← デモステネス

第四十九弁論 ティモテオスへの抗弁

§49-55

ボイオティア提督の借財説への反論と担保の青銅

語り手は、ティモテオスがボイオティアの提督名義で借財したとする弁明の不自然さを指摘し、担保とされた青銅の取引実態が証明されていないことを論じ、さらにアイスクリオンを介した借財について言及する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§49

ὡς δʼ οὐκ ἀληθῆ λέγει, μέγα ὑμῖν ἐρῶ τεκμήριον. πρῶτον μὲν γὰρ ἐν Καλαυρείᾳ οὗτος φαίνεται δανεισάμενος τὰς χιλίας δραχμὰς καὶ οὐχ ὁ Βοιώτιος ναύαρχος, ἔπειτα ἀπαιτῶν ὁ Φίλιππος ἐνθάδε τοῦτον τὰς χιλίας δραχμὰς καὶ οὐ τὸν Βοιώτιον ναύαρχον, καὶ ἀποδοὺς οὗτος, ἀλλʼ οὐχ ὁ Βοιώτιος ναύαρχος· προσῆκεν γὰρ τῷ μὲν Βοιωτίῳ ἄρχοντι παρὰ τούτου τὴν τροφὴν τοῖς ἐν ταῖς ναυσὶν λαμβάνειν·1 ἐκ γὰρ τῶν κοινῶν συντάξεων ἡ μισθοφορία ἦν τῷ στρατεύματι· τὰ δὲ χρήματα σὺ ἅπαντα ἐξέλεξας ἐκ τῶν συμμάχων, καὶ σὲ ἔδει αὐτῶν λόγον ἀποδοῦναι.

彼が真実を言っていないことについて、私は皆さんに強力な証拠を提示しましょう。というのも、第一に、カラウレイアでこの1000ドラクマを借財したのはボイオティアの提督ではなく、この者であることが明らかだからです。第二に、フィリッポスが当地でその1000ドラクマを請求した相手はボイオティアの提督ではなくこの者であり、それを返済したのもボイオティアの提督ではなくこの者だからです。なぜなら、ボイオティアの指揮官にとっては、船員たちのための糧食をこの者から受け取ることが当然だったからです。軍隊への給与は共通の貢献金から支払われていたのであり、その資金を同盟国からすべて徴収したのはあなたであり、それらについて会計報告をしなければならなかったのもあなただからです。

§50

εἶτα καταλυθεισῶν τῶν Βοιωτίων νεῶν καὶ διαπελθόντων τῶν στρατιωτῶν τῷ μὲν Βοιωτίῳ ναυάρχῳ οὐδεὶς κίνδυνος ὑπʼ Ἀθηναίων ἦν, οὐδʼ ἐν ἀγῶνι καθειστήκει οὐδενί· σὺ δʼ ἐν τῷ μεγίστῳ· περίφοβος δὲ ὢν ἡγοῦ σοι μεγάλην ἐπικουρίαν ἀπολογίας ἔσεσθαι, ἐὰν παραμείνωσιν αἱ Βοιώτιαι τριήρεις, ἕως ἄν σοι ἡ κρίσις γένηται. ἔπειτα καὶ ἐκ τίνος ἂν φιλίας ποτὲ ἐδάνεισεν ὁ πατὴρ ὁ ἐμὸς τῷ Βοιωτίῳ ναυάρχῳ τὰς χιλίας δραχμάς, ὃν οὐκ ἐγίγνωσκεν;

さらに、ボイオティアの船団が解散され兵士たちが分散したとき、ボイオティアの提督にはアテナイ人によるいかなる危険も及ばず、何らの裁判にもかけられませんでした。しかし、あなたは最大の危険に晒されていました。そして恐怖に怯えていたあなたは、自分に対する裁判が行われるまでボイオティアの三段櫂船が留まってくれれば、弁明のために大きな助けになると考えていたのです。それに、私の父が、知りもしないボイオティアの提督に、一体いかなる友好関係に基づいて1000ドラクマを貸し付けたというのでしょうか。

§51

ἀλλὰ γὰρ ὑποθέσθαι φησὶν αὐτὸν χαλκόν. πόσον τινὰ καὶ ποδαπόν; καὶ πόθεν γενόμενον τὸν χαλκὸν τοῦτον τῷ Βοιωτίῳ ναυάρχῳ; πότερα κατʼ ἐμπορίαν ἀχθέντα ἢ ἀπʼ αἰχμαλώτων γενόμενον; εἶτα τίνες ἦσαν οἱ ἐνέγκαντες τὸν χαλκὸν ὡς τὸν πατέρα τὸν ἐμόν; μισθωτοὶ ἢ οἰκέται;

