος ναύαρχος·
因为首先,显然是此人在卡劳雷亚借了这一千德拉克马,而不是波奥蒂亚的海军将领;其次,菲利普斯在此地向其讨债的是此人,而非波奥蒂亚的海军将领,且偿还债务的也是此人,而非波奥蒂亚的海军将领。
προσῆκεν γὰρ τῷ μὲν Βοιωτίῳ ἄρχοντι παρὰ τούτου τὴν τροφὴν τοῖς ἐν ταῖς ναυσὶν λαμβάνειν· ἐκ γὰρ τῶν κοινῶν συντάξεων ἡ μισθοφορία ἦν τῷ στρατεύματι· τὰ δὲ χρήματα σὺ ἅπαντα ἐξέλεξας ἐκ τῶν συμμάχων, καὶ σὲ ἔδει αὐτῶν λόγον ἀποδοῦναι.
因为对于波奥蒂亚的指挥官来说,从他这里获取船员的给养本是理所当然的;因为军队的薪饷本是出自共同捐税;而你从盟友那里收缴了所有的资金,且必须由你来对这些资金进行会计汇报。
§50εἶτα καταλυθεισῶν τῶν Βοιωτίων νεῶν καὶ διαπελθόντων τῶν στρατιωτῶν τῷ μὲν Βοιωτίῳ ναυάρχῳ οὐδεὶς κίνδυνος ὑπʼ Ἀθηναίων ἦν, οὐδʼ ἐν ἀγῶνι καθειστήκει οὐδενί· σὺ δʼ ἐν τῷ μεγίστῳ·
此外,当波奥蒂亚的船队解散、士兵散去时,波奥蒂亚的海军将领并没有面临来自雅典人的任何危险,也没有处于任何诉讼之中;相比之下,你却处于最大的危险之中。
περίφοβος δὲ ὢν ἡγοῦ σοι μεγάλην ἐπικουρίαν ἀπολογίας ἔσεσθαι, ἐὰν παραμείνωσιν αἱ Βοιώτιαι τριήρεις, ἕως ἄν σοι ἡ κρίσις γένηται.
极度恐惧的你认为,如果波奥蒂亚的三列桨战船一直留守到对你的审判发生,这将对你的辩护大有裨益。
ἔπειτα καὶ ἐκ τίνος ἂν φιλίας ποτὲ ἐδάνεισεν ὁ πατὴρ ὁ ἐμὸς τῷ Βοιωτίῳ ναυάρχῳ τὰς χιλίας δραχμάς, ὃν οὐκ ἐγίγνωσκεν;
况且,我父亲究竟是基于何种友好关系,才会把这一千德拉克马借给一个他根本不认识的波奥蒂亚海军将领呢?
§51ἀλλὰ γὰρ ὑποθέσθαι φησὶν αὐτὸν χαλκόν.
然而,他却声称对方抵押了青铜。
πόσον τινὰ καὶ ποδαπόν; καὶ πόθεν γενόμενον τὸν χαλκὸν τοῦτον τῷ Βοιωτίῳ ναυάρχῳ;
那是多少量、何种类型,且这批青铜又是如何落入波奥蒂亚海军将领之手的?
πότερα κατʼ ἐμπορίαν ἀχθέντα ἢ ἀπʼ αἰχμαλώτων γενόμενον;
是通过贸易运来的,还是从战俘中获得的?
εἶτα τίνες ἦσαν οἱ ἐνέγκαντες τὸν χαλκὸν ὡς τὸν πατέρα τὸν ἐμόν;
那么,把青铜送到我父亲那里的又是什么人?
μισθωτοὶ ἢ οἰκέται;
是雇工还是家奴?
§52ἢ τίς ὁ παραλαβὼν τῶν οἰκετῶν τῶν ἡμετέρων;
或者,在我们自家的奴隶中,是谁接收了它?
χρῆν γὰρ αὐτόν, εἰ μὲν οἰκέται ἤνεγκαν, τοὺς κομίσαντας παραδιδόναι, εἰ δὲ μισθωτοί, τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον τὸν χαλκὸν τῶν οἰκετῶν τῶν ἡμετέρων, τοῦτον ἐξαιτεῖν·
因为如果是对方的奴隶送来的,他本应该交出运送者;如果是雇工送来的,他本应当要求对接收并称量青铜的、我方的奴隶进行审问。
οὐ γὰρ δήπου ἄνευ γε σταθμοῦ ἔμελλεν οὔτε ὁ ὑποτιθέμενος παραλήψεσθαι οὔθʼ ὁ ὑποτιθεὶς τὸν χαλκὸν παραδώσειν, οὐδʼ αὖ ὁ πατὴρ ἔμελλεν αὐτὸς οὔτε οἴσειν τὸν χαλκὸν οὔτε στήσεσθαι, ἀλλʼ οἰκέται ἦσαν αὐτῷ, οἳ τὰ ἐνέχυρα τῶν δανεισμάτων παρελάμβανον.
因为想必在没有称重的情况下,无论是抵押权人都不可能接收,抵押人也不可能交付青铜,父亲本人也同样不可能亲自去搬运或称量青铜,而是他有奴隶来负责接收贷款的抵押物。
§53θαυμάζω δʼ ἔγωγε καὶ τίνος ἕνεκʼ ἄν ποτε ὑπετίθει τὸν χαλκὸν τῷ πατρὶ τῷ ἐμῷ ὁ Βοιώτιος ναύαρχος, Φιλίππῳ ὀφείλων χιλίας δραχμάς.
至于我个人,我也十分纳闷,既然波奥蒂亚海军将领欠的是菲利普斯的一千德拉克马,他又为什么要向我父亲抵押这些青铜呢?
πότερον ὡς Φίλιππος οὐκ ἂν ἡδέως τόκον ἐλάμβανεν, εἴπερ ἀσφαλῶς ἦν αὐτῷ τὸ ἀργύριον δεδανεισμένον καὶ ἐπʼ ἐνεχύρῳ;
是因为如果钱借得安全且有抵押物,菲利普斯就不愿意乐意地收取利息吗?
ἢ ὡς οὐκ ἦν τῷ Φιλίππῳ ἀργύριον;
还是因为菲利普斯没有钱?
ὥστε τι ἔδει τοῦ πατρὸς τοῦ ἐμοῦ δεηθῆναι δανεῖσαι τὰς χιλίας δραχμὰς τὸν Βοιώτιον ναύαρχον καὶ ἀποδοῦναι Φιλίππῳ μᾶλλον ἢ οὐ τὸν χαλκὸν ὑποθεῖναι τῷ Φιλίππῳ;
既然如此,波奥蒂亚海军将领为什么必须去请求我父亲借给他一千德拉克马并偿还给菲利普斯,而不是直接把青铜抵押给菲利普斯呢?
§54ἀλλʼ οὔτε ὁ χαλκὸς ὑπετέθη, ὦ ἄνδρες δικασταί, οὔτε ὁ Βοιώτιος ναύαρχος ἐδανείσατο τὰς χιλίας δραχμὰς παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ἀλλὰ Τιμόθεος οὑτοσὶ ἐν ἀπορίᾳ ὢν πολλῇ· τὴν δὲ χρείαν, εἰς ἣν κατεχρήσατο τῷ ἀργυρίῳ, εἴρηκα ὑμῖν.
裁判官们,然而,青铜既没有被抵押,波奥蒂亚海军将领也没有向我父亲借那一千德拉克马,而是这个处于极度窘迫之中的提摩太借的;至于他挥霍这笔钱的用途,我已经向你们说明了。
ἀντὶ δὲ τοῦ χάριν ἀποδοῦναι ὧν ἐπιστεύθη καὶ ἔλαβεν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, οἴεται δεῖν καὶ τὰ ἀρχαῖα, ἂν δύνηται, ἀποστερῆσαι.
可是,他非但不为自己受到信任并从我父亲那里获得帮助而感恩,反而认为,只要有可能,他连本金也应当侵吞。
§55περὶ μὲν τοίνυν τῶν φιαλῶν καὶ τῆς μνᾶς τοῦ ἀργυρίου, ἣν ἐδανείσατο παρὰ τοῦ πατρὸς πέμψας τὸν ἀκόλουθον τὸν ἑαυτοῦ Αἰσχρίωνα τῆς νυκτὸς ὡς τὸν πατέρα τὸν ἐμόν, ἠρόμην αὐτὸν πρὸς τῷ διαιτητῇ εἰ ἔτι δοῦλος εἴη ὁ Αἰσχρίων, καὶ ἠξίουν αὐτὸν ἐν τῷ δέρματι τὸν ἔλεγχον διδόναι.
至于那些浅杯以及他深夜派自己的随从埃斯克里翁到我父亲那里、从而向我父亲借入的一米纳银子,我在仲裁人面前询问他,埃斯克里翁是否仍是奴隶,并要求他让其在皮肉上接受审问。
ἀποκριναμένου δέ μοι τούτου ὅτι ἐλεύθερος εἴη, τῆς μὲν ἐξαιτήσεως ἐπέσχον, μαρτυρίαν δʼ αὐτὸν ἠξίουν ἐμβαλέσθαι τοῦ Αἰσχρίωνος ὡς ἐλευθέρου ὄντος.
对方回答我说此人已是自由人,因此我便停止了交出奴隶的要求,但要求他提交一份埃斯克里翁作为自由人的证言。

