§33οἱ πλούσιοι καὶ οἱ βασιλεῖς τιμῶντες τοὺς φιλοσόφους αὑτούς τε, κοσμοῦσι κἀκείνους, οἱ δὲ φιλόσοφοι τοὺς πλουσίους θεραπεύοντες οὐκ ἐκείνους ποιοῦσιν ἐνδόξους ἀλλʼ αὑτοὺς ἀδοξοτέρους.
富者や王たちは、哲学者たちを敬うことによって、自分自身をも、また哲学者をも飾るが、哲学者たちは富者にへつらうことによって、彼らを高名にするのではなく、自分自身をより不名誉なものにする。
τοῦτο συμβαίνει καὶ περὶ τὰς γυναῖκας.
このことは妻たちについても同様に起こる。
ὑποτάττουσαι μὲν γὰρ ἑαυτὰς τοῖς ἀνδράσιν ἐπαινοῦνται, κρατεῖν δὲ βουλόμεναι μᾶλλον τῶν κρατουμένων ἀσχημονοῦσι.
なぜなら、妻たちは夫に自ら従うことで称賛されるが、支配しようと望むならば、支配される側よりも見苦しくなるからである。
κρατεῖν δὲ τὸν ἄνδρα τῆς γυναικὸς οὐχ ὡς δεσπότην κτήματος ἀλλʼ ὡς ψυχὴν σώματος, συμπαθοῦντα καὶ συμπεφυκότα τῇ εὐνοίᾳ δίκαιόν ἐστιν.
そして、夫が妻を支配することは、財産の主としてではなく、肉体に対する魂のように、同情し、好意によって一体となることで、支配するのが正しい。
ὥσπερ οὖν σώματος ἔστι κήδεσθαι μὴ δουλεύοντα ταῖς ἡδοναῖς αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, οὕτω γυναικὸς ἄρχειν εὐφραίνοντα καὶ χαριζόμενον.
それゆえ、肉体の快楽や欲望に隷属することなく、肉体をいたわることができるように、そのように、妻を喜ばせ、彼女に親切にすることによって支配すべきである。
§34τῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δʼ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δʼ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζῴων ἕκαστον.
哲学者たちは、物体には、艦隊や軍隊のように離れ離れのものから成るものがあり、家や船のように結合したものから成るものがあり、それぞれ生物がそうであるように、合一して一体となって生まれたものがあると言う。
σχεδὸν οὖν καὶ γάμος ὁ μὲν τῶν ἐρώντων ἡνωμένος καὶ συμφυής ἐστιν, ὁ δὲ τῶν διὰ προῖκας ἢ τέκνα γαμούντων ἐκ συναπτομένων, ὁ δὲ τῶν οὐ συγκαθευδόντων ἐκ διεστώτων, οὓς συνοικεῖν ἄν τις ἀλλήλοις οὐ συμβιοῦν νομίσειε.
それゆえ、結婚についてもほぼ同様であり、愛し合う者たちの結婚は合一して一体となったものであり、持参金や子供のために結婚する者たちのそれは結合したものであり、共に寝床に入らない者たちのそれは離れ離れのものであり、彼らは単に同じ家に住んでいるだけであって、生活を共にしているとはみなされないであろう。
δεῖ δέ, ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι διʼ ὅλων γενέσθαι τὴν κρᾶσιν, οὕτω τῶν γαμούντων καὶ σώματα καὶ χρήματα καὶ φίλους καὶ οἰκείους ἀναμιχθῆναι διʼ ἀλλήλων.
