Humanitext Reader

狄摩西尼 · 第一奥林匹亚演说 §15-21

战火逼近本土的危机与双管齐下的军策建议

第 3 段,共 4 段 · 希腊语

内容简介

德摩斯梯尼警告若放任危机,战争将蔓延至本土,他提出了援助奥林索斯与打击敌境的双管齐下策略,建议通过纳税解决军费,并指出腓力目前的脆弱处境。

§15πρὸς θεῶν, τίς οὕτως εὐήθης ἐστὶν ὑμῶν ὅστις ἀγνοεῖ τὸν ἐκεῖθεν πόλεμον δεῦρʼ ἥξοντα, ἂν ἀμελήσωμεν;
天哪,你们当中有谁如此愚蠢,竟不知道如果我们懈怠,那里的战争就会蔓延到这里?
ἀλλὰ μήν, εἰ τοῦτο γενήσεται, δέδοικʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τὸν αὐτὸν τρόπον ὥσπερ οἱ δανειζόμενοι ῥᾳδίως ἐπὶ τοῖς μεγάλοις μικρὸν εὐπορήσαντες χρόνον ὕστερον καὶ τῶν ἀρχαίων ἀπέστησαν, οὕτω καὶ ἡμεῖς ἐπὶ πολλῷ φανῶμεν ἐρρᾳθυμηκότες, καὶ ἅπαντα πρὸς ἡδονὴν ζητοῦντες πολλὰ καὶ χαλεπὰ ὧν οὐκ ἐβουλόμεθʼ ὕστερον εἰς ἀνάγκην ἔλθωμεν ποιεῖν, καὶ κινδυνεύσωμεν περὶ τῶν ἐν αὐτῇ τῇ χώρᾳ.
然而,如果这成为现实,雅典的男子汉们,我担心,就像那些以高利息轻易借债的人,虽然在短时间内享受了富足,但后来连本金都失去了;同样,我们也会显出因付出巨大代价而懈怠,并且因为一味追求享乐,日后不得不做许多我们不愿做的艰难之事,甚至使我们自身的国土陷入危险之中。
§16τὸ μὲν οὖν ἐπιτιμᾶν ἴσως φήσαι τις ἂν ῥᾴδιον καὶ παντὸς εἶναι, τὸ δʼ ὑπὲρ τῶν παρόντων ὅ τι δεῖ πράττειν ἀποφαίνεσθαι, τοῦτʼ εἶναι συμβούλου.
因此,批评或许有人会说这很容易,是人人都能做到的;但在当前的形势下,阐明应该采取什么行动,这才是建言者的职责。
ἐγὼ δʼ οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὅτι πολλάκις ὑμεῖς οὐ τοὺς αἰτίους, ἀλλὰ τοὺς ὑστάτους περὶ τῶν πραγμάτων εἰπόντας ἐν ὀργῇ ποιεῖσθε, ἄν τι μὴ κατὰ γνώμην ἐκβῇ· οὐ μὴν οἶμαι δεῖν τὴν ἰδίαν ἀσφάλειαν σκοποῦνθʼ ὑποστείλασθαι περὶ ὧν ὑμῖν συμφέρειν ἡγοῦμαι.
我并非不知道,雅典的男子汉们,如果事情的发展不如所愿,你们往往不惩罚责任人,而是将怒火发泄在最后对这些事务发言的人身上;然而,我不认为应当为了考虑自身的安全,而对我认为对你们有利的事物有所隐瞒。
§17φημὶ δὴ διχῇ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις·
我确实主张,你们必须通过两种途径来拯救局势:一方面,为奥林索斯人保全他们的城市,并派遣去执行这一行动的士兵;另一方面,通过三列桨战船和另一批士兵来打击他的领土。
§18εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ μὴ μάταιος ἡμῖν ἡ στρατεία γένηται.
如果你们忽视这两者中的任何一方,我担心我们的远征会变得徒劳无功。
εἴτε γὰρ ὑμῶν τὴν ἐκείνου κακῶς ποιούντων, ὑπομείνας τοῦτʼ Ὄλυνθον παραστήσεται, ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἐλθὼν ἀμυνεῖται· εἴτε βοηθησάντων μόνον ὑμῶν εἰς Ὄλυνθον, ἀκινδύνως ὁρῶν ἔχοντα τὰ οἴκοι, προσκαθεδεῖται καὶ προσεδρεύσει τοῖς πράγμασι, περιέσται τῷ χρόνῳ τῶν πολιορκουμένων.
因为,如果你们仅是打击他的领地,而他忍受了这一点并使奥林索斯屈服,他就会轻易回到自己的国土进行防守;或者,如果你们仅仅向奥林索斯派遣援军,而他看到家园安全无虞,他就会驻扎下来,紧盯局势,并随着时间的推移战胜被围困的人。
δεῖ δὴ πολλὴν καὶ διχῇ τὴν βοήθειαν εἶναι.
因此,援助必须是巨大的,且必须是双管齐下的。
§19καὶ περὶ μὲν τῆς βοηθείας ταῦτα γιγνώσκω· περὶ δὲ χρημάτων πόρου, ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν, ἔστιν ὅσʼ οὐδενὶ τῶν ἄλλων ἀνθρώπων·
关于援助,这就是我的看法;而关于资金的提供,雅典的男子汉们,你们有资金,拥有比其他任何人都多的资金;并且你们是以自己想要的方式来分配这些资金的。
ταῦτα δʼ ὑμεῖς οὕτως ὡς βούλεσθε λαμβάνετε. εἰ μὲν οὖν ταῦτα τοῖς στρατευομένοις ἀποδώσετε, οὐδενὸς ὑμῖν προσδεῖ πόρου, εἰ δὲ μή, προσδεῖ, μᾶλλον δʼ ἅπαντος ἐνδεῖ τοῦ πόρου.
如果你们把这些资金拨给参战的人,你们就不需要额外的来源;但如果不这样做,你们就需要,或者说,根本就缺少全部的来源。
τί οὖν;
“那么怎么办?
ἄν τις εἴποι, σὺ γράφεις ταῦτʼ εἶναι στρατιωτικά;
”有人可能会说,“你是在提议将这些资金定为军费吗?
μὰ Δίʼ οὐκ ἔγωγε.
”凭宙斯起誓,我绝不。
§20ἐγὼ μὲν γὰρ ἡγοῦμαι στρατιώτας δεῖν κατασκευασθῆναι καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα, ὑμεῖς δʼ οὕτω πως ἄνευ πραγμάτων λαμβάνειν εἰς τὰς ἑορτάς.
因为我确实认为应当组织起士兵,并且应该建立一个将领取补贴与履行必要义务统一起来的相同制度,而你们现在却差不多是在不用承担任何劳役的情况下,为了节日而领取这些补贴。
ἔστι δὴ λοιπόν, οἶμαι, πάντας εἰσφέρειν, ἂν πολλῶν δέῃ, πολλά, ἂν ὀλίγων, ὀλίγα.
因此,我想,剩下唯一的办法就是大家纳税,如果需要得多就多交,如果需要得少就少交。
δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων.
但是资金是不可或缺的,没有它,任何必要的事都无法办成。
λέγουσι δὲ καὶ ἄλλους τινὰς ἄλλοι πόρους, ὧν ἕλεσθʼ ὅστις ὑμῖν συμφέρειν δοκεῖ· καὶ ἕως ἐστὶ καιρός, ἀντιλάβεσθε τῶν πραγμάτων.
也有人提出了其他一些筹资的途径,你们从中选择你们认为最合适的一种吧;只要时机尚在,就要把握住局势。
§21ἄξιον δʼ ἐνθυμηθῆναι καὶ λογίσασθαι τὰ πράγματʼ ἐν ᾧ καθέστηκε νυνὶ τὰ Φιλίππου.
也有必要深思和盘算一下腓力的事务现在处于何种状态。
οὔτε γάρ, ὡς δοκεῖ καὶ φήσειέ τις ἂν μὴ σκοπῶν ἀκριβῶς, εὐτρεπῶς οὐδʼ ὡς ἂν κάλλιστʼ αὐτῷ τὰ παρόντʼ ἔχει, οὔτʼ ἂν ἐξήνεγκε τὸν πόλεμόν ποτε τοῦτον ἐκεῖνος, εἰ πολεμεῖν ᾠήθη δεήσειν αὐτόν, ἀλλʼ ὡς ἐπιὼν ἅπαντα τότʼ ἤλπιζε τὰ πράγματʼ ἀναιρήσεσθαι, κᾆτα διέψευσται.
因为他的现状并不像那些不仔细审视的人所认为和宣称的那样整顿就绪或处于最佳状态,而且如果他当初想到自己必须进行真正的战争,他绝不会发动这场战争;相反,他当时希望仅凭进攻就能夺取一切,然而他失算了。
τοῦτο δὴ πρῶτον αὐτὸν ταράττει παρὰ γνώμην γεγονὸς καὶ πολλὴν ἀθυμίαν αὐτῷ παρέχει, εἶτα τὰ τῶν Θετταλῶν.
这件出乎意料发生的事首先让他感到困扰,并给他带来了巨大的沮丧,接着就是帖撒利亚人的局势。

