§49ὡς δʼ οὐκ ἀληθῆ λέγει, μέγα ὑμῖν ἐρῶ τεκμήριον.
But that he is not speaking the truth, I will tell you a strong proof.
πρῶτον μὲν γὰρ ἐν Καλαυρείᾳ οὗτος φαίνεται δανεισάμενος τὰς χιλίας δραχμὰς καὶ οὐχ ὁ Βοιώτιος ναύαρχος, ἔπειτα ἀπαιτῶν ὁ Φίλιππος ἐνθάδε τοῦτον τὰς χιλίας δραχμὰς καὶ οὐ τὸν Βοιώτιον ναύαρχον, καὶ ἀποδοὺς οὗτος, ἀλλʼ οὐχ ὁ Βοιώτιος ναύαρχος· προσῆκεν γὰρ τῷ μὲν Βοιωτίῳ ἄρχοντι παρὰ τούτου τὴν τροφὴν τοῖς ἐν ταῖς ναυσὶν λαμβάνειν· ἐκ γὰρ τῶν κοινῶν συντάξεων ἡ μισθοφορία ἦν τῷ στρατεύματι· τὰ δὲ χρήματα σὺ ἅπαντα ἐξέλεξας ἐκ τῶν συμμάχων, καὶ σὲ ἔδει αὐτῶν λόγον ἀποδοῦναι.
For first, it is clear that he, and not the Boeotian admiral, borrowed the thousand drachmae in Calauria; secondly, Philippus demanded the thousand drachmae here from him, and not from the Boeotian admiral, and he, and not the Boeotian admiral, paid it back; for it was proper for the Boeotian commander to receive the maintenance for those in the ships from him; for the pay for the army was from the common contributions; and you collected all the money from the allies, and you had to render an account of it.
§50εἶτα καταλυθεισῶν τῶν Βοιωτίων νεῶν καὶ διαπελθόντων τῶν στρατιωτῶν τῷ μὲν Βοιωτίῳ ναυάρχῳ οὐδεὶς κίνδυνος ὑπʼ Ἀθηναίων ἦν, οὐδʼ ἐν ἀγῶνι καθειστήκει οὐδενί· σὺ δʼ ἐν τῷ μεγίστῳ· περίφοβος δὲ ὢν ἡγοῦ σοι μεγάλην ἐπικουρίαν ἀπολογίας ἔσεσθαι, ἐὰν παραμείνωσιν αἱ Βοιώτιαι τριήρεις, ἕως ἄν σοι ἡ κρίσις γένηται.
Furthermore, when the Boeotian ships were disbanded and the soldiers dispersed, the Boeotian admiral faced no danger from the Athenians, nor was he involved in any trial; but you were in the greatest danger; and being in great fear, you thought it would be a great help for your defense if the Boeotian trierarchs remained until your trial should take place.
ἔπειτα καὶ ἐκ τίνος ἂν φιλίας ποτὲ ἐδάνεισεν ὁ πατὴρ ὁ ἐμὸς τῷ Βοιωτίῳ ναυάρχῳ τὰς χιλίας δραχμάς, ὃν οὐκ ἐγίγνωσκεν;
Moreover, on the basis of what possible friendship would my father ever have lent the thousand drachmae to the Boeotian admiral, whom he did not even know?
§51ἀλλὰ γὰρ ὑποθέσθαι φησὶν αὐτὸν χαλκόν.
But, he says, the admiral laid down copper as security.
πόσον τινὰ καὶ ποδαπόν; καὶ πόθεν γενόμενον τὸν χαλκὸν τοῦτον τῷ Βοιωτίῳ ναυάρχῳ;
How much was it, and of what kind, and how did this copper come into the possession of the Boeotian admiral?
πότερα κατʼ ἐμπορίαν ἀχθέντα ἢ ἀπʼ αἰχμαλώτων γενόμενον;
Was it imported for trade, or taken from captives?
εἶτα τίνες ἦσαν οἱ ἐνέγκαντες τὸν χαλκὸν ὡς τὸν πατέρα τὸν ἐμόν;
Furthermore, who were those who brought the copper to my father?
μισθωτοὶ ἢ οἰκέται;
Hired laborers or domestic slaves?
§52ἢ τίς ὁ παραλαβὼν τῶν οἰκετῶν τῶν ἡμετέρων;
Or who among our domestic slaves was the one who received it?
χρῆν γὰρ αὐτόν, εἰ μὲν οἰκέται ἤνεγκαν, τοὺς κομίσαντας παραδιδόναι, εἰ δὲ μισθωτοί, τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον τὸν χαλκὸν τῶν οἰκετῶν τῶν ἡμετέρων, τοῦτον ἐξαιτεῖν·
For he ought, if slaves brought it, to surrender the carriers; or if hired men did, to demand for examination the slave of ours who received and weighed the copper.
