Humanitext Reader

伊索克拉底 · 尼科克勒斯或塞浦路斯人 §41-47

家庭节制与基于高贵血统的服从要求

第 6 段,共 8 段 · 希腊语

内容简介

演讲者强调了家庭内部节制的重要性,并指出了自己高贵的血统以及在公正与节制上的卓越美德。通过回顾自己一生的典范行为,他敦促听众心甘情愿且热忱地服从他的建议与命令。

§41εἶτα λανθάνουσιν ἔνδον ἐν τοῖς βασιλείοις στάσεις καὶ διαφορὰς αὑτοῖς ἐγκαταλείποντες.
而且,他们浑然不知地在宫殿内部给自己留下了不和与纷争。
καίτοι χρὴ τοὺς ὀρθῶς βασιλεύοντας μὴ μόνον τὰς πόλεις ἐν ὁμονοία πειρᾶσθαι διάγειν, ὧν ἂν ἄρχωσιν, ἀλλὰ καὶ τοὺς οἴκους τοὺς ἰδίους καὶ τοὺς τόπους ἐν οἷς ἂν κατοικῶσιν· ἅπαντα γὰρ ταῦτα σωφροσύνης ἔργα καὶ δικαιοσύνης ἐστίν.
然而,正确统治的君王不仅应当努力使自己所治理的城邦保持和睦,也应当使自己的私人家庭以及自己居住的场所保持和睦;因为所有这些都是节制与公正的表现。
§42οὐ τὴν αὐτὴν δὲ γνώμην ἔσχον οὐδὲ περὶ τῆς παιδοποιίας τοῖς πλείστοις τῶν βασιλέων, οὐδʼ ᾠήθην δεῖν τοῖς μὲν ἐκ ταπεινοτέρας ποιήσασθαι τῶν παίδων τοὺς δʼ ἐκ σεμνοτέρας, οὐδὲ τοὺς μὲν νόθους αὐτῶν τοὺς δὲ γνησίους καταλιπεῖν, ἀλλὰ πάντας ἔχειν τὴν αὐτὴν φύσιν καὶ πρὸς πατρὸς καὶ πρὸς μητρὸς ἀνενεγκεῖν, τῶν μὲν θνητῶν εἰς Εὐαγόραν τὸν πατέρα, τῶν δʼ ἡμιθέων εἰς Αἰακίδας, τῶν δὲ θεῶν εἰς Δία, καὶ μηδένα τῶν ἐξ ἐμοῦ γενομένων ἀποστερηθῆναι ταύτης τῆς εὐγενείας.
关于生育子女,我也与大多数君王持有不同的看法,也不认为应该让一部分孩子由卑微的母亲所生,而另一部分由高贵的母亲所生,也不认为应当让他们中一些人作为私生子、另一些人作为子嗣留下,而是认为所有人应当拥有同样高贵的出身,并在父方和母方两边都能追溯其血统,在凡人方面追溯到父亲埃瓦戈拉斯,在半神方面追溯到埃阿科斯后裔,在神明方面追溯到宙斯;不让我所生育的任何一个孩子被剥夺这种高贵的出身。
§43πολλῶν δέ με προτρεπόντων ἐμμένειν τοῖς ἐπιτηδεύμασι τούτοις, οὐχ ἥκιστα κἀκεῖνο παρεκάλεσεν, ὅτι τῆς μὲν ἀνδρίας καὶ τῆς δεινότητος καὶ τῶν ἄλλων τῶν εὐδοκιμούντων ἑώρων καὶ τῶν κακῶν ἀνδρῶν πολλοὺς μετέχοντας, τὴν δὲ δικαιοσύνην καὶ σωφροσύνην ἴδια κτήματα τῶν καλῶν κἀγαθῶν ὄντα.
尽管有许多因素促使我坚持这些习惯,但最鼓励我的莫过于这一点:即我看到即使在恶人之中,也有许多人分有勇气、才能以及其他享有盛誉的品质,但公正与节制却是唯有优秀高尚之人方能拥有的专属财产。
κάλλιστον οὖν ὑπέλαβον, εἴ τις δύναιτο ταύταις ταῖς ἀρεταῖς προέχειν τῶν ἄλλων, ὧν οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν, ἀλλὰ γνησιώταται καὶ βεβαιόταται καὶ μεγίστων ἐπαίνων ἄξιαι τυγχάνουσιν οὖσαι.
因此,我判定,如果有人能在这些美德上超越他人,那将是最为美好的,因为恶人在其中毫无分润,而这些美德恰恰是最为真实、最为稳固且最值得最大赞誉的。
§44τούτων ἕνεκα καὶ ταῦτα διανοηθεὶς περιττοτέρως τῶν ἄλλων ἤσκησα τὴν σωφροσύνην καὶ προειλόμην τῶν ἡδονῶν οὐ τὰς ἐπὶ τοῖς ἔργοις τοῖς μηδεμίαν τιμὴν ἔχουσιν, ἀλλὰ τὰς ἐπὶ ταῖς δόξαις ταῖς διʼ ἀνδραγαθίαν γιγνομέναις.
由于这些原因,并在作此思考之后,我比其他人更为格外地磨炼了节制,在快乐中,我选择的不是那些伴随着毫无尊荣之行为的快乐,而是那些伴随着因卓越品德而生的名声的快乐。
χρὴ δὲ δοκιμάζειν τὰς ἀρετὰς οὐκ ἐν ταῖς αὐταῖς ἰδέαις ἁπάσας, ἀλλὰ τὴν μὲν δικαιοσύνην ἐν ταῖς ἀπορίαις, τὴν δὲ σωφροσύνην ἐν ταῖς δυναστείαις, τὴν δʼ ἐγκράτειαν ἐν ταῖς τῶν νεωτέρων ἡλικίαις.
然而,我们不应当在相同的境遇中去检验所有的美德,而应当在匮乏之中检验公正,在权位之中检验节制,在年轻的岁月中检验克制。
§45ἐγὼ τοίνυν ἐν πᾶσι τοῖς καιροῖς φανήσομαι πεῖραν τῆς ἐμαυτοῦ φύσεως δεδωκώς.
因此,我将在所有这些时刻,都被证明已经给出了关于我自己天性的考验。
ἐνδεὴς μέν γε χρημάτων καταλειφθεὶς οὕτω δίκαιον ἐμαυτὸν παρέσχον ὥστε μηδένα λυπῆσαι τῶν πολιτῶν· λαβὼν δʼ ἐξουσίαν ὥστε ποιεῖν ὅ τι ἂν βούλωμαι, σωφρονέστερος τῶν ἰδιωτῶν ἐγενόμην· τούτων δʼ ἀμφοτέρων ἐκράτησα ταύτην ἔχων τὴν ἡλικίαν, ἐν ᾗ τοὺς πλείστους ἂν εὕροιμεν πλεῖστα περὶ τὰς πράξεις ἐξαμαρτάνοντας.
因为,当我在缺乏资金的状况下被留下时,我表现得如此公正,以至于没有让任何一位市民感到痛苦;而当我获得了做任何我想做的事的权力时,我变得比普通人更加节制;而我是在这样一个年龄克服了这两者的,在这一年龄里,我们会发现大多数人在其行为中犯下了最多的错误。
§46καὶ ταῦτʼ ἐν ἑτέροις μὲν ἴσως ἂν ὤκνουν εἰπεῖν, οὐχ ὡς οὐ φιλοτιμούμενος ἐπὶ τοῖς πεπραγμένοις, ἀλλʼ ὡς οὐκ ἂν πιστευθεὶς ἐκ τῶν λεγομένων· ὑμεῖς δʼ αὐτοί μοι μάρτυρές ἐστε πάντων τῶν εἰρημένων·
而这些话如果是在其他人面前,我或许会犹豫要不要说,这并非因为我不为自己的所作所为感到自豪,而是因为仅仅凭这些话可能无法让人相信;但你们自己就是我所说的这一切的见证人。
ἄξιον μὲν οὖν καὶ τοὺς φύσει κοσμίους ὄντας ἐπαινεῖν καὶ θαυμάζειν, ἔτι δὲ μᾶλλον καὶ τοὺς μετὰ λογισμοῦ τοιούτους ὄντας· §47οἱ μὲν γὰρ τύχῃ καὶ μὴ γνώμῃ σωφρονοῦντες τυχὸν ἂν καὶ μεταπεισθεῖεν· οἱ δὲ πρὸς τῳ πεφυκέναι καὶ διεγνωκότες ὅτι μέγιστόν ἐστι τῶν ἀγαθῶν ἀρετή, δῆλον ὅτι πάντα τὸν βίον ἐν ταύτῃ τῇ τάξει διαμενοῦσιν.
因此,赞美和钦佩那些天生规矩的人固然理所当然,但对于那些凭借理性思考而成为如此的人,则更应如此;因为那些凭运气而非凭理智保持节制的人,或许也会被说服而改变主意;但在具有天性之外,还断定美德是善物中最大者的人,显然将在其整个生命中都坚守在这一阵线中。
διὰ τοῦτο δὲ πλείους ἐποιησάμην τοὺς λόγους καὶ περὶ ἐμαυτοῦ καὶ περὶ τῶν ἄλλων τῶν προειρημένων, ἵνα μηδεμίαν ὑπολίπω πρόφασιν ὡς οὐ δεῖ ποιεῖν ὑμᾶς ἑκόντας καὶ προθύμως, ἅττʼ ἂν ἐγὼ συμβουλεύσω καὶ προστάξω.
为此,我关于我自己以及前述的其他事物说得更为详尽,为的是不给你们留下任何借口,使你们不能心甘情愿、满怀热忱地去履行我所建议和命令的任何事情。

