- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg078.humanitext-grc2:33-39
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
夫婦間の調和と適切な関係性について、夫の穏やかな主導権や、財産・人間関係の全面的な共有を説きます。さらに、姑の心理への対処、夫の怒りをなだめる方法、そして夫婦の寝床における不和の回避とその解決の重要性を論じています。
οἱ πλούσιοι καὶ οἱ βασιλεῖς τιμῶντες τοὺς φιλοσόφους αὑτούς τε, κοσμοῦσι κἀκείνους, οἱ δὲ φιλόσοφοι τοὺς πλουσίους θεραπεύοντες οὐκ ἐκείνους ποιοῦσιν ἐνδόξους ἀλλʼ αὑτοὺς ἀδοξοτέρους. τοῦτο συμβαίνει καὶ περὶ τὰς γυναῖκας. ὑποτάττουσαι μὲν γὰρ ἑαυτὰς τοῖς ἀνδράσιν ἐπαινοῦνται, κρατεῖν δὲ βουλόμεναι μᾶλλον τῶν κρατουμένων ἀσχημονοῦσι. κρατεῖν δὲ τὸν ἄνδρα τῆς γυναικὸς οὐχ ὡς δεσπότην κτήματος ἀλλʼ ὡς ψυχὴν σώματος,1 συμπαθοῦντα καὶ συμπεφυκότα τῇ εὐνοίᾳ δίκαιόν ἐστιν. ὥσπερ οὖν σώματος ἔστι κήδεσθαι μὴ δουλεύοντα ταῖς ἡδοναῖς αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, οὕτω γυναικὸς ἄρχειν εὐφραίνοντα καὶ χαριζόμενον.
富者や王たちは、哲学者たちを敬うことによって、自分自身をも、また哲学者をも飾るが、哲学者たちは富者にへつらうことによって、彼らを高名にするのではなく、自分自身をより不名誉なものにする。このことは妻たちについても同様に起こる。なぜなら、妻たちは夫に自ら従うことで称賛されるが、支配しようと望むならば、支配される側よりも見苦しくなるからである。そして、夫が妻を支配することは、財産の主としてではなく、肉体に対する魂のように、同情し、好意によって一体となることで、支配するのが正しい。それゆえ、肉体の快楽や欲望に隷属することなく、肉体をいたわることができるように、そのように、妻を喜ばせ、彼女に親切にすることによって支配すべきである。
τῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δʼ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δʼ ἡνωμένα2 καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζῴων ἕκαστον. σχεδὸν οὖν καὶ γάμος ὁ μὲν τῶν ἐρώντων ἡνωμένος καὶ συμφυής ἐστιν, ὁ δὲ τῶν διὰ προῖκας ἢ τέκνα γαμούντων ἐκ συναπτομένων, ὁ δὲ τῶν οὐ συγκαθευδόντων ἐκ διεστώτων, οὓς συνοικεῖν ἄν τις ἀλλήλοις οὐ συμβιοῦν νομίσειε. δεῖ δέ, ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι διʼ ὅλων γενέσθαι τὴν κρᾶσιν,3 οὕτω τῶν γαμούντων καὶ σώματα καὶ χρήματα καὶ φίλους καὶ οἰκείους ἀναμιχθῆναι διʼ ἀλλήλων. καὶ γὰρ ὁ Ῥωμαῖος νομοθέτης ἐκώλυσε δῶρα διδόναι καὶ λαμβάνειν παρʼ ἀλλήλων τοὺς γεγαμηκότας, οὐχ ἵνα μηδενὸς μεταλαμβάνωσιν, ἀλλʼ ἵνα πάντα κοινὰ νομίζωσιν, ἐν Λέπτει τῆς Λιβύης πόλει πάτριόν ἐστι τῇ μετὰ τὸν γάμον ἡμέρᾳ τὴν νύμφην πρὸς τὴν τοῦ νυμφίου μητέρα πέμψασαν αἰτεῖσθαι χύτραν· ἡ δʼ οὐ δίδωσιν οὐδέ φησιν ἔχειν, ὅπως ἀπʼ ἀρχῆς ἐπισταμένη τὸ τῆς ἑκυρᾶς μητρυιῶδες, ἂν ὕστερόν τι συμβαίνῃ τραχύτερον, μὴ ἀγανακτῇ μηδὲ δυσκολαίνῃ. τοῦτο δεῖ γιγνώσκουσαν τὴν γυναῖκα θεραπεύειν τὴν πρόφασιν·4 ἔστι δὲ ζηλοτυπία τῆς μητρὸς ὑπὲρ εὐνοίας πρὸς αὐτήν. θεραπεία δὲ μία τοῦ πάθους ἰδίᾳ μὲν εὔνοιαν τῷ ἀνδρὶ ποιεῖν πρὸς ἑαυτήν, τὴν δὲ τῆς μητρὸς μὴ περισπᾶν μηδʼ ἐλαττοῦν.