οὐ γὰρ δήπου ἄνευ γε σταθμοῦ ἔμελλεν οὔτε ὁ ὑποτιθέμενος παραλήψεσθαι οὔθʼ ὁ ὑποτιθεὶς τὸν χαλκὸν παραδώσειν, οὐδʼ αὖ ὁ πατὴρ ἔμελλεν αὐτὸς οὔτε οἴσειν τὸν χαλκὸν οὔτε στήσεσθαι, ἀλλʼ οἰκέται ἦσαν αὐτῷ, οἳ τὰ ἐνέχυρα τῶν δανεισμάτων παρελάμβανον.
For surely, without weighing, neither was the mortgagee likely to receive, nor the mortgagor to deliver the copper, nor again was my father himself likely either to carry the copper or to weigh it, but he had slaves who received the securities for his loans.
§53θαυμάζω δʼ ἔγωγε καὶ τίνος ἕνεκʼ ἄν ποτε ὑπετίθει τὸν χαλκὸν τῷ πατρὶ τῷ ἐμῷ ὁ Βοιώτιος ναύαρχος, Φιλίππῳ ὀφείλων χιλίας δραχμάς.
And I for my part wonder for what possible reason the Boeotian admiral would have mortgaged the copper to my father, when he owed the thousand drachmae to Philippus.
πότερον ὡς Φίλιππος οὐκ ἂν ἡδέως τόκον ἐλάμβανεν, εἴπερ ἀσφαλῶς ἦν αὐτῷ τὸ ἀργύριον δεδανεισμένον καὶ ἐπʼ ἐνεχύρῳ;
Was it because Philippus would not gladly have received interest, if indeed his money had been lent securely and on collateral?
ἢ ὡς οὐκ ἦν τῷ Φιλίππῳ ἀργύριον;
Or because Philippus had no money?
ὥστε τι ἔδει τοῦ πατρὸς τοῦ ἐμοῦ δεηθῆναι δανεῖσαι τὰς χιλίας δραχμὰς τὸν Βοιώτιον ναύαρχον καὶ ἀποδοῦναι Φιλίππῳ μᾶλλον ἢ οὐ τὸν χαλκὸν ὑποθεῖναι τῷ Φιλίππῳ;
So why was it necessary for the Boeotian admiral to entreat my father to lend the thousand drachmae and pay them to Philippus, rather than mortgage the copper to Philippus himself?
§54ἀλλʼ οὔτε ὁ χαλκὸς ὑπετέθη, ὦ ἄνδρες δικασταί, οὔτε ὁ Βοιώτιος ναύαρχος ἐδανείσατο τὰς χιλίας δραχμὰς παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ἀλλὰ Τιμόθεος οὑτοσὶ ἐν ἀπορίᾳ ὢν πολλῇ· τὴν δὲ χρείαν, εἰς ἣν κατεχρήσατο τῷ ἀργυρίῳ, εἴρηκα ὑμῖν.
But neither was the copper mortgaged, men of the jury, nor did the Boeotian admiral borrow the thousand drachmae from my father, but this man Timotheus did, being in great distress; and the purpose for which he spent the money, I have already told you.
ἀντὶ δὲ τοῦ χάριν ἀποδοῦναι ὧν ἐπιστεύθη καὶ ἔλαβεν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, οἴεται δεῖν καὶ τὰ ἀρχαῖα, ἂν δύνηται, ἀποστερῆσαι.
And instead of returning thanks for what he was trusted with and received from my father, he thinks he ought, if he can, to rob us even of the principal.
§55περὶ μὲν τοίνυν τῶν φιαλῶν καὶ τῆς μνᾶς τοῦ ἀργυρίου, ἣν ἐδανείσατο παρὰ τοῦ πατρὸς πέμψας τὸν ἀκόλουθον τὸν ἑαυτοῦ Αἰσχρίωνα τῆς νυκτὸς ὡς τὸν πατέρα τὸν ἐμόν, ἠρόμην αὐτὸν πρὸς τῷ διαιτητῇ εἰ ἔτι δοῦλος εἴη ὁ Αἰσχρίων, καὶ ἠξίουν αὐτὸν ἐν τῷ δέρματι τὸν ἔλεγχον διδόναι.
Now as to the phialae and the mina of silver, which he borrowed from my father by sending his attendant Aeschrion by night to my father's house, I asked him before the arbitrator if Aeschrion was still a slave, and demanded that he should submit him to examination in his skin.
ἀποκριναμένου δέ μοι τούτου ὅτι ἐλεύθερος εἴη, τῆς μὲν ἐξαιτήσεως ἐπέσχον, μαρτυρίαν δʼ αὐτὸν ἠξίουν ἐμβαλέσθαι τοῦ Αἰσχρίωνος ὡς ἐλευθέρου ὄντος.
And when he answered me that Aeschrion was a free man, I desisted from demanding his surrender, but required him to put in a deposition of Aeschrion as being a free man.