しかし、彼が言うには、ボイオティアの提督が担保として青銅を預けたのだとのこと。それはどれほどの量で、どこの産地のもので、どのような経緯でその青銅がボイオティアの提督の手に入ったものなのでしょうか。交易によって持ち込まれたものなのか、それとも戦利品から得られたものなのでしょうか。さらに、その青銅を私の父のところへ運んできたのは誰だったのでしょうか。雇い人たちでしょうか、それとも家内奴隷たちでしょうか。

§52

ἢ τίς ὁ παραλαβὼν τῶν οἰκετῶν τῶν ἡμετέρων; χρῆν γὰρ αὐτόν, εἰ μὲν οἰκέται ἤνεγκαν, τοὺς κομίσαντας παραδιδόναι, εἰ δὲ μισθωτοί, τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον τὸν χαλκὸν τῶν οἰκετῶν τῶν ἡμετέρων, τοῦτον ἐξαιτεῖν·2 οὐ γὰρ δήπου ἄνευ γε σταθμοῦ ἔμελλεν οὔτε ὁ ὑποτιθέμενος παραλήψεσθαι οὔθʼ ὁ ὑποτιθεὶς τὸν χαλκὸν παραδώσειν, οὐδʼ αὖ ὁ πατὴρ ἔμελλεν αὐτὸς οὔτε οἴσειν τὸν χαλκὸν οὔτε στήσεσθαι, ἀλλʼ οἰκέται ἦσαν αὐτῷ, οἳ τὰ ἐνέχυρα τῶν δανεισμάτων παρελάμβανον.

あるいは、私たちの家内奴隷のうちで受け取ったのは誰なのでしょうか。というのも、もし彼の側の家内奴隷が運んできたのであれば、彼はその運んだ者たちを引き渡すべきであり、もし雇い人であったなら、それを受け取り、重さを量った私たちの側の家内奴隷の引き渡しを要求すべきだったからです。まさか、重量も量らずに、担保を受け取る側が受け取ることも、担保に入れる側が青銅を引き渡すこともなかったでしょうし、また父自身が自ら青銅を運んだり重さを量ったりすることもなかったでしょう。彼には貸付の担保を受け取る家内奴隷たちがいたのですから。

§53

θαυμάζω δʼ ἔγωγε καὶ τίνος ἕνεκʼ ἄν ποτε ὑπετίθει τὸν χαλκὸν τῷ πατρὶ τῷ ἐμῷ ὁ Βοιώτιος ναύαρχος, Φιλίππῳ ὀφείλων χιλίας δραχμάς. πότερον ὡς Φίλιππος οὐκ ἂν ἡδέως τόκον ἐλάμβανεν, εἴπερ ἀσφαλῶς ἦν αὐτῷ τὸ ἀργύριον δεδανεισμένον καὶ ἐπʼ ἐνεχύρῳ; ἢ ὡς οὐκ ἦν τῷ Φιλίππῳ ἀργύριον; ὥστε τι ἔδει τοῦ πατρὸς τοῦ ἐμοῦ δεηθῆναι δανεῖσαι τὰς χιλίας δραχμὰς τὸν Βοιώτιον ναύαρχον καὶ ἀποδοῦναι Φιλίππῳ μᾶλλον ἢ οὐ τὸν χαλκὸν ὑποθεῖναι3 τῷ Φιλίππῳ;

そもそも私としては、ボイオティアの提督がフィリッポスに1000ドラクマを負っているのに、なぜ私の父に青銅を担保として預ける必要があったのか、不思議でなりません。フィリッポスなら、そのお金が安全に担保付きで貸し出されるとしても、利息を喜んで受け取らなかったとでもいうのでしょうか。あるいは、フィリッポスにお金がなかったからでしょうか。だとすれば、ボイオティアの提督がフィリッポスに青銅を担保に入れるのではなく、むしろ私の父に1000ドラクマを貸してくれと頼み、それをフィリッポスに返済する必要がどこにあったというのでしょうか。

§54

ἀλλʼ οὔτε ὁ χαλκὸς ὑπετέθη, ὦ ἄνδρες δικασταί, οὔτε ὁ Βοιώτιος ναύαρχος ἐδανείσατο τὰς χιλίας δραχμὰς παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ἀλλὰ Τιμόθεος οὑτοσὶ ἐν ἀπορίᾳ ὢν πολλῇ· τὴν δὲ χρείαν, εἰς ἣν κατεχρήσατο τῷ ἀργυρίῳ, εἴρηκα ὑμῖν. ἀντὶ δὲ τοῦ χάριν ἀποδοῦναι ὧν ἐπιστεύθη καὶ ἔλαβεν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, οἴεται δεῖν καὶ τὰ ἀρχαῖα, ἂν δύνηται, ἀποστερῆσαι.