哲学者たちは、物体には、艦隊や軍隊のように離れ離れのものから成るものがあり、家や船のように結合したものから成るものがあり、それぞれ生物がそうであるように、合一して一体となって生まれたものがあると言う。それゆえ、結婚についてもほぼ同様であり、愛し合う者たちの結婚は合一して一体となったものであり、持参金や子供のために結婚する者たちのそれは結合したものであり、共に寝床に入らない者たちのそれは離れ離れのものであり、彼らは単に同じ家に住んでいるだけであって、生活を共にしているとはみなされないであろう。しかし、自然学者たちが液体について、完全に混じり合うことで混合が生じると言うように、結婚する人々の身体も、財産も、友人も、親族も、互いの間で混ざり合うべきである。というのも、ローマの立法者は、夫婦が互いに贈り物を贈ったり受け取ったりすることを禁じたが、それは何ものをも分かち合わないようにするためではなく、すべてのものを共有のものとみなすためであった。リビアの都市レプティスにおいては、婚礼の翌日に、新婦が新郎の母のもとに人を送って鍋を求めるのが、先祖伝来の習慣である。しかし姑はそれを与えず、持ってもいないと言う。これは、新婦が最初から姑のまま母のような冷酷さを知り、後で何か厳しいことが起きても、腹を立てたり不機嫌になったりしないようにするためである。妻はこのことを理解した上で、その原因を和らげるべきである。原因とは、自分に対する好意をめぐる母親の嫉妬である。その感情に対する唯一の対処法は、私的には夫に自分への好意を抱かせつつ、母親への好意をそらしたり減じたりしないことである。
τοὺς υἱοὺς δοκοῦσι μᾶλλον ἀγαπᾶν αἱ μητέρες ὡς δυναμένους αὐταῖς βοηθεῖν, οἱ δὲ πατέρες τὰς θυγατέρας ὡς δεομένας αὐτῶν βοηθούντων ἴσως δὲ καὶ τιμῇ τῇ πρὸς ἀλλήλους ὁ ἕτερος τὸ μᾶλλον οἰκεῖον τῷ ἑτέρῳ βούλεται μᾶλλον ἀσπαζόμενος καὶ ἀγαπῶν φανερὸς εἶναι. καὶ τοῦτο μὲν ἴσως ἀδιάφορόν ἐστιν, ἐκεῖνο δʼ ἀστεῖον, ἂν ἡ γυνὴ μᾶλλον ἀποκλίνασα τῇ τιμῇ πρὸς τοὺς γονεῖς τοῦ ἀνδρὸς ἢ τοὺς ἑαυτῆς βλέπηται,5 κἄν τι λυπῆται, πρὸς ἐκείνους ἀναφέρουσα, τοὺς δʼ ἑαυτῆς λανθάνουσα. ποιεῖ γὰρ τὸ πιστεύειν δοκεῖν πιστεύεσθαι, καὶ τὸ φιλεῖν φιλεῖσθαι.
