§42ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τῇ μαρτυρίᾳ, ἣν παρέσχημαι ὑμῖν μαρτυροῦντας τοὺς δόντας τὸ ἀργύριον οἷς οὗτος ἐκέλευσεν καὶ καθημένους ἐπὶ τῇ τραπέζῃ τότε, καὶ πίστιν ἠθέλησα ἐπιθεῖναι, ἣν ἀναγνώσεται ὑμῖν.
裁判官们,因此,除了向你们出示那些按照此人命令支付资金的人以及当时在银行值守的人的证言之外,我还愿意提供一份誓言,现在向你们宣读。
ΟΡΚΟΣ.
οὐ τοίνυν, ὦ ἄνδρες δικασταί, γράψας μοι ὁ πατὴρ κατέλιπεν τὰ χρέα μόνον, ἀλλὰ καὶ ἔλεγεν ἀρρωστῶν ὅ τι ὀφείλοιτο αὐτῷ ἕκαστον, καὶ παρʼ ᾧ, καὶ εἰς ὅ τι ἐλήφθη τὸ ἀργύριον, καὶ τῷ ἀδελφῷ τῷ ἐμῷ.
ΟΡΚΟΣ. 裁判官们,我父亲不仅是以书面形式向我留下了这些债务记录,而且在他病重时,还向我和我弟弟说明了每一笔债款中,是谁欠了他多少钱,以及这笔资金是因何目的而被支取的。
καὶ ὡς ταῦτʼ ἀληθῆ λέγω, ἀνάγνωθί μοι τὴν μαρτυρίαν τοῦ ἀδελφοῦ.
为了证明我所说的是真话,请宣读我弟弟的证言。
ΜΑΡΤΥΡΙΑ. §43ὡς μὲν τοίνυν κατελείφθη ὀφείλων Τιμόθεος ἡμῖν τὸ ἀργύριον ὑπὸ τοῦ πατρός, οὗ δικάζομαι αὐτῷ, καὶ γίγνεται ἐμὸν τὸ μέρος, ὅ τε ἀδελφός μοι μεμαρτύρηκεν καὶ ὁ Φορμίων ὁ δοὺς τὸ ἀργύριον, κἀγὼ τούτων πίστιν ἠθέλησα ἐπιθεῖναι.
ΜΑΡΤΥΡΙΑ. 因此,关于提摩太被我父亲留下欠我们这笔资金(这也是我起诉他的原因),且其中属于我的那部分份额,我的弟弟以及支付资金的福尔米翁都已作证,我也愿意就这些事提供誓言。
προκαλεσαμένου δὲ τούτου πρὸς τῷ διαιτητῇ καὶ κελεύοντος ἐνεγκεῖν τὰ γράμματα ἀπὸ τῆς τραπέζης καὶ ἀντίγραφα αἰτοῦντος, πέμψαντος Φρασιηρίδην ἐπὶ τὴν τράπεζαν, τῷ τε Φρασιηρίδῃ ἐξενέγκας ἔδωκα ζητεῖν τὰ γράμματα καὶ ἐκγράφεσθαι ὅσα οὗτος ὤφειλε, καὶ ὡς ὡμολόγει λαβεῖν οὗτος τὰ ἀντίγραφα, ἀνάγνωθί μοι τὴν μαρτυρίαν.
但是,当此人在仲裁人面前提出挑战,命令我带来银行的账簿并要求副本,且派弗拉西阿里德斯前往银行时,我便将账簿带出并交给弗拉西阿里德斯,让他查找并抄录此人所欠的所有债务。
ΜΑΡΤΥΡΙΑ.
为了证明此人承认已收到这些副本,请宣读证言。
§44πρὸς τοίνυν τὸν διαιτητὴν κομίσαντός μου τὰ γράμματα, παρὼν ὁ Φορμίων καὶ ὁ Εὐφραῖος, οἱ δόντες τὸ ἀργύριον οἷς ἐκέλευσεν οὗτος, ἐξήλεγχον αὐτὸν ἐν οἷς τε χρόνοις ἕκαστον ἐδανείσατο, καὶ ὅστις ἔλαβε τὸ ἀργύριον, καὶ εἰς ἃ κατεχρήσατο.
ΜΑΡΤΥΡΙΑ. 因此,当我将账簿带到仲裁人那里时,福尔米翁和欧弗莱乌斯——这些按照此人命令支付资金的人——也在场,并当面驳斥了他,指明了他每次借款的时间、是谁收到了钱,以及他将钱花在了什么地方。
ὁ δὲ τὰς μὲν χιλίας καὶ τριακοσίας καὶ πεντήκοντα καὶ μίαν καὶ δύʼ ὀβολώ, ἃς πρώτας ἐδανείσατο τοῦ μουνιχιῶνος μηνὸς μέλλων ἐκπλεῖν ἐπὶ Σωκρατίδου ἄρχοντος, ἃς καὶ ἐκέλευσε δοῦναι Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ, ἰδίᾳ ἔφη δανεῖσαι τὸν πατέρα Ἀντιμάχῳ καὶ οὐκ αὐτὸς λαβεῖν.
