§24Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος.
「恐れている者は誰か。
Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις.
」地上の事柄に執着し、家を建て、葡萄園を植え、肉体の快楽に負けている者は、必ずや臆病で無気力になるであろう。
§25Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ.
「もし誰かに従順でない息子がいるならば。
Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γονεῖς·
」彼は、両親を怒らせる子供たちが単に殺されることを望んでいるのではない。
ἀλλʼ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός.
そうではなく、両親の双方がその子供に対して同意したときである。
Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ·
なぜなら、父親が怒って息子を殺そうと急いでも母親が引き留め、母親が激怒しても父親が許さないからであり、両親が自分たちの子供に対して同意することは極めて稀だからである。
καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς, ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ τοῦ παιδὸς, τότε καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς.
神は、双方が子供に対して同意したとき、そのときに彼を石打ちにするよう命じておられる。 それは、産み落とした親ではなく、他の人々がそれを行うのである。
§26Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον.
「あなたの葡萄園に異なる種を蒔いてはならない。
Ἴνα μὴ ἀτονωτέρα γένηται ἡ γῆ, ὡς μήτε τὸ σπέρμα πλῆρες ἀπδιδόναι, μήτε τῆς ἀμπέλου τὸν καρπὸν, ἀλλὰ καθʼ ἑαυτοῦ ἕκαστον.
」土地が衰えて、種も十分に実を結ばず、葡萄の果実も実を結ばなくなるようなことがなく、むしろそれぞれがそれ自体として(実を)もたらすようにするためである。
§27Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό.
「雄牛とロバを一緒に組んで耕してはならない。
Τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς.
」魂の誇り高く勤勉な部分を、快楽を愛し情念に流されやすい部分と結びつけてはならない。
§28Τοῦ αὐτοῦ.
同じ著者による。
Ἡσαΐας δὲ πάλιν γράφει·
イザヤはまたこう書いている。
« Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ.
「すべての水のほとりに種を蒔く者は幸いである。
» Ποῖον ὕδωρ, ἐφʼ ᾧ δεῖ σπείρειν τὸ καλὸν σπέρμα;
」良い種を蒔くべき「水」とはどのようなものか。
Εἴη δὲ τοῦτο βάπτισμα τῆς σωτηρίας, τὸ λουτρὸν τῆς παλιγγενεσίας.
それは救いの洗礼、新生の洗いであろう。
Σπεῖρε ἐπὶ τὸ μυστήριον τοῦ λουτροῦ, καὶ γίνῃ μακάριος.
この洗いの神秘の上に種を蒔きなさい、そうすればあなたは幸いになる。
Ἐκεῖ βοῦς καὶ ὄνος πατεῖ, βοῦς ὁ καθαρὸς ὁ Ἰσραηλίτης, καὶ ὄνος ἀκάθαρτος ἐκ γένους ὁ ἀπὸ τῶν ἐθνῶν·
そこでは雄牛とロバが踏み歩く。 雄牛とは清い者であるイスラエル人であり、ロバとは生まれながらに汚れている異邦人からの者である。
ἵνα σύμβολον ᾖ ἀμφότερα τὰ ζῶα τοῦ λόγου τοῦ τοῖς ἔθνεσι κεκηρυγμένου.
これら両方の動物が、異邦人に宣べ伝えられた御言葉の象徴となるためである。
Πατεῖ οὖν βοῦς καὶ ὄνος, φησὶ, τοῦτο τὸ ὕδωρ ὅπου σπείρειν θέλομεν.
それゆえ、私たちが種を蒔こうと望むこの水を、雄牛とロバが踏み歩く、と彼は言っているのである。
§29Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί.
「もし夫と婚約した若い処女がいるならば。
Τὴν ἤδη μεμνηστευμένην γυναῖκα καλεῖ οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῆς θεοτόκου ἐλέχθη.
」彼は、すでに婚約している女性をこのように呼んでいる。 そしてこのことはヨセフと神の母についても言われた。
§30Καὶ ἔως εἰς τὸν αἱῶνα.
「そして永遠にまでも。
Ἐπειδὴ καὶ οὗτοι ἐκ πορνείας εἰσὶν ἀπὸ τῶν θυγατέρων τοῦ Λώτ·
」なぜなら、彼らもまたロトの娘たちによる淫行から生まれたからである。
οὐ μόνον δὲ ἕως γενεᾶς δεκάτης ἄδεκτοι τῇ συναγωγῇ τοῦ Ἰσραήλ εἰσιν, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα.