裁判員の皆さん、しかし、青銅が担保に入れられたこともなければ、ボイオティアの提督が私の父から1000ドラクマを借りたこともありません。そうではなく、大いなる困窮にあったこのティモテオスが借りたのです。そして彼がそのお金を使い尽くした用途については、すでに皆さんに話した通りです。それなのに、私の父から信頼されて受け取ったものに対して感謝を返す代わりに、可能であれば元金すらも奪い取ろうと考えているのです。

§55

περὶ μὲν τοίνυν τῶν φιαλῶν καὶ τῆς μνᾶς τοῦ ἀργυρίου, ἣν ἐδανείσατο παρὰ τοῦ πατρὸς πέμψας τὸν ἀκόλουθον τὸν ἑαυτοῦ Αἰσχρίωνα τῆς νυκτὸς ὡς τὸν πατέρα τὸν ἐμόν, ἠρόμην αὐτὸν πρὸς τῷ διαιτητῇ εἰ ἔτι δοῦλος εἴη ὁ Αἰσχρίων, καὶ ἠξίουν αὐτὸν ἐν τῷ δέρματι τὸν ἔλεγχον διδόναι.4 ἀποκριναμένου δέ μοι τούτου ὅτι ἐλεύθερος εἴη, τῆς μὲν ἐξαιτήσεως ἐπέσχον, μαρτυρίαν δʼ αὐτὸν ἠξίουν ἐμβαλέσθαι τοῦ Αἰσχρίωνος ὡς ἐλευθέρου ὄντος.

さて、夜間に自身の従者であるアイスクリオンを私の父のところへ送って父から借りた、杯および1ムナのお金については、私は仲裁人の前で、アイスクリオンがまだ奴隷であるかどうかを彼に尋ね、彼に対してその皮膚において吟味を施すことを要求しました。彼が、その男は自由の身であると私に答えたため、私は引き渡し要求は思いとどまり、代わりにアイスクリオンが自由人であるという証言を提出するよう、彼に要求しました。

構文注4 件
  1. 49προσῆκεν γὰρ τῷ μὲν Βοιωτίῳ ἄρχοντι παρὰ τούτου τὴν τροφὴν τοῖς ἐν ταῖς ναυσὶν λαμβάνειν

    非人称動詞 προσῆκεν(「〜にとってふさわしい、当然である」)は、与格(τῷ ... ἄρχοντι)と対格目的語を伴う不定詞(τὴν τροφὴν ... λαμβάνειν)を取る。παρὰ τούτου(「この者[ティモテオス]から」)は不定詞 λαμβάνειν にかかる。

  2. 52εἰ δὲ μισθωτοί, τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον τὸν χαλκὸν τῶν οἰκετῶν τῶν ἡμετέρων, τοῦτον ἐξαιτεῖν

    条件節 εἰ δὲ μισθωτοί において、前節の動詞 ἤνεγκαν(「もし運んできたのであれば」)が省略されている。また、後続の不定詞 ἐξαιτεῖν(「引き渡しを要求する」)の目的語は τοῦτον であり、これは先行する長い分詞句 τὸν ὑποδεξάμενον καὶ ἀποστησάμενον ... τῶν οἰκετῶν τῶν ἡμετέρων(「私たちの奴隷のうちで、それを受け取り重さを量った者」)を指している。

  3. 53μᾶλλον ἢ οὐ τὸν χαλκὸν ὑποθεῖναι

    比較級 μᾶλλον ἤ(「〜よりもむしろ」)の後に否定辞 οὐ が置かれているが、これは否定を強める余剰否定(pleonastic negation)であり、日本語訳では否定として訳出しない。

  4. 55ἐν τῷ δέρματι τὸν ἔλεγχον διδόναι

    「皮膚において吟味を与える」という表現は、奴隷に対して拷問(βάσανος)を用いてその供述の真偽を検証することを指す法的・慣用的表現である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0014.tlg049.humanitext-grc2:49-55