§25ὁ Σωκράτης ἐκέλευε τῶν ἐσοπτριζομένων νεανίσκων τοὺς μὲν αἰσχροὺς ἐπανορθοῦσθαι τῇ ἀρετῇ, τοὺς δὲ καλοὺς μὴ καταισχύνειν τῇ κακίᾳ τὸ εἶδος.
苏格拉底曾劝告那些照镜子的青年,相貌丑陋的要用美德来弥补,相貌美丽的则不要用恶德来玷污自己的容貌。
καλὸν οὖν καὶ τὴν οἰκοδέσποιναν, ὅταν ἐν ταῖς χερσὶν ἔχῃ τὸ ἔσοπτρον, αὐτὴν ἐν ἑαυτῇ διαλαλεῖν, τὴν μὲν αἰσχρὰν
τί οὖν, ἂν μὴ σώφρων γένωμαι;
因此,女主人在手拿镜子时,自己对自己内心对话也是极好的:丑陋的女子说:“如果我不贞洁,会怎么样呢?
τὴν δὲ καλὴν τί
οὖν, ἂν καὶ σώφρων γένωμαι;
”美丽的女子则说:“如果我同时也是贞洁的,会怎么样呢?
τῇ γὰρ αἰσχρᾷ σεμνότερον εἰ φιλεῖται διὰ τὸ ἦθος ἢ τὸ κάλλος.
”因为对于丑陋的女子来说,如果因性格而非因美貌而受到喜爱,那是更光荣的事。
§26ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών
ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας.
西西里僭主曾给莱桑德的女儿们送去昂贵的衣物和发饰,但莱桑德没有接受,说道:“这些装饰品不仅不会装点我的女儿,反而会使她们蒙羞。
πρότερος δὲ Λυσάνδρου Σοφοκλῆς τοῦτʼ εἶπεν
"
οὐ κόσμος, οὔκ, ὦ τλῆμον, ἀλλʼ ἀκοσμία
φαίνοιτʼ ἂν εἶναι σῶν τε μαργότης φρενῶν
"
κόσμος γάρ ἐστιν,
ὡς ἔλεγε Κράτης,
τὸ κοσμοῦν
κοσμεῖ δὲ τὸ κοσμιωτέραν τὴν γυναῖκα ποιοῦν.
”而在莱桑德之前,索福克勒斯就曾说过: “哀怜的人啊,这绝非装饰,而是无序,这显露了你心灵的狂乱。 ” 因为正如克拉特斯所说,装饰就是起装饰作用的东西;而使女人更端庄的东西才能装饰她。
ποιεῖ δὲ τοιαύτην οὔτε χρυσὸς οὔτε σμάραγδος οὔτε κόκκος, ἀλλʼ ὅσα σεμνότητος εὐταξίας αἰδοῦς ἔμφασιν περιτίθησιν.
而使她成为这样的既非黄金、非祖母绿,亦非绯红染料,而是那些赋予她尊严、规矩与羞耻感的神态之物。
§27οἱ τῇ γαμηλίᾳ θύοντες Ἥρᾳ τὴν χολὴν οὐ συγκαθαγίζουσι τοῖς ἄλλοις ἱεροῖς, ἀλλʼ ἐξελόντες ἔρριψαν παρὰ τὸν βωμόν, αἰνιττομένου τοῦ νομοθέτου τὸ μηδέποτε δεῖν χολὴν μηδʼ ὀργὴν γάμῳ παρεῖναι.
