Humanitext Reader

普鲁塔克 · 新婚赠言 §40-46

避开恶友与夫妻生活中的节制之道

第 6 段,共 7 段 · 希腊语

内容简介

本文讨论了妻子为何应当避开恶友以及如何处理夫妻间的矛盾。通过各种历史轶事和比喻,强调了在性生活中的克制以及互相尊重对方脾气的重要性。

§40ἡ Ἑρμιόνη δοκεῖ τι λέγειν ἀληθὲς λέγουσα " κακῶν γυναικῶν εἴσοδοί μʼ ἀπώλεσαν " τοῦτο δʼ οὐχ ἁπλῶς γιγνόμενόν ἐστιν, ἀλλʼ ὅταν αἱ πρὸς τοὺς ἄνδρας διαφοραὶ καὶ ζηλοτυπίαι ταῖς τοιαύταις γυναιξὶ μὴ τὰς θύρας μόνον ἀλλὰ καὶ τὰς ἀκοὰς ἀνοίγωσι τότʼ οὖν δεῖ μάλιστα τὴν νοῦν ἔχουσαν ἀποκλείειν τὰ ὦτα καὶ φυλάττεσθαι τὸν ψιθυρισμόν, ἵνα πῦρ ἐπὶ πῦρ γένηται, καὶ πρόχειρον ἔχειν τὸ τοῦ Φιλίππου.
赫敏说得似乎有些道理,当她说道: "恶妇们的出入毁灭了我 "但这并不是单单发生的,而是当与丈夫的争吵和嫉妒使这些妇女不仅敞开大门,而且敞开耳朵时发生的。 因此,在那时,聪明的妻子尤其应当堵住耳朵,警惕耳语,以防火上浇油。 并且应当将菲利普的话准备在心。
λέγεται γὰρ ἐκεῖνος ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τοὺς Ἕλληνας ὡς εὖ πάσχοντας καὶ κακῶς αὐτὸν λέγοντας εἰπεῖν τί οὖν, ἂν καὶ κακῶς ποιῶμεν αὐτούς;
因为据说,当朋友们煽动他去对付希腊人,理由是他们得到了恩惠却还在说他的坏话时,他说道: “那么,如果我们也恶待他们,又会怎样呢?
ὅταν οὖν αἱ διαβάλλουσαι λέγωσιν ὅτι λυπεῖ σε φιλοῦσαν ὁ ἀνὴρ καὶ σωφρονοῦσαν , τί οὖν , ἂν φαίης, ἂν καὶ μισεῖν αὐτὸν ἄρξωμαι καὶ ἀδικεῖν;
” 因此,当中伤的女人们说:“丈夫让你痛苦,尽管你爱他且守妇道”时, “那么,”你应当说,“如果我也开始恨他并伤害他,又会怎样呢?
§41ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς κατέφυγε φθάσας εἰς μυλῶνα, ποῦ δʼ ἂν ἔφη σὲ μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα;
” 一个很久之后见到并追赶逃跑奴隶的人,当奴隶先一步逃进磨坊时,他说道: “我怎么可能想在除了这里之外的其他地方找到你呢?
γυνὴ τοίνυν διὰ ζηλοτυπίαν ἀπόλειψιν γράφουσα καὶ χαλεπῶς ἔχουσα λεγέτω πρὸς ἑαυτὴν ποῦ δʼ ἂν ἡ ζηλοῦσά με μᾶλλον ἡσθείη θεασαμένη καὶ τί ποιοῦσαν ἢ λυπουμένην καὶ στασιάζουσαν πρὸς τὸν ἄνδρα καὶ τὸν οἶκον αὐτὸν καὶ τὸν θάλαμον προϊεμένην;
” 因此,因嫉妒而写离缘书并心怀怨恨的妻子应当对自己说: “嫉妒我的女人,在看到我痛苦、与丈夫争吵、放弃家园和婚房时,还会因为看到我做什么而感到比这更快乐的吗?
§42Ἀθηναῖοι τρεῖς ἀρότους ἱεροὺς ἄγουσι, πρῶτον ἐπὶ Σκίρῳ, τοῦ παλαιοτάτου τῶν σπόρων ὑπόμνημα, δεύτερον ἐν τῇ Ρ̓αρίᾳ, τρίτον ὑπὸ πόλιν τὸν καλούμενον Βουζύγιον.
” 雅典人举行三次神圣的耕作:第一次在斯基隆,作为最古老播种的纪念;第二次在拉里亚;第三次在城墙下,即被称为“牛轭”的耕作。
τούτων δὲ πάντων ἱερώτατός ἐστιν ὁ γαμήλιος σπόρος καὶ ἄροτος ἐπὶ παίδων τεκνώσει.
在所有这些耕作中,最神圣的是为了生育子嗣而进行的婚姻播种和耕作。
καλῶς τὴν Ἀφροδίτην ὁ Σοφοκλῆς εὔκαρπον Κυθέρειαν προσηγόρευσε.
索福克勒斯正确地将阿佛洛狄忒称为“果实累累的库忒蕾娅”。
διὸ δεῖ μάλιστα τούτῳ χρῆσθαι μετʼ εὐλαβείας τὸν ἄνδρα καὶ τὴν γυναῖκα, τῶν ἀνιέρων καὶ παρανόμων πρὸς ἑτέρους ἁγνεύοντας ὁμιλιῶν, καὶ μὴ σπείροντας ἐξ ὧν οὐδὲν αὐτοῖς φύεσθαι θέλουσιν ἀλλὰ κἂν γένηται καρπὸς αἰσχύνονται καὶ ἀποκρύπτουσι.
因此,丈夫和妻子尤其应当小心翼翼地对待此事,在他人面前保持圣洁,避免不洁和非法的交合,并且不要在他们不希望有任何东西生长的地方播种,因为即使有了果实,他们也会感到羞耻并将其隐瞒。