しかし、自然学者たちが液体について、完全に混じり合うことで混合が生じると言うように、結婚する人々の身体も、財産も、友人も、親族も、互いの間で混ざり合うべきである。
καὶ γὰρ ὁ Ῥωμαῖος νομοθέτης ἐκώλυσε δῶρα διδόναι καὶ λαμβάνειν παρʼ ἀλλήλων τοὺς γεγαμηκότας, οὐχ ἵνα μηδενὸς μεταλαμβάνωσιν, ἀλλʼ ἵνα πάντα κοινὰ νομίζωσιν,
というのも、ローマの立法者は、夫婦が互いに贈り物を贈ったり受け取ったりすることを禁じたが、それは何ものをも分かち合わないようにするためではなく、すべてのものを共有のものとみなすためであった。
§35ἐν Λέπτει τῆς Λιβύης πόλει πάτριόν ἐστι τῇ μετὰ τὸν γάμον ἡμέρᾳ τὴν νύμφην πρὸς τὴν τοῦ νυμφίου μητέρα πέμψασαν αἰτεῖσθαι χύτραν·
リビアの都市レプティスにおいては、婚礼の翌日に、新婦が新郎の母のもとに人を送って鍋を求めるのが、先祖伝来の習慣である。
ἡ δʼ οὐ δίδωσιν οὐδέ φησιν ἔχειν, ὅπως ἀπʼ ἀρχῆς ἐπισταμένη τὸ τῆς ἑκυρᾶς μητρυιῶδες, ἂν ὕστερόν τι συμβαίνῃ τραχύτερον, μὴ ἀγανακτῇ μηδὲ δυσκολαίνῃ.
しかし姑はそれを与えず、持ってもいないと言う。 これは、新婦が最初から姑のまま母のような冷酷さを知り、後で何か厳しいことが起きても、腹を立てたり不機嫌になったりしないようにするためである。
τοῦτο δεῖ γιγνώσκουσαν τὴν γυναῖκα θεραπεύειν τὴν πρόφασιν·
妻はこのことを理解した上で、その原因を和らげるべきである。
ἔστι δὲ ζηλοτυπία τῆς μητρὸς ὑπὲρ εὐνοίας πρὸς αὐτήν.
原因とは、自分に対する好意をめぐる母親の嫉妬である。
θεραπεία δὲ μία τοῦ πάθους ἰδίᾳ μὲν εὔνοιαν τῷ ἀνδρὶ ποιεῖν πρὸς ἑαυτήν, τὴν δὲ τῆς μητρὸς μὴ περισπᾶν μηδʼ ἐλαττοῦν.
その感情に対する唯一の対処法は、私的には夫に自分への好意を抱かせつつ、母親への好意をそらしたり減じたりしないことである。
§36τοὺς υἱοὺς δοκοῦσι μᾶλλον ἀγαπᾶν αἱ μητέρες ὡς δυναμένους αὐταῖς βοηθεῖν, οἱ δὲ πατέρες τὰς θυγατέρας ὡς δεομένας αὐτῶν βοηθούντων ἴσως δὲ καὶ τιμῇ τῇ πρὸς ἀλλήλους ὁ ἕτερος τὸ μᾶλλον οἰκεῖον τῷ ἑτέρῳ βούλεται μᾶλλον ἀσπαζόμενος καὶ ἀγαπῶν φανερὸς εἶναι.
母親たちは息子たちを、自分たちを助けることができる者としてより愛しているように見え、父親たちは娘たちを、自分たちの助けを必要とする者としてより愛しているように見える。 あるいは、互いへの敬意によって、一方が他方にとってより身近なものを、より歓迎し愛していることを示したいと望んでいるからかもしれない。
καὶ τοῦτο μὲν ἴσως ἀδιάφορόν ἐστιν, ἐκεῖνο δʼ ἀστεῖον, ἂν ἡ γυνὴ μᾶλλον ἀποκλίνασα τῇ τιμῇ πρὸς τοὺς γονεῖς τοῦ ἀνδρὸς ἢ τοὺς ἑαυτῆς βλέπηται, κἄν τι λυπῆται, πρὸς ἐκείνους ἀναφέρουσα, τοὺς δʼ ἑαυτῆς λανθάνουσα.
このことはおそらくどちらでもよいことであるが、次のことは賢明である。 すなわち、もし妻が自分の両親よりも夫の両親への敬意へとより傾いているように見え、また、何か悲しいことがあっても、それをあちらに打ち明け、自分の両親には隠すならば、それは素晴らしい。
ποιεῖ γὰρ τὸ πιστεύειν δοκεῖν πιστεύεσθαι, καὶ τὸ φιλεῖν φιλεῖσθαι.
なぜなら、信頼しているように見せることが信頼されることを生み、愛することが愛されることを生むからである。
§37τοῖς περὶ τὸν Κῦρον Ἕλλησι παρήγγειλαν οἱ στρατηγοὶ τοὺς πολεμίους, ἂν μὲν βοῶντες ἐπίωσι, δέχεσθαι μετὰ σιωπῆς, ἂν δʼ ἐκεῖνοι σιωπῶσιν αὐτοὺς μετὰ βοῆς ἀντεξελαύνειν.