然而,关于他在索克拉蒂德斯任执政官期间的穆尼基翁月,在即将出航时首先借入的、并命令支付给其财务官安提马科斯的一千三百五十一德拉克马和两奥波尔,他却声称是我父亲私下借给安提马科斯的,而不是他自己收到的。
§45καὶ ὡς μὲν ἀληθῆ λέγει, οὐδένα μάρτυρα παρέσχηται, λόγῳ δὲ καταχρῆται, ἵνα μὴ αὐτὸς δοκῇ ἀποστερεῖν ἀλλʼ Ἀντίμαχος δανείσασθαι.
至于他所说的是否真实,他没有提供任何证人,而只是在辩词中强词夺理,好让他自己看起来不是在掠夺我们,而是让人们以为是安提马科斯借了这笔钱。
καίτοι, ὦ ἄνδρες δικασταί, μέγα ὑμῖν ἐρῶ τεκμήριον ὅτι οὐκ Ἀντιμάχῳ ἐδάνεισεν ὁ πατὴρ τοῦτο τὸ ἀργύριον, ἀλλὰ Τιμοθέῳ περὶ ἀναγωγὴν ὄντι.
然而,裁判官们,我将向你们提供一个有力的证据,证明我父亲并不是把这笔钱借给安提马科斯的,而是借给即将出航的提摩太的。
πότερα γὰρ ἂν οἴεσθε ῥᾷον εἶναι τῷ πατρὶ δημευθέντων τῶν Ἀντιμάχου ἐνεπισκήψασθαι ἐν τῇ οὐσίᾳ τῇ ἐκείνου ἐνοφειλόμενον αὑτῷ τοῦτο τὸ ἀργύριον, εἴπερ Ἀντιμάχῳ ἐδάνεισεν, §46ἢ ἀναμένειν ὁπότε παρὰ τούτου κομιεῖσθαι ἔμελλεν εὐπορήσαντος, ὃς οὐ πολλὰς ἐλπίδας σωτηρίας περὶ αὑτοῦ εἶχεν ἐν ἐκείνῳ τῷ χρόνῳ;
因为你们认为哪一种情况对我父亲来说更容易:如果他确实是借给安提马科斯的,那么在安提马科斯的财产被没收时,他就此人欠自己的这笔钱对那份财产提出索赔,还是等待从这个人在富裕时收回资金——而在那个时候,此人对自己能否安全保全都没有多少希望?
καὶ μὴν ἐνεπισκηψάμενός γε οὔτʼ ἂν παρακαταβολῆς ἠπόρησεν οὔτʼ ἂν ἠπιστήθη ὑφʼ ὑμῶν (πάντες γὰρ ἴστε τὸν πατέρα τὸν ἐμὸν οὐ τῶν δημοσίων ἀδίκως ἐπιθυμοῦντα, ἀλλὰ τῶν αὑτοῦ ὑμῖν, ὅ τι κελεύσαιτε, προθύμως ἀναλίσκοντα), §47εἶτα καὶ ἐπιτηδείου ὄντος αὐτῷ Καλλιστράτου, ὅσπερ ἐδήμευσεν τὰ Ἀντιμάχου, ὥστε μηδὲν ἐναντιοῦσθαι.
此外,如果他提出索赔,他既不会缺少保证金,也不会不被你们信任(因为你们所有人都知道,我父亲并不觊觎公家财产,而是热心于将自己的财产用于你们,服从你们的一切命令),况且,没收安提马科斯财产的卡利斯特拉托斯还是我父亲的朋友,因此不会受到任何阻碍。
ὥστε τί ἄν ποτε βουλόμενος ὁ πατὴρ ἐβούλετο Τιμόθεον χρήστην ἐγγράψας ἡμῖν καταλιπεῖν, εἴπερ μὴ ὤφειλεν τοῦτο τὸ ἀργύριον, μᾶλλον ἢ οὐκ ἐκ τῶν Ἀντιμάχου δημευθέντων ἐνεπισκηψάμενος κομίσασθαι;
既然如此,如果提摩太并不欠这笔钱,我父亲究竟是出于什么意图,宁愿把提摩太登记为我们的债务人留给我们,而不通过对安提马科斯被没收的财产提出索赔来收回这笔钱呢?
§48περὶ δὲ τῶν χιλίων δραχμῶν, ἃς ἐδανείσατο παρὰ τοῦ Ἀντιφάνους ἐν Καλαυρείᾳ, ἵνα διαδοίη τοῖς Βοιωτίοις τριηράρχοις, μέλλων καταπλεῖν ἐπὶ τὴν κρίσιν, ἃς καὶ ἀπέδωκεν Φιλίππῳ τῷ ναυκλήρῳ ἐνθάδε λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, τὸν Βοιώτιον ναύαρχόν φησι δανείσασθαι, καὶ ὑποθεῖναι τούτου τοῦ ἀργυρίου τῷ πατρὶ τῷ ἐμῷ χαλκόν.
至于他在卡劳雷亚向安提法内斯借入的一千德拉克马(以便在他即将回航接受审判时,分发给波奥蒂亚的三列桨战船船长们,并且他在这里从我父亲处取得资金后,偿还给了船主菲利普斯),他却声称是波奥蒂亚的海军将领借的,并且将青铜作为这笔资金的抵押物留给了我父亲。