Humanitext Reader

普鲁塔克 · 新婚赠言 §33-39

夫妇的一体化与平息家庭不和之道

第 5 段,共 7 段 · 希腊语

内容简介

作者探讨了夫妇之间的和谐与适当关系,主张丈夫进行温和引导,并完全共享财产与人际关系。他还论及了如何应对婆婆的嫉妒心理、平息丈夫的愤怒,以及避免在夫妇共枕时发生冲突并在此解决不和的重要性。

§33οἱ πλούσιοι καὶ οἱ βασιλεῖς τιμῶντες τοὺς φιλοσόφους αὑτούς τε, κοσμοῦσι κἀκείνους, οἱ δὲ φιλόσοφοι τοὺς πλουσίους θεραπεύοντες οὐκ ἐκείνους ποιοῦσιν ἐνδόξους ἀλλʼ αὑτοὺς ἀδοξοτέρους.
富人和国王通过尊重哲学家,既装饰了他们自己,也装饰了哲学家;而哲学家若阿谀富人,并不能使富人显贵,反而使自己更加丧失名誉。
τοῦτο συμβαίνει καὶ περὶ τὰς γυναῖκας.
这种情况在妻子身上也同样发生。
ὑποτάττουσαι μὲν γὰρ ἑαυτὰς τοῖς ἀνδράσιν ἐπαινοῦνται, κρατεῖν δὲ βουλόμεναι μᾶλλον τῶν κρατουμένων ἀσχημονοῦσι.
因为她们若顺从丈夫就会受到赞美,但若企图统治,就会比被统治者显得更加难看。
κρατεῖν δὲ τὸν ἄνδρα τῆς γυναικὸς οὐχ ὡς δεσπότην κτήματος ἀλλʼ ὡς ψυχὴν σώματος, συμπαθοῦντα καὶ συμπεφυκότα τῇ εὐνοίᾳ δίκαιόν ἐστιν.
而丈夫统治妻子,不应当像主人对待财产那样,而应当像灵魂对待肉体那样,同情她并以好意与她融为一体,这才是公正的。
ὥσπερ οὖν σώματος ἔστι κήδεσθαι μὴ δουλεύοντα ταῖς ἡδοναῖς αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, οὕτω γυναικὸς ἄρχειν εὐφραίνοντα καὶ χαριζόμενον.
因此,正如我们可以照料肉体而不作其快乐和欲望的奴隶一样,统治妻子也应该通过使她快乐和向她施恩来进行。
§34τῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δʼ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δʼ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζῴων ἕκαστον.
哲学家们说,在物体中,有些是由分离的部分组成的,就像舰队和军队;有些是由结合的部分组成的,就像房屋和船只;还有些则是统一且同生的,就像每一个生物。
σχεδὸν οὖν καὶ γάμος ὁ μὲν τῶν ἐρώντων ἡνωμένος καὶ συμφυής ἐστιν, ὁ δὲ τῶν διὰ προῖκας ἢ τέκνα γαμούντων ἐκ συναπτομένων, ὁ δὲ τῶν οὐ συγκαθευδόντων ἐκ διεστώτων, οὓς συνοικεῖν ἄν τις ἀλλήλοις οὐ συμβιοῦν νομίσειε.
同样,婚姻大致也是如此:彼此相爱者的婚姻是统一且同生的;因嫁妆或子嗣而结婚者的婚姻是由结合的部分组成的;而那些不共枕而眠者的婚姻则是由分离的部分组成的,人们会认为他们只是同住,而不是共同生活。
δεῖ δέ, ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι διʼ ὅλων γενέσθαι τὴν κρᾶσιν, οὕτω τῶν γαμούντων καὶ σώματα καὶ χρήματα καὶ φίλους καὶ οἰκείους ἀναμιχθῆναι διʼ ἀλλήλων.
但是,正如自然哲学家们说液体是通过彻底融合而产生混合那样,结婚者的肉体、财产、朋友和亲属也应该相互融合。
καὶ γὰρ ὁ Ῥωμαῖος νομοθέτης ἐκώλυσε δῶρα διδόναι καὶ λαμβάνειν παρʼ ἀλλήλων τοὺς γεγαμηκότας, οὐχ ἵνα μηδενὸς μεταλαμβάνωσιν, ἀλλʼ ἵνα πάντα κοινὰ νομίζωσιν,
因为罗马的立法者也禁止夫妻相互赠送和接受礼物,这不是为了让他们不分享任何东西,而是为了让他们把所有东西都看作共有的。
§35ἐν Λέπτει τῆς Λιβύης πόλει πάτριόν ἐστι τῇ μετὰ τὸν γάμον ἡμέρᾳ τὴν νύμφην πρὸς τὴν τοῦ νυμφίου μητέρα πέμψασαν αἰτεῖσθαι χύτραν· ἡ δʼ οὐ δίδωσιν οὐδέ φησιν ἔχειν, ὅπως ἀπʼ ἀρχῆς ἐπισταμένη τὸ τῆς ἑκυρᾶς μητρυιῶδες, ἂν ὕστερόν τι συμβαίνῃ τραχύτερον, μὴ ἀγανακτῇ μηδὲ δυσκολαίνῃ.
在利比亚的莱普提斯城,有一个古老的传统:在婚礼后的第二天,新娘派人去新郎的母亲那里借一口锅;但婆婆不给,也不说自己有,这是为了让新娘从一开始就了解婆婆那像继母般冷酷的态度,以便日后如果发生更严酷的事情,她不会怨恨或发脾气。
τοῦτο δεῖ γιγνώσκουσαν τὴν γυναῖκα θεραπεύειν τὴν πρόφασιν· ἔστι δὲ ζηλοτυπία τῆς μητρὸς ὑπὲρ εὐνοίας πρὸς αὐτήν.