词汇与语法注释

  1. §41λανθάνουσιν ... ἐγκαταλείποντες — 动词 λανθάνω 与分词结合的句式。通常表示“不为人知地做某事”,但在此处表示主语自身在“浑然不知”或“无意识”中造成了留下不和的后果。
  2. §42τοῖς πλείστοις τῶν βασιλέων — 与表示同一性的表达 τὴν αὐτὴν ... γνώμην(“相同的看法”)连用的与格,用作比较的基准,表示“与大多数君王(相同)”。
  3. §43ὧν οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν — 无人称动词 μέτεστι(“享有、分润”)的句式。包括表示份额的主语(οὐδὲν μέρος,“毫无部分”)、表示所分享事物的属格(关系代词 ὧν,先行词为 ταύταις ταῖς ἀρεταῖς)以及表示分享主体的与格(τοῖς πονηροῖς,“恶人”)。
  4. §45τούτων δʼ ἀμφοτέρων ἐκράτησα — 表示支配或克服的动词 κρατέω 支配属格宾语(τούτων δʼ ἀμφοτέρων,“这两者”,即前文提到的金钱诱惑与权力滥用)。

引用这一段

伊索克拉底, 尼科克勒斯或塞浦路斯人 §41-47. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg014.humanitext-grc2:41-47

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。