向掌管婚姻的赫拉献祭的人,并不把胆汁与其他祭品一同焚烧,而是将其取出扔在祭坛旁。 立法者以此暗示,婚姻中绝不应当存在胆汁与愤怒。
δεῖ γὰρ εἶναι τῆς οἰκοδεσποίνης ὥσπερ οἴνου τὸ αὐστηρὸν ὠφέλιμον καὶ ἡδύ, μὴ πικρὸν ὥσπερ ἀλόης μηδὲ φαρμακῶδες
因为女主人应当像葡萄酒的干涩那样,既有益又令人愉悦,而不是像芦荟那样苦涩,或者像药物那样难以下咽。
§28ὁ Πλάτων τῷ Ξενοκράτει βαρυτέρῳ τὸ ἦθος ὄντι τἄλλα δὲ καλῷ κἀγαθῷ παρεκελεύετο θύειν ταῖς Χάρισιν.
柏拉图曾劝告品性有些沉闷但其他方面都很优秀的色诺克拉底向美惠三女神献祭。
οἶμαι δὴ καὶ τῇ σώφρονι μάλιστα δεῖν πρὸς τὸν ἄνδρα χαρίτων, ἵνʼ, ὡς ἔλεγε Μητρόδωρος,
ἡδέως συνοικῇ καὶ μὴ ὀργιζομένη ὅτι σωφρονεῖ
δεῖ γὰρ μήτε τὴν εὐτελῆ καθαριότητος ἀμελεῖν μήτε τὴν φίλανδρον φιλοφροσύνης ποιεῖ γὰρ ἡ χαλεπότης ἀηδῆ τὴν εὐταξίαν τῆς γυναικός ὥσπερ ἡ ῥυπαρία τὴν ἀφέλειαν,
因此我认为,贞洁的妻子 ¦142a 对丈夫也极需要有温雅之态,以便正如美特罗多鲁斯所说,“让他乐于共同生活,而她不因自己守贞而发怒”。 因为既不该让节俭的妻子忽视整洁,也不该让爱丈夫的妻子忽视温和。 因为脾气暴躁会使妻子的规矩变得令人不快,正如污垢会破坏她的朴素。
§29ἡ φοβουμένη γελάσαι πρὸς τὸν ἄνδρα καὶ παῖξαί τι, μὴ φανῇ θρασεῖα καὶ ἀκόλαστος, οὐδὲν διαφέρει τῆς ἵνα μὴ δοκῇ μυρίζεσθαι τὴν κεφαλὴν μηδʼ ἀλειφομένης, καὶ ἵνα μὴ φυκοῦσθαι τὸ πρόσωπον νιπτομένης; .
害怕在丈夫面前欢笑和嬉戏、以免显得轻浮放荡的女人,与那些因怕被认为抹了香水而不涂油、因怕被认为化了妆而洗脸的女人毫无二致。
ὁρῶμεν δὲ καὶ ποιητὰς καὶ ῥήτορας, ὅσοι φεύγουσι τὸ περὶ τὴν λέξιν ὀχλικὸν καὶ ἀνελεύθερον καὶ κακόζηλον, τοῖς πράγμασι καὶ ταῖς οἰκονομίαις καὶ τοῖς ἤθεσιν ἄγειν καὶ κινεῖν τὸν ἀκροατὴν φιλοτεχνοῦντας.