妻子在明白这一点后,应当消除这一借口;而这借口就是母亲对儿子对自己的好意所产生的嫉妒。
θεραπεία δὲ μία τοῦ πάθους ἰδίᾳ μὲν εὔνοιαν τῷ ἀνδρὶ ποιεῖν πρὸς ἑαυτήν, τὴν δὲ τῆς μητρὸς μὴ περισπᾶν μηδʼ ἐλαττοῦν.
而消除这种情绪的唯一方法,就是在私下里让丈夫对自己产生好意,同时又不转移或减少丈夫对母亲的好意。
§36τοὺς υἱοὺς δοκοῦσι μᾶλλον ἀγαπᾶν αἱ μητέρες ὡς δυναμένους αὐταῖς βοηθεῖν, οἱ δὲ πατέρες τὰς θυγατέρας ὡς δεομένας αὐτῶν βοηθούντων ἴσως δὲ καὶ τιμῇ τῇ πρὸς ἀλλήλους ὁ ἕτερος τὸ μᾶλλον οἰκεῖον τῷ ἑτέρῳ βούλεται μᾶλλον ἀσπαζόμενος καὶ ἀγαπῶν φανερὸς εἶναι.
母亲们似乎更疼爱儿子,因为儿子能帮助她们;而父亲们则更疼爱女儿,因为女儿需要他们的帮助。 或许也是出于对彼此的尊重,每一方都希望通过更多地拥抱和喜爱与对方更亲近的人来表明心迹。
καὶ τοῦτο μὲν ἴσως ἀδιάφορόν ἐστιν, ἐκεῖνο δʼ ἀστεῖον, ἂν ἡ γυνὴ μᾶλλον ἀποκλίνασα τῇ τιμῇ πρὸς τοὺς γονεῖς τοῦ ἀνδρὸς ἢ τοὺς ἑαυτῆς βλέπηται, κἄν τι λυπῆται, πρὸς ἐκείνους ἀναφέρουσα, τοὺς δʼ ἑαυτῆς λανθάνουσα.
这或许是无足轻重的,但下面这一点却是聪明的:如果妻子被看出在尊重上更倾向于丈夫的父母,而不是她自己的父母,并且如果她有什么烦恼,就向他们诉说,而瞒着自己的父母。
ποιεῖ γὰρ τὸ πιστεύειν δοκεῖν πιστεύεσθαι, καὶ τὸ φιλεῖν φιλεῖσθαι.
因为表现出信任能使自己受到信任,表现出爱能使自己受到喜爱。
§37τοῖς περὶ τὸν Κῦρον Ἕλλησι παρήγγειλαν οἱ στρατηγοὶ τοὺς πολεμίους, ἂν μὲν βοῶντες ἐπίωσι, δέχεσθαι μετὰ σιωπῆς, ἂν δʼ ἐκεῖνοι σιωπῶσιν αὐτοὺς μετὰ βοῆς ἀντεξελαύνειν.
对于居鲁士身边的希腊人,将领们曾命令:如果敌人大喊着冲过来,就要静默迎接;如果敌人保持沉默,自己就大喊着迎击。
αἱ δὲ νοῦν ἔχουσαι γυναῖκες ἐν ταῖς ὀργαῖς τῶν ἀνδρῶν κεκραγότων μὲν ἡσυχάζουσι, σιωπῶντας δὲ προσλαλοῦσαι καὶ παραμυθούμεναι καταπραΰνουσιν.
同样,聪明的妻子在丈夫发怒时,若丈夫大声吼叫,她们就保持安静;若丈夫保持沉默,她们就向他说话,安慰并平息他。
§38ὀρθῶς ὁ Εὐριπίδης αἰτιᾶται τοὺς τῇ λύρᾳ χρωμένους παρʼ οἶνον· ἔδει γὰρ ἐπὶ τὰς ὀργὰς καὶ τὰ πένθη μᾶλλον τὴν μουσικὴν παρακαλεῖν ἢ προσεκλύειν τοὺς ἐν ταῖς ἡδοναῖς ὄντας.
欧里庇得斯指责那些在饮酒时弹奏里拉琴的人是正确的;因为人们本应在愤怒和悲伤时召唤音乐,而不是让身处快乐之中的人更加松弛。
νομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δʼ ἐν ὀργῇ τινι γένωνται καὶ διαφορᾷ, χωρὶς ἀναπαυομένους καὶ μὴ τότε μάλιστα τὴν Ἀφροδίτην παρακαλοῦντας, ἰατρὸν οὖσαν τῶν τοιούτων ἀρίστην.
因此,你们也要认为这是一种错误:为了快乐而共枕,但当发生某种愤怒和不和时却分床而眠,而不在这时最应该召唤阿佛洛狄忒——她是此类事情的最佳医生。
ὥς που καὶ ὁ ποιητὴς διδάσκει, τὴν Ἥραν ποιῶν λέγουσαν " καὶ σφʼ ἄκριτα νείκεα λύσω εἰς εὐνὴν ἀνέσασα ὁμωθῆναι φιλότητι " §39ἀεὶ μὲν δεῖ καὶ πανταχοῦ φεύγειν τὸ προσκρούειν τῷ ἀνδρὶ τὴν γυναῖκα καὶ τῇ γυναικὶ τὸν ἄνδρα, μάλιστα δὲ φυλάττεσθαι τοῦτο ποιεῖν ἐν τῷ συναναπαύεσθαι καὶ συγκαθεύδειν.
正如诗人也曾教导的那样,他让赫拉说道: "我将化解他们无休止的争吵送他们上床,在爱中结合 "妻子与丈夫发生冲突,以及丈夫与妻子发生冲突,是无论何时何地都应该避免的,但尤其要警惕在共同休息和共枕时这样做。
ἡ μὲν γὰρ ὠδίνουσα καὶ δυσφοροῦσα πρὸς τοὺς κατακλίνοντας αὐτὴν ἔλεγε πῶς δʼ ἂν ἡ κλίνη ταῦτα θεραπεύσειεν οἷς ἐπὶ τῆς κλίνης περιέπεσον;
因为一位正在分娩和痛苦中的妇女曾对那些扶她躺下的人说:“床又怎能治好我在这张床上所遭受的痛苦呢?
ἃς δʼ ἡ κλίνη γεννᾷ διαφορὰς καὶ λοιδορίας καὶ ὀργάς, οὐ ῥᾴδιόν ἐστιν ἐν ἄλλῳ τόπῳ καὶ χρόνῳ διαλυθῆναι.
”而床本身所产生的争端、辱骂和愤怒,是很难在其他时间和地点得以消除的。