§43Γοργίου τοῦ ῥήτορος ἀναγνόντος ἐν Ὀλυμπίᾳ λόγον περὶ ὁμονοίας τοῖς Ἕλλησιν ὁ Μελάνθιος οὗτος ἡμῖν ἔφη συμβουλεύει περὶ ὁμονοίας, ὃς αὑτὸν καὶ τὴν γυναῖκα καὶ τὴν θεράπαιναν ἰδίᾳ τρεῖς ὄντας ὁμονοεῖν οὐ πέπεικεν ἦν γὰρ ὡς ἔοικέ τις ἔρως τοῦ Γοργίου καὶ ζηλοτυπία τῆς γυναικὸς πρὸς τὸ θεραπαινίδιον.
当雄辩家高尔吉亚在奥林匹亚向希腊人宣读关于和合的演讲时,梅兰提乌斯说道: ¦144c “这个人建议我们和合,但他自己却未能说服他自己、他的妻子和女仆这私下的三个人和睦相处。 ” 因为,看来高尔吉亚对女仆有某种爱意,而妻子对她产生了嫉妒。
εὖ τοίνυν ἡρμοσμένον τὸν οἶκον εἶναι δεῖ τῷ μέλλοντι ἁρμόζεσθαι πόλιν καὶ ἀγορὰν καὶ φίλους· μᾶλλον γὰρ ἔοικε τὰ τῶν γυναικῶν ἢ τὰ πρὸς γυναῖκας ἁμαρτήματα λανθάνειν τοὺς πολλούς.
因此,想要调解城邦、广场和朋友的人,必须先把自己的家庭调解好;因为在许多人看来,妻子们的过错似乎比针对妻子们的过错更容易隐藏。
§44εἰ καθάπερ τὸν αἴλουρον ὀσμῇ μύρων ἐκταράττεσθαι καὶ μαίνεσθαι λέγουσιν, οὕτω τὰς γυναῖκας ἀγριαίνειν καὶ παραφρονεῖν ὑπὸ μύρων συνέβαινε, δεινὸν ἦν μὴ ἀπέχεσθαι μύρου τοὺς ἄνδρας, ἀλλὰ διʼ ἡδονὴν αὑτῶν βραχεῖαν οὕτω κακουμένας περιορᾶν.
如果,正如人们所说猫会因香膏的气味而烦躁狂躁一样,妻子们也会因香膏而变得野蛮和疯狂,那么丈夫们不避开香膏将是可怕的,为了自己短暂的快乐而放任她们遭受如此的痛苦。
ἐπεὶ τοίνυν ταῦτα πάσχουσιν οὐ μυριζομένων τῶν ἀνδρῶν ἀλλὰ συγγιγνομένων ἑτέραις, ἄδικόν ἐστιν ἡδονῆς ἕνεκα μικρᾶς ἐπὶ τοσοῦτο λυπεῖν καὶ συνταράττειν τὰς γυναῖκας καὶ μή, καθάπερ ταῖς μελίτταις ὅτι δοκοῦσι δυσχεραίνειν καὶ μάχεσθαι τοῖς μετὰ γυναικῶν γενομένοις, ἁγνοὺς καὶ καθαρεύοντας ἑτέρων συνουσίας προσιέναι ταῖς γυναιξίν.
然而,既然她们遭受这些痛苦不是因为丈夫涂抹香膏,而是因为他们与其他女人交合,那么为了微小的快乐而让妻子们遭受如此大的痛苦和动摇是不公的;正如蜜蜂似乎厌恶并攻击那些刚与女人交合的人一样,丈夫们不保持纯洁并避开与他人的交合去接近妻子,也是不公的。
§45οἱ προσιόντες ἐλέφασιν ἐσθῆτα λαμπρὰν οὐ λαμβάνουσιν, οὐδὲ φοινικίδας οἱ ταύροις· διαγριαίνεται γὰρ ὑπὸ τῶν χρωμάτων τούτων μάλιστα τὰ ζῷα· τὰς δὲ τίγρεις φασὶ περιτυμπανιζομένας ἐκμαίνεσθαι παντάπασι καὶ διασπᾶν ἑαυτάς.
接近大象的人不穿明亮的衣服,接近公牛的人也不穿红色衣服;因为这些动物最容易受到这些颜色的刺激而变得狂暴;据说老虎在周围敲鼓时会完全发疯并自残。
ἐπεὶ τοίνυν καὶ τῶν ἀνδρῶν οἱ μὲν ἐσθῆτας κοκκίνας; καὶ πορφυρᾶς ὁρῶντες δυσανασχετοῦσιν, οἱ δὲ κυμβάλοις καὶ τυμπάνοις ἄχθονται, τί δεινὸν ἀπέχεσθαι τούτων τὰς γυναῖκας καὶ μὴ ταράττειν μηδὲ παροξύνειν τοὺς ἄνδρας, ἀλλὰ συνεῖναι μετʼ εὐσταθείας καὶ πραότητος;
因此,既然在男人中,有些人看到红色和紫色的衣服会感到不快,有些人会被钹和鼓的声音惹恼,那么妻子们避开这些东西,不打扰也不刺激丈夫,而是以稳定和温和相伴,又有什么困难的呢?
§46γυνή τις πρὸς τὸν Φίλιππον ἄκουσαν ἐφελκόμενον αὐτὴν ἄφες μʼ εἶπε· πᾶσα γυνὴ τοῦ λύχνου ἀρθέντος ἡ αὐτή ἐστι.
一个女人对强行拉扯她的菲利普说道: “放开我;当灯被拿走时,所有的女人都是一样的。
τοῦτο πρὸς τοὺς μοιχικοὺς καὶ ἀκολάστους εἴρηται καλῶς, τὴν δὲ γαμετὴν δεῖ μάλιστα τοῦ φωτὸς ἀρθέντος εἶναι μὴ τὴν αὐτὴν ταῖς τυχούσαις γυναιξίν, ἀλλὰ φαίνεσθαι τοῦ σώματος μὴ βλεπομένου τὸ σῶφρον αὐτῆς καὶ ἴδιον τῷ ἀνδρὶ καὶ τεταγμένον καὶ φιλόστοργον.
” 这话对通奸和放荡的人说得很好,但是妻子尤其应当在光线被拿走时,与普通女人不同,即使肉体看不见,她的节制、顺从、秩序和对丈夫的深情也应当显露出来。