母親たちは息子たちを、自分たちを助けることができる者としてより愛しているように見え、父親たちは娘たちを、自分たちの助けを必要とする者としてより愛しているように見える。あるいは、互いへの敬意によって、一方が他方にとってより身近なものを、より歓迎し愛していることを示したいと望んでいるからかもしれない。このことはおそらくどちらでもよいことであるが、次のことは賢明である。すなわち、もし妻が自分の両親よりも夫の両親への敬意へとより傾いているように見え、また、何か悲しいことがあっても、それをあちらに打ち明け、自分の両親には隠すならば、それは素晴らしい。なぜなら、信頼しているように見せることが信頼されることを生み、愛することが愛されることを生むからである。
τοῖς περὶ τὸν Κῦρον Ἕλλησι παρήγγειλαν οἱ στρατηγοὶ τοὺς πολεμίους, ἂν μὲν βοῶντες ἐπίωσι, δέχεσθαι μετὰ σιωπῆς, ἂν δʼ ἐκεῖνοι σιωπῶσιν αὐτοὺς μετὰ βοῆς ἀντεξελαύνειν. αἱ δὲ νοῦν ἔχουσαι γυναῖκες ἐν ταῖς ὀργαῖς τῶν ἀνδρῶν κεκραγότων μὲν ἡσυχάζουσι, σιωπῶντας δὲ προσλαλοῦσαι καὶ παραμυθούμεναι καταπραΰνουσιν.
キュロスの周りにいたギリシア人たちに対して、将軍たちは、もし敵が大声を上げて襲いかかってくるなら静黙を保って迎え撃ち、もし敵が沈黙しているなら自ら大声を上げて撃って出るよう命令した。同様に、思慮ある妻たちは、夫たちの怒りにおいて、彼らが大声を上げているときには静かにしており、沈黙しているときには話しかけて慰め、彼らをなだめるのである。
ὀρθῶς ὁ Εὐριπίδης αἰτιᾶται τοὺς τῇ λύρᾳ χρωμένους παρʼ οἶνον· ἔδει γὰρ ἐπὶ τὰς ὀργὰς καὶ τὰ πένθη μᾶλλον τὴν μουσικὴν παρακαλεῖν ἢ προσεκλύειν τοὺς ἐν ταῖς ἡδοναῖς ὄντας. νομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δʼ ἐν ὀργῇ τινι γένωνται καὶ διαφορᾷ, χωρὶς ἀναπαυομένους6 καὶ μὴ τότε μάλιστα τὴν Ἀφροδίτην παρακαλοῦντας, ἰατρὸν οὖσαν τῶν τοιούτων ἀρίστην. ὥς που καὶ ὁ ποιητὴς διδάσκει, τὴν Ἥραν ποιῶν λέγουσαν "καὶ σφʼ ἄκριτα νείκεα λύσω εἰς εὐνὴν ἀνέσασα ὁμωθῆναι φιλότητι"
エウリピデスは、酒の席で竪琴を用いる人々を正しく非難している。なぜなら、音楽は怒りや哀悼に対してこそ招かれるべきであって、快楽の中にいる人々をさらに弛緩させるべきではないからである。それゆえ、あなた方も、快楽のために互いに共に寝床に入りながら、何か怒りや不和が生じたときには別々に休み、そのようなことに対する最良の医者であるアフロディテをその時こそ最も招くことをしない者たちは、過ちを犯していると考えなさい。それは詩人もどこかで教えているように、ヘラに次のように語らせている通りである。 "かつ彼らの果てしない争いを私は解こう 寝床へといざない、愛によって一つにするために"
ἀεὶ μὲν δεῖ καὶ πανταχοῦ φεύγειν τὸ προσκρούειν τῷ ἀνδρὶ τὴν γυναῖκα καὶ τῇ γυναικὶ τὸν ἄνδρα, μάλιστα δὲ φυλάττεσθαι τοῦτο ποιεῖν ἐν τῷ συναναπαύεσθαι καὶ συγκαθεύδειν. ἡ μὲν γὰρ ὠδίνουσα καὶ δυσφοροῦσα πρὸς τοὺς κατακλίνοντας αὐτὴν ἔλεγε πῶς δʼ ἂν ἡ κλίνη ταῦτα θεραπεύσειεν οἷς ἐπὶ τῆς κλίνης περιέπεσον; ἃς δʼ ἡ κλίνη γεννᾷ διαφορὰς καὶ λοιδορίας καὶ ὀργάς, οὐ ῥᾴδιόν ἐστιν ἐν ἄλλῳ τόπῳ καὶ χρόνῳ διαλυθῆναι.
