§56θαρρεῖτε μὴ μᾶλλον διὰ τὴν πραότητα τὴν ἐμὴν ἢ διὰ τὴν ὑμετέραν αὐτῶν ἀρετήν.
你们要树立信心,不要因为我的温和,而要因为你们自己的美德。
τὴν ἐμὴν ἀσφάλειαν ἄδειαν ὑμῖν αὐτοῖς εἶναι νομίζετε· καλῶς γὰρ τῶν περὶ ἐμὲ καθεστώτων τὸν αὐτὸν τρόπον καὶ τὰ περὶ ὑμᾶς ἕξει.
要认为我的安全就是你们自己的保障;因为如果我的事务得以良好维持,你们的事务也将处于同样的状态。
ταπεινοὺς μὲν εἶναι χρὴ πρὸς τὴν ἀρχὴν τὴν ἐμήν, ἐμμένοντας τοῖς ἔθεσι καὶ διαφυλάττοντας τοὺς νόμους τοὺς βασιλικούς, λαμπροὺς δʼ ἐν ταῖς ὑπὲρ τῆς πόλεως λειτουργίαις καὶ τοῖς ἄλλοις τοῖς ὑπʼ ἐμοῦ προσταττομένοις.
你们对我的统治应当谦逊,恪守习俗并维护君王的法律,但在为城邦提供的公共服务以及我所命令的其他事务中,则应当表现得卓越出众。
§57προτρέπετε τοὺς νεωτέρους ἐπʼ ἀρετὴν μὴ μόνον παραινοῦντες, ἀλλὰ καὶ περὶ τὰς πράξεις ὑποδεικνύοντες αὐτοῖς οἵους εἶναι χρὴ τοὺς ἄνδρας τοὺς ἀγαθούς.
你们要勉励年轻人追求美德,不仅要给他们提出劝告,还要在行动中向他们展示,善人应当是什么样的人。
διδάσκετε τοὺς παῖδας τοὺς ὑμετέρους αὐτῶν πειθαρχεῖν, καὶ περὶ τὴν παίδευσιν τὴν εἰρημένην ἐθίζετʼ αὐτοὺς ὡς μάλιστα διατρίβειν· ἢν γὰρ καλῶς ἄρχεσθαι μάθωσι, πολλῶν ἄρχειν δυνήσονται, καὶ πιστοὶ μὲν ὄντες καὶ δίκαιοι μεθέξουσι τῶν ἡμετέρων ἀγαθῶν, κακοὶ δὲ γενόμενοι κινδυνεύσουσι περὶ τῶν ὑπαρχόντων.
要教育你们自己的孩子服从,并使他们习惯于尽可能多地投入到上述教育之中;因为如果他们学会了被良好地统治,他们就能够统治许多人,并且如果他们忠诚而公正,他们就将分享我们的福祉,但如果他们变得邪恶,他们现有的财产就会面临危险。
§58μέγιστον ἡγεῖσθε καὶ βεβαιότατον τοῖς παισὶ πλοῦτον παραδώσειν, ἢν αὐτοῖς δύνησθε τὴν ἡμετέραν εὔνοιαν καταλείπειν.
你们要认为,如果能给孩子们留下我们的好意,就是把最大、最稳固的财富传给了他们。
ἀθλιωτάτους ἡγεῖσθε καὶ δυστυχεστάτους, ὅσοι περὶ τοὺς πιστεύοντας ἄπιστοι γεγόνασιν· ἀνάγκη γὰρ τοὺς τοιούτους ἀθύμως ἔχοντας καὶ φοβουμένους ἅπαντα καὶ μηδὲν μᾶλλον πιστεύοντας τοῖς φίλοις ἢ τοῖς ἐχθροῖς τὸν ἐπίλοιπον χρόνον διάγειν.
要认为那些对信任他们的人不忠的人,是最悲惨、最不幸的人;因为这些人必然要在沮丧中度过余生,恐惧一切,信任朋友并不多于信任敌人。
§59ζηλοῦτε μὴ τοὺς πλεῖστα κεκτημένους, ἀλλὰ τοὺς μηδὲν κακὸν σφίσιν αὐτοῖς συνειδότας· μετὰ γὰρ τοιαύτης ψυχῆς ἥδιστʼ ἄν τις δύναιτο τὸν βίον διαγαγεῖν.
不要嫉妒那些拥有最多财产的人,而要嫉妒那些问心无愧的人;因为怀有这样的一颗心,人才最能愉快地度过一生。
μὴ τὴν κακίαν οἴεσθε δύνασθαι μὲν πλείω τῆς ἀρετῆς ὠφελεῖν, τὸ δʼ ὄνομα δυσχερέστερον ἔχειν, ἀλλʼ οἵων περ ὀνομάτων ἕκαστον τῶν πραγμάτων τετύχηκε, τοιαύτας ἡγεῖσθε καὶ τὰς δυνάμεις αὐτῶν εἶναι.