我们也看到,那些避免言辞庸俗 ¦142b 和低级和做作的诗人和修辞学家,都在竭力通过题材、结构和性格塑造来引导和打动听众。
διὸ δεῖ καὶ τὴν οἰκοδέσποιναν ὅτι πᾶν τὸ περιττὸν καὶ ἑταιρικὸν καὶ πανηγυρικόν, εὖ ποιοῦσα, φεύγει καὶ παραιτεῖται, μᾶλλον φιλοτεχνεῖν ἐν ταῖς ἠθικαῖς καὶ βιωτικαῖς χάρισι πρὸς τὸν ἄνδρα, τῷ καλῷ μεθʼ ἡδονῆς συνεθίζουσαν αὐτόν;
因此,女主人既然明智地避免并拒绝了一切多余的、娼妓式的、招摇招展的东西,就更应该在对待丈夫时注重性格与日常生活中的温雅,用伴随着愉悦的高尚事物使他习以为常。
ἂν δʼ ἄρα φύσει τις αὐστηρὰ καὶ ἄκρατος γένηται καὶ ἀνήδυντος, εὐγνωμονεῖν δεῖ τὸν ἄνδρα, καὶ καθάπερ ὁ Φωκίων, τοῦ Ἀντιπάτρου πρᾶξιν αὐτῷ προστάττοντος οὐ καλὴν οὐδὲ πρέπουσαν, εἶπεν
οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,
οὕτω λογίζεσθαι περὶ τῆς σώφρονος καὶ αὐστηρᾶς γυναικὸς
οὐ δύναμαι αὐτῇ καὶ ὡς γαμετῇ καὶ ὡς ἑταίρᾳ συνεῖναι
然而,如果一个妻子天生严肃且不肯通融且不讨人喜欢,丈夫应当体谅,正如福基翁在安提帕特命令他做一件既不体面也不合适的事时, ¦142c 说道:“你不能既把我当作朋友,又把我当作谄媚者”,同样,丈夫也应当这样看待他那贞洁而 ¦25 严肃的妻子:“我不能既与她作结发夫妻,又把她当作情妇来相处。
§30ταῖς Αἰγυπτίαις ὑποδήμασι χρῆσθαι πάτριον οὐκ ἦν, ὅπως ἐν οἴκῳ διημερεύωσι.
” 埃及妇女不穿鞋是古老的传统,以便她们整天待在家里。
τῶν δὲ πλείστων γυναικῶν ἂν ὑποδήματα διάχρυσα περιέλῃς καὶ ψέλλια καὶ περισκελίδας καὶ πορφύραν καὶ μαργαρίτας, ἔνδον μένουσιν.
但对于大多数妇女来说,如果你拿走她们的金丝鞋、手镯、脚链、紫衣和珍珠,她们 ¦5 就会乖乖待在家里。
§31ἡ Θεανὼ παρέφηνε τὴν χεῖρα περιβαλλομένη τὸ ἱμάτιον.
泰阿诺在披上外衣时 ¦5 露出了手臂。
εἰπόντος δέ τινος
καλὸς ὁ πῆχυς
,
ἀλλʼ οὐ δημόσιος
ἔφη.
有人说:“好一条美丽的手臂。 ”她回答说:“但这不是公共的。
δεῖ δὲ μὴ μόνον τὸν πῆχυν ἀλλὰ μηδὲ τὸν λόγον δημόσιον εἶναι τῆς σώφρονος, καὶ τὴν φωνὴν ὡς ἀπογύμνωσιν αἰδεῖσθαι καὶ φυλάσσεσθαι πρὸς τοὺς ἐκτός· ἐνορᾶται γὰρ αὐτῇ καὶ πάθος καὶ ἦθος καὶ διάθεσις λαλούσης.
”不仅是手臂, ¦142d 贞洁女子的言谈也不应当是公共的,她应当像羞于裸露身体一样羞于露出自己的声音,并对外界加以防范;因为当她说话时,人们 ¦10 能从中窥见她的情感、性格与心境。
§32τὴν Ἠλείων ὁ Φειδίας Ἀφροδίτην ἐποίησε χελώνην πατοῦσαν, οἰκουρίας σύμβολον ταῖς γυναιξὶ καὶ σιωπῆς.
菲迪亚斯为伊利斯人创作的阿佛洛狄忒雕像,是踩着一只乌龟的,这是给妇女们的留守家园与保持沉默的象征。
δεῖ γὰρ ἢ πρὸς τὸν ἄνδρα λαλεῖν ἢ διὰ τοῦ ἀνδρός, μὴ δυσχεραίνουσαν εἰ διʼ ἀλλοτρίας γλώσσης ὥσπερ αὐλητὴς φθέγγεται σεμνότερον.
因为她要么对丈夫说话,要么通过丈夫说话,如果通过别人的 ¦15 舌头(就像笛手那样)能使自己的声音听起来更显庄重,她就不该感到不悦。