词汇与语法注释

  1. §49προσῆκεν γὰρ τῷ μὲν Βοιωτίῳ ἄρχοντι παρὰ τούτου τὴν τροφὴν τοῖς ἐν ταῖς ναυσὶν λαμβάνειν — 无人称动词 προσῆκεν(“对于……是适当的/应当的”)带有一个与格(τῷ ... ἄρχοντι)和一个以对格为特征的不定式短语(τὴν τροφὴν ... λαμβάνειν)。介词短语 παρὰ τούτου(“从此人[提摩太]处”)修饰不定式 λαμβάνειν。
  2. §52εἰ δὲ μισθωτοί, τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον τὸν χαλκὸν τῶν οἰκετῶν τῶν ἡμετέρων, τοῦτον ἐξαιτεῖν — 在条件从句 εἰ δὲ μισθωτοί 中,前句的动词 ἤνεγκαν(“如果是[雇工]运来的”)被省略。其后不定式 ἐξαιτεῖν(“要求交出审问”)的宾语是 τοῦτον,用以指代前面的长分词短语 τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον ... τῶν οἰκετῶν τῶν ἡμετέρων(“在我们奴隶中接收并称量青铜的人”)。
  3. §53μᾶλλον ἢ οὐ τὸν χαλκὸν ὑποθεῖναι — 在比较级结构 μᾶλλον ἤ(“宁愿……而不愿……”)之后出现了否定词 οὐ,这属于冗余否定(pleonastic negation),在古希腊语中具有加强语气的惯用法,在翻译时不应译为字面上的否定。
  4. §55ἐν τῷ δέρματι τὸν ἔλεγχον διδόναι — 短语“在皮肉上接受审问”是一个法律和惯用表达,指对奴隶施以拷问(βάσανος)以验证其证言的真实性。

引用这一段

狄摩西尼, 控诉提摩太 §49-55. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg049.humanitext-grc2:49-55

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。