キュロスの周りにいたギリシア人たちに対して、将軍たちは、もし敵が大声を上げて襲いかかってくるなら静黙を保って迎え撃ち、もし敵が沈黙しているなら自ら大声を上げて撃って出るよう命令した。
αἱ δὲ νοῦν ἔχουσαι γυναῖκες ἐν ταῖς ὀργαῖς τῶν ἀνδρῶν κεκραγότων μὲν ἡσυχάζουσι, σιωπῶντας δὲ προσλαλοῦσαι καὶ παραμυθούμεναι καταπραΰνουσιν.
同様に、思慮ある妻たちは、夫たちの怒りにおいて、彼らが大声を上げているときには静かにしており、沈黙しているときには話しかけて慰め、彼らをなだめるのである。
§38ὀρθῶς ὁ Εὐριπίδης αἰτιᾶται τοὺς τῇ λύρᾳ χρωμένους παρʼ οἶνον·
エウリピデスは、酒の席で竪琴を用いる人々を正しく非難している。
ἔδει γὰρ ἐπὶ τὰς ὀργὰς καὶ τὰ πένθη μᾶλλον τὴν μουσικὴν παρακαλεῖν ἢ προσεκλύειν τοὺς ἐν ταῖς ἡδοναῖς ὄντας.
なぜなら、音楽は怒りや哀悼に対してこそ招かれるべきであって、快楽の中にいる人々をさらに弛緩させるべきではないからである。
νομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δʼ ἐν ὀργῇ τινι γένωνται καὶ διαφορᾷ, χωρὶς ἀναπαυομένους καὶ μὴ τότε μάλιστα τὴν Ἀφροδίτην παρακαλοῦντας, ἰατρὸν οὖσαν τῶν τοιούτων ἀρίστην.
それゆえ、あなた方もまた、快楽のために共に寝床に入りながら、怒りや不和が生じたときには別々に休み、そのようなことに対する最良の医者であるアフロディテをその時こそ最も招くことをしないのは、過ちであると考えなさい。
ὥς που καὶ ὁ ποιητὴς διδάσκει, τὴν Ἥραν ποιῶν λέγουσαν
"
καὶ σφʼ ἄκριτα νείκεα λύσω
εἰς εὐνὴν ἀνέσασα ὁμωθῆναι φιλότητι
"
それは詩人もどこかで教えているように、ヘラに次のように語らせている通りである。
§39ἀεὶ μὲν δεῖ καὶ πανταχοῦ φεύγειν τὸ προσκρούειν τῷ ἀνδρὶ τὴν γυναῖκα καὶ τῇ γυναικὶ τὸν ἄνδρα, μάλιστα δὲ φυλάττεσθαι τοῦτο ποιεῖν ἐν τῷ συναναπαύεσθαι καὶ συγκαθεύδειν.
"かつ彼らの果てしない争いを私は解こう寝床へといざない、愛によって一つにするために "妻が夫と衝突すること、また夫が妻と衝突することは、常にどこにおいても避けるべきであるが、共に憩い、共に寝床に入るときにそうすることは、最も警戒すべきである。
ἡ μὲν γὰρ ὠδίνουσα καὶ δυσφοροῦσα πρὸς τοὺς κατακλίνοντας αὐτὴν ἔλεγε
πῶς δʼ ἂν ἡ κλίνη ταῦτα θεραπεύσειεν οἷς ἐπὶ τῆς κλίνης περιέπεσον;
なぜなら、産みの苦しみと痛みに耐えていたある女性は、自分を横たえようとする人々に向かってこう言ったからである。 「このベッドの上で襲われた苦しみを、どうしてベッドが治療できようか」と。
ἃς δʼ ἡ κλίνη γεννᾷ διαφορὰς καὶ λοιδορίας καὶ ὀργάς, οὐ ῥᾴδιόν ἐστιν ἐν ἄλλῳ τόπῳ καὶ χρόνῳ διαλυθῆναι.
そして、ベッドが生み出す不和や罵り合いや怒りは、他の場所や時間において解消することは容易ではないのである。