妻が夫と衝突すること、また夫が妻と衝突することは、常にどこにおいても避けるべきであるが、共に憩い、共に寝床に入るときにそうすることは、最も警戒すべきである。なぜなら、産みの苦しみと痛みに耐えていたある女性は、自分を横たえようとする人々に向かってこう言ったからである。「このベッドの上で襲われた苦しみを、どうしてベッドが治療できようか」と。そして、ベッドが生み出す不和や罵り合いや怒りは、他の場所や時間において解消することは容易ではないのである。
- 142eκρατεῖν δὲ τὸν ἄνδρα τῆς γυναικὸς οὐχ ὡς δεσπότην κτήματος ἀλλʼ ὡς ψυχὴν σώματος
不定詞 κρατεῖν(支配すること)の意味上の主語は対格の τὸν ἄνδρα であり、その目的語は属格を支配する動詞の性質により属格の τῆς γυναικὸς となっています。この不定詞句全体が、後続する δίκαιόν ἐστιν(〜することが正しい)の主語として機能しています。
- 142eτῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων ... τὰ δʼ ἐκ συναπτομένων ... τὰ δʼ ἡνωμένα
文頭の τῶν σωμάτων(物体には/物体のうち)は、後続する対格の部分中性名詞句(τὰ μὲν... τὰ δʼ... τὰ δʼ...)にかかる全体属格(partitive genitive)であり、文のテーマとして提示されています。
- 142eδεῖ δέ, ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι διʼ ὅλων γενέσθαι τὴν κρᾶσιν
τῶν ὑγρῶν は γενέσθαι の意味上の主語である τὴν κρᾶσιν(混合)にかかる目的格的属格(液体の混合)です。または λέγουσι の対象を示す属格(液体について自然学者たちが言うように)と取ることも可能ですが、内容的には前者が自然です。
- 143aτοῦτο δεῖ γιγνώσκουσαν τὴν γυναῖκα θεραπεύειν τὴν πρόφασιν
非人称動詞 δεῖ に対する意味上の主語は、一致する分詞 γιγνώσκουσαν を伴う対格の τὴν γυναῖκα であり、これが不定詞 θεραπεύειν の主語として働きます。τοῦτο は分詞の目的語であり、τὴν πρόφασιν は不定詞の目的語です。
- 143bἂν ἡ γυνὴ μᾶλλον ἀποκλίνασα τῇ τιμῇ πρὸς τοὺς γονεῖς τοῦ ἀνδρὸς ἢ τοὺς ἑαυτῆς βλέπηται
動詞 βλέπηται(中動受動相)は「〜と見なされる、見られる」の意味で使われており、主語は ἡ γυνὴ、分詞 ἀποκλίνασα(傾いている)は主語に一致する女性単数主格です。ἢ τοὺς ἑαυτῆς の τοὺς は、前に出た γονεῖς の省略を表します。
- 143dνομίζετε οὖν ὑμεῖς ἁμαρτάνειν τοὺς ἡδονῆς ἕνεκα συγκαθεύδοντας ἀλλήλοις ὅταν δʼ ἐν ὀργῇ τινι γένωνται ... χωρὶς ἀναπαυομένους
命令法 νομίζετε(考えなさい)に続く対格不定詞構文(accusative with infinitive)です。不定詞 ἁμαρτάνειν の意味上の主語は、共通の先行詞を指す対格分詞句の τοὺς ... συγκαθεύδοντας(共に眠る人々)および χωρὶς ἀναπαυομένους(別々に休む人々)です。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