词汇与语法注释

  1. §15δέδοικʼ ... μὴ ... φανῶμεν — 引入自表示担忧的动词 δέδοικα,后面接 μὴ 引导的从句,并支配并列的虚拟语气动词 φανῶμεν、ἔλθωμεν 和 κινδυνεύσωμεν。在此从句内部嵌套了一个对比借债人与雅典人现状的长比较结构。
  2. §16παντὸς εἶναι ... συμβούλου — 属格的表语用法,表示“属于……的特征、义务、职责”。παντὸς εἶναι 意为“是任何人都能做到的”,συμβούλου εἶναι 意为“是建言者的职责”。
  3. §18ὑμῶν τὴν ἐκείνου κακῶς ποιούντων ... βοηθησάντων μόνον ὑμῶν — 两处均为属格独立分词结构(genitive absolute),在此处具有条件意(“如果……”)。前半句使用现在分词 ποιούντων,后半句使用不定过去时分词 βοηθησάντων,形成对比。
  4. §21οὔτʼ ἂν ἐξήνεγκε ... εἰ ... ᾠήθη — 过去非真实条件句(反事实条件句),由归结从句中的直说过去时加 ἄν(οὔτʼ ἂν ἐξήνεγκε)和条件从句中的直说过去时(εἰ ... ᾠήθη)构成。通过否定连词 οὔτε 与前句相连。

引用这一段

狄摩西尼, 第一奥林匹亚演说 §15-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg001.humanitext-grc2:15-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。