彼らは十代目に至るまでイスラエルの会衆に受け入れられないだけでなく、永遠に受け入れられない。
Οὕτω βούλεται αὐτοῖς τὴν ἔχθραν ἀῒδιον εἶναι·
このように(神は)彼らに対する敵意が永久であることを望んでおられる。
κατὰ μὲν τὸ νόημα καὶ τὴν ἀληθῆ αἰτίαν τῆς θείας Γραφῆς, ἐπειδὴ τὸν Βαλαὰμ ἐμισθώσαντο, ἐφʼ ᾧτε καταράσασθαι τοῖς Ἑβραίοις, ἀλλὰ καὶ τὰς αὐτῶν γυναῖκας καὶ τὰς θυγατέρας, ὅσαι ἦσαν ὡραῖαι τῇ ὄψει καὶ καλαὶ τῷ εἴδει, προέσνησαν τοῦ γένους, ὥστε αὐτὰς δοῦναι πρὸς πορνείαν τοῖς Ἰσραηλίταις, καὶ πορνείαν διὰ τοῦτο χαλεπωτάτην προξενῆςαι τοῖς Ἑβραίοις·
聖書の意図および真の原因によれば、それは、彼らがヘブライ人を呪わせるためにバラムを雇ったからであり、それだけでなく、容姿が美しく容貌の優れた彼女たちの妻や娘たちをその一族の前に立たせ、彼女たちをイスラエル人との淫行に差し出し、そのことによってヘブライ人に最も困難な淫行をもたらしたからである。
αὕτη δὲ ἦν τὸ ἀποστῆναι μὲν τοῦ Θεοῦ, τελεσθῆναι δὲ τῷ Βεελφεγώρ· ὅπερ καὶ γέγονεν.
そしてこの(淫行)とは、神から離れてバアル・ペオルに仕えることであり、実際にそうなったのである。
§31Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον.
「あなたは下石臼も上石臼も担保にしてはならない。
Ὅτι μονόλιθον, φησὶν, ἀδύνατον συντρίψαι τὸν σῖτον·
」なぜなら、一個の石だけでは小麦を粉砕することは不可能だから、と彼は言う。
δίδυμον γὰρ ἀῤῥενόθηλυ κατασκευάζεται μύλος.
実際、石臼は「雄と雌」の対として作られる。
Ἐπεὶ οὖν καὶ Ἰουδαῖοι μίαν διαθήκην ἔχουσιν· ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις δοκοῦσα ταύτην τὴν καινὴν μόνην ἔχειν, οὐκ ἀλήθουσι ἐν τῷ μυλῶνι τούτῳ, ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου·
それゆえ、ユダヤ人たちも一つの契約しか持たず、同様に、この新しい契約だけを持っていると思い込んでいるすべての異端も、天のパンを味わうためにこの製粉所で粉を挽くことはない。
ἐὰν γὰρ, φησὶ, μὴ συντριβῇ καὶ ἀληθῇ ὁ σῖτος, ἄσιτος μένουσιν.
なぜなら、もし小麦が粉砕されず、挽かれなければ、彼らは食物のないままでいるからである、と彼は言う。
Ἐκ τούτου οὖν καὶ αὐτὸς ὁρμώμενος τὸν προκείμενον σαφηνίζω νόμον, « Οὐκ ἐνεχυράσεις μύλον, » τουτέστιν, οὐ μὴ βεβηλώσεις τὴν παλαιὰν καὶ οὐ μὴ ἀπώσεις αὐτὴν τῆς σῆς οἰκίας·
それゆえ、私もこのことから出発して、提示された律法を明らかにする。 「あなたは石臼を担保にしてはならない。 」すなわち、あなたは古い契約を汚してはならず、それをあなたの家から退けてはならない。
« οὐδὲ ἐπιμύλιον·
「また上石臼も(担保にしてはならない)。
» ἀντὶ τοῦ, τὴν καινὴν, « ὅτι ψυχὴν οὗτος ἐνεχυράζει, » τουτέστι τούτοις τρέφεται ἡ ψυχὴ ἀπολαύουσα νοητῶν ἐδεσμάτων.
」これは新しい契約の代わりに言われている。 「なぜなら、それは命を担保にするからである。 」すなわち、これらによって魂は養われ、知的な食物を享受するのである。