词汇与语法注释

  1. 142eκρατεῖν δὲ τὸν ἄνδρα τῆς γυναικὸς οὐχ ὡς δεσπότην κτήματος ἀλλʼ ὡς ψυχὴν σώματος — 不定式 κρατεῖν(统治)的逻辑主语是宾格的 τὸν ἄνδρα,而其宾语由于该动词支配属格的性质,由属格的 τῆς γυναικὸς 充当。这整个不定式短语作为后续非人称句 δίκαιόν ἐστιν(是公正的/应当的)的主语。
  2. 142fτῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων ... τὰ δʼ ἐκ συναπτομένων ... τὰ δʼ ἡνωμένα — 句首的 τῶν σωμάτων(在物体中)是修饰后续部分中性宾格短语(τὰ μὲν... τὰ δʼ... τὰ δʼ...)的分属格(partitive genitive),置于句首用作主题化。
  3. 143aδεῖ δέ, ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι διʼ ὅλων γενέσθαι τὴν κρᾶσιν — 属格 τῶν ὑγρῶν 既可以理解为修饰 γενέσθαι 的逻辑主语 τὴν κρᾶσιν(混合)的客观属格(“液体的混合”),也可以理解为与 λέγουσι 连用的指代属格(“正如自然哲学家关于液体所说的那样”)。在此语境下,前者的解释在语法上更为自然。
  4. 143bτοῦτο δεῖ γιγνώσκουσαν τὴν γυναῖκα θεραπεύειν τὴν πρόφασιν — 非人称动词 δεῖ 的逻辑主语是宾格的 τὴν γυναῖκα,分词 γιγνώσκουσαν 与之呼应并作为不定式 θεραπεύειν 的主语。τοῦτο 是该分词的宾语,而 τὴν πρόφασιν 是不定式的宾语。
  5. 143cἂν ἡ γυνὴ μᾶλλον ἀποκλίνασα τῇ τιμῇ πρὸς τοὺς γονεῖς τοῦ ἀνδρὸς ἢ τοὺς ἑαυτῆς βλέπηται — 动词 βλέπηται(中被动相)在此意为“被看作/显得”,主语为 ἡ γυνὴ,分词 ἀποκλίνασα(偏向于)是与主语一致的阴性单数主格。在 ἢ τοὺς ἑαυτῆς 中,冠词 τοὺς 代替了前面省去的名词 γονεῖς。
  6. 143dνομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δʼ ἐν ὀργῇ τινι γένωνται ... χωρὶς ἀναπαυομένους — 这是依赖于命令式 νομίζετε(你们要认为)的宾格不定式(accusative with infinitive)结构。不定式 ἁμαρτάνειν(犯错)的逻辑主语是两个指代相同人群的宾格分词短语:τοὺς ... συγκαθεύδοντας(共同睡眠的人)与 χωρὶς ἀναπαυομένους(分开休息的人)。

引用这一段

普鲁塔克, 新婚赠言 §33-39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg078.humanitext-grc2:33-39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。