词汇与语法注释

  1. 143fἵνα πῦρ ἐπὶ πῦρ γένηται — 虽然文本中缺少否定词 μή,但它可以被理解为前述动词 φυλάττεσθαι(警惕、防范)的对象,即“防范火上浇油的事态发生”,或者在语境中隐含否定意义。
  2. 144cτὰ τῶν γυναικῶν ἢ τὰ πρὸς γυναῖκας ἁμαρτήματα — 前者 τὰ τῶν γυναικῶν 指“妻子们的(或关于妻子们的)过错”(如家庭不和或嫉妒),后者 τὰ πρὸς γυναῖκας 指“针对妻子的(丈夫的)过错”(如不忠)。通过对比,表明家庭内部的不和比丈夫的婚外情更容易暴露在公众面前。
  3. 144dκαὶ μή... προσιέναι — 由主句 ἄδικόν ἐ模块tin(是不公的)所引导的带格不定式结构。通过 καὶ μή 连接,构成了双重的不公正:“使她们痛苦是不公的,而且不保持纯洁去接近她们也是不公的”。
  4. 144eτί δεινὸν ἀπέχεσθαι τούτων τὰς γυναῖκας — 反问表达:“妻子们避免这些事情有什么困难(不妥)的呢(显然没有)?” δεινόν 是中性单数形容词,与不定式 ἀπέχεσθαι 一起构成非人称结构。

引用这一段

普鲁塔克, 新婚赠言 §40-46. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg078.humanitext-grc2:40-46

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。