§1ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοίσειν τῇ πόλει περὶ ὧν νυνὶ σκοπεῖτε.
雅典的男子汉们,我认为,如果对于你们现在正在考虑的事情,那将对国家有利的未来能够明朗化,你们会愿意选择它,甚至不惜付出巨大的财富。
ὅτε τοίνυν τοῦθʼ οὕτως ἔχει, προσήκει προθύμως ἐθέλειν ἀκούειν τῶν βουλομένων συμβουλεύειν·
既然情况如此,就应当积极地乐于倾听那些希望提出建议的人。
οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτʼ ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν δεόντων ἐκ τοῦ παραχρῆμʼ ἐνίοις ἂν ἐπελθεῖν εἰπεῖν, ὥστʼ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι.
因为不仅如果有人带着深思熟虑的有益见解而来,你们可以通过倾听而获得它,而且我还认为,由于你们的幸运,在座的一些人也会在当下灵感涌现,提出许多切中要害的建言,从而使你们在所有提案中,容易选出对自己最有利的方案。
§2ὁ μὲν οὖν παρὼν καιρός, ὦ ἄνδρες Ἀθηναῖοι, μόνον οὐχὶ λέγει φωνὴν ἀφιεὶς ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστίν, εἴπερ ὑπὲρ σωτηρίας αὐτῶν φροντίζετε· ἡμεῖς δʼ οὐκ οἶδʼ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά.
雅典的男子汉们,因此,眼前的时机几乎是在亲口呼喊,告诉你们如果你们确实关心自身的安全,就必须亲自着手处理那些事务;然而我们,我真不知道我们对这些事务到底报以何种态度。
ἔστι δὴ τά γʼ ἐμοὶ δοκοῦντα, ψηφίσασθαι μὲν ἤδη τὴν βοήθειαν, καὶ παρασκευάσασθαι τὴν ταχίστην ὅπως ἐνθένδε βοηθήσετε (καὶ μὴ πάθητε ταὐτὸν ὅπερ καὶ πρότερον), πρεσβείαν δὲ πέμπειν, ἥτις ταῦτʼ ἐρεῖ καὶ παρέσται τοῖς πράγμασιν·
我的看法是,应当立即投票通过救援,并以最快的速度做好准备,以便从这里派兵救援(免得你们重蹈覆辙),同时派遣使节,传达这一决议并亲临现场。
§3ὡς ἔστι μάλιστα τοῦτο δέος, μὴ πανοῦργος ὢν καὶ δεινὸς ἅνθρωπος πράγμασι χρῆσθαι, τὰ μὲν εἴκων, ἡνίκʼ ἂν τύχῃ, τὰ δʼ ἀπειλῶν (ἀξιόπιστος δʼ ἂν εἰκότως φαίνοιτο), τὰ δʼ ἡμᾶς διαβάλλων καὶ τὴν ἀπουσίαν τὴν ἡμετέραν, τρέψηται καὶ παρασπάσηταί τι τῶν ὅλων πραγμάτων.
因为最令人担忧的是,那个诡计多端、擅长操弄局势的家伙,时而妥协(在对他有利的时候),时而威胁(这自然会让他显得可信),时而中伤我们和我们的缺席,从而扭转并篡夺大局的一部分。
§4οὐ μὴν ἀλλʼ ἐπιεικῶς, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὃ δυσμαχώτατόν ἐστι τῶν Φιλίππου πραγμάτων, καὶ βέλτιστον ὑμῖν·
然而,雅典的男子汉们,在腓力的事务中最难对付的这一点,对你们来说也是最有利的。
τὸ γὰρ εἶναι πάντων ἐκεῖνον ἕνʼ ὄντα κύριον καὶ ῥητῶν καὶ ἀπορρήτων καὶ ἅμα στρατηγὸν καὶ δεσπότην καὶ ταμίαν, καὶ πανταχοῦ αὐτὸν παρεῖναι τῷ στρατεύματι, πρὸς μὲν τὸ τὰ τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν πράττεσθαι πολλῷ προέχει, πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτʼ ἄσμενος πρὸς Ὀλυνθίους, ἐναντίως ἔχει.
因为,他一个人作为所有公私机密的绝对主宰,同时又是将军、君主和财政官,并且亲自率领军队无处不在,这对于迅速且合时宜地推行战争行动来说固然大有裨益,但对于他乐于与奥林索斯人达成的妥协而言,却恰恰起相反的作用。
§5δῆλον γάρ ἐστι τοῖς Ὀλυνθίοις ὅτι νῦν οὐ περὶ δόξης οὐδʼ ὑπὲρ μέρους χώρας πολεμοῦσιν, ἀλλʼ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος, καὶ ἴσασιν ἅ τʼ Ἀμφιπολιτῶν ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν καὶ Πυδναίων τοὺς ὑποδεξαμένους·
因为奥林索斯人很清楚,他们现在不是为了名誉或部分领土而战,而是为了防止祖国的毁灭和被奴役;他们也知道,他对那些向他献城的安菲波利斯人,以及那些接纳他的皮德纳人做了些什么。
καὶ ὅλως ἄπιστον, οἶμαι, ταῖς πολιτείαις ἡ τυραννίς, ἄλλως τε κἂν ὅμορον χώραν ἔχωσι.