不要以为邪恶比美德更有益,只是名声更难听,而要认为,各种事物的力量与其所获得的名声是完全一致的。
§60μὴ φθονεῖτε τοῖς παρʼ ἐμοὶ πρωτεύουσιν ἀλλʼ ἁμιλλᾶσθε, καὶ πειρᾶσθε χρηστοὺς ὑμᾶς αὐτοὺς παρέχοντες ἐξισοῦσθαι τοῖς προέχουσιν.
不要嫉妒在我这里居于首位的人,而要与他们竞争,并努力通过展现自己的优秀来与那些杰出者并驾齐驱。
φιλεῖν οἴεσθε δεῖν καὶ τιμᾶν οὕσπερ ἂν καὶ ὁ βασιλεύς, ἵνα καὶ παρʼ ἐμοῦ τυγχάνητε τῶν αὐτῶν τούτων.
要认为应当爱戴和尊重君王所爱戴和尊重的人,以便你们也能从我这里获得同样的对待。
οἷά περ παρόντος μου λέγετε, τοιαῦτα καὶ περὶ ἀπόντος φρονεῖτε.
你们在我面前如何说话,在我不在时也要对我有同样的心思。
§61τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς ἐν τοῖς ἔργοις ἐνδείκνυσθε μᾶλλον ἢ ἐν τοῖς λόγοις.
你们对我们的好意,要更多地表现在行动中,而不是在言语中。
ἃ πάσχοντες ὑφʼ ἑτέρων ὀργίζεσθε, ταῦτα τοὺς ἄλλους μὴ ποιεῖτε.
你们因遭受他人的何种对待而愤怒,就不要用这种对待去施加给别人。
περὶ ὧν ἂν ἐν τοῖς λόγοις κατηγορῆτε, μηδὲν τούτων ἐν τοῖς ἔργοις ἐπιτηδεύετε.
你们在言语中非难的事情,绝不要在行动中去实践。
τοιαῦτα προσδοκᾶτε πράξειν, οἷʼ ἂν περὶ ἡμῶν διανοῆσθε.
你们预料自己会有怎样的境遇,就要看你们对我们怀有怎样的心思。
μὴ μόνον ἐπαινεῖτε τοὺς ἀγαθοὺς ἀλλὰ καὶ μιμεῖσθε.
不仅要赞美善人,还要效仿他们。
§62τοὺς λόγους τοὺς ἐμοὺς νόμους εἶναι νομίζοντες πειρᾶσθε τούτοις ἐμμένειν, εἰδότες ὅτι τοῖς μάλιστα ποιοῦσιν ὑμῶν ἁγὼ βούλομαι, τάχιστα τούτοις ἐξέσται ζῆν ὡς αὐτοὶ βούλονται.
要把我的话语视为法律并努力遵守,要明白你们中那些最能实行我所期望之事的人,最快能够如他们自己所期望的那样生活。
κεφάλαιον δὲ τῶν εἰρημένων· οἵους περ τοὺς ὑφʼ ὑμῶν ἀρχομένους οἴεσθε δεῖν περὶ ὑμᾶς εἶναι, τοιούτους χρὴ καὶ περὶ τὴν ἀρχὴν τὴν ἐμὴν ὑμᾶς γίγνεσθαι.
所说之事的要点是:你们认为被你们统治的人应当如何对待你们,你们也应当如何对待我的统治。
§63καὶ ταῦτʼ ἂν ποιῆτε, τί δεῖ περὶ τῶν συμβησομένων μακρολογεῖν;
如果你们这样做,又何必对将要发生的事情长篇大论呢?
ἢν γὰρ ἐγώ τε παρέχω τοιοῦτον ἐμαυτὸν οἷόν περ ἐν τῷ παρελθόντι χρόνῳ, καὶ τὰ παρʼ ὑμῶν ὑπηρετῆται, ταχέως ὄψεσθε καὶ τὸν βίον τὸν ὑμέτερον αὐτῶν ἐπιδεδωκότα καὶ τὴν ἀρχὴν τὴν ἐμὴν ηὐξημένην καὶ τὴν πόλιν εὐδαίμονα γεγενημένην.
因为如果我也像过去那样展现自己,而你们那一方的协助也得以履行,你们很快就会看到你们自己的生活得到改善,我的统治得以扩大,城邦变得幸福。
§64ἄξιον μὲν οὖν τηλικούτων ἀγαθῶν ἕνεκα μηδὲν ἐλλείπειν, ἀλλὰ καὶ πόνους καὶ κινδύνους οὑστινασοῦν ὑπενεγκεῖν· ὑμῖν δʼ ἔξεστι μηδὲν ταλαιπωρηθεῖσιν, ἀλλὰ πιστοῖς μόνον καὶ δικαίοις οὖσιν, ἅπαντα ταῦτα διαπράξασθαι.
因此,为了如此巨大的福祉,不留任何遗憾,而是去承受任何劳苦和危险,都是值得的;而你们无需遭受任何艰辛,只要保持忠诚和公正,就能实现所有这些事情。