而且,我认为,专制统治对于自由政体来说通常是不可信任的,尤其是当它们拥有共同的边境时。
§6ταῦτʼ οὖν ἐγνωκότας ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τἄλλʼ ἃ προσήκει πάντʼ ἐνθυμουμένους φημὶ δεῖν ἐθελῆσαι καὶ παροξυνθῆναι καὶ τῷ πολέμῳ προσέχειν εἴπερ ποτὲ καὶ νῦν, χρήματʼ εἰσφέροντας προθύμως καὶ αὐτοὺς ἐξιόντας καὶ μηδὲν ἐλλείποντας.
因此,雅典的男子汉们,我认为,既然你们已经认识到这些,并且考虑到了所有其他应当考虑的事项,就必须展现出意愿并振作起来,比以往任何时候都更加投入到这场战争中,积极交纳军费,亲自出征,不留任何遗漏。
οὐδὲ γὰρ λόγος οὐδὲ σκῆψις ἔθʼ ὑμῖν τοῦ μὴ τὰ δέοντα ποιεῖν ἐθέλειν ὑπολείπεται.
因为,对于你们不愿履行应尽之责,已经不再留下任何借口或推托之辞了。
§7νυνὶ γάρ, ὃ πάντες ἐθρύλουν τέως, Ὀλυνθίους ἐκπολεμῶσαι δεῖν Φιλίππῳ, γέγονεν αὐτόματον, καὶ ταῦθʼ ὡς ἂν ὑμῖν μάλιστα συμφέροι.
因为直到最近所有人都在议论纷纷的事——即必须使奥林索斯人与腓力开战——已经自然而然地实现了,而且是以最有利于你们的方式实现的。
εἰ μὲν γὰρ ὑφʼ ὑμῶν πεισθέντες ἀνείλοντο τὸν πόλεμον, σφαλεροὶ σύμμαχοι καὶ μέχρι του ταῦτʼ ἂν ἐγνωκότες ἦσαν ἴσως· ἐπειδὴ δʼ ἐκ τῶν πρὸς αὑτοὺς ἐγκλημάτων μισοῦσι, βεβαίαν εἰκὸς τὴν ἔχθραν αὐτοὺς ὑπὲρ ὧν φοβοῦνται καὶ πεπόνθασιν ἔχειν.
因为如果他们是因为受到你们的说服而承担起这场战争,他们或许会是不稳定的同盟者,而且这种决心也许只会维持到一定程度;但既然他们因为针对自身的积怨而憎恨他,那么由于他们所恐惧和遭受的事情,他们很可能会保持坚定的敌意。
§8οὐ δεῖ δὴ τοιοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, παραπεπτωκότα καιρὸν ἀφεῖναι, οὐδὲ παθεῖν ταὐτὸν ὅπερ ἤδη πολλάκις πρότερον πεπόνθατε.
雅典的男子汉们,因此决不能放过这样一个降临的良机,也不要遭受你们以前已经多次遭受过的同样命运。
εἰ γάρ, ὅθʼ ἥκομεν Εὐβοεῦσιν βεβοηθηκότες καὶ παρῆσαν Ἀμφιπολιτῶν Ἱέραξ καὶ Στρατοκλῆς ἐπὶ τουτὶ τὸ βῆμα, κελεύοντες ἡμᾶς πλεῖν καὶ παραλαμβάνειν τὴν πόλιν, τὴν αὐτὴν παρειχόμεθʼ ἡμεῖς ὑπὲρ ἡμῶν αὐτῶν προθυμίαν ἥνπερ ὑπὲρ τῆς Εὐβοέων σωτηρίας, εἴχετʼ ἂν Ἀμφίπολιν τότε καὶ πάντων τῶν μετὰ ταῦτʼ ἂν ἦτʼ ἀπηλλαγμένοι πραγμάτων.
因为,当我们在援助完优波亚人回来,而安菲波利斯的希耶拉克斯和斯特拉托克勒斯来到这个讲坛上,敦促我们起航去接管他们的城市时,如果我们为了我们自己,也表现出像为了优波亚人的安全时那样的热情,那么你们当时就会占有安菲波利斯,并且会免除此后发生的所有麻烦。