← オリゲネス

『申命記』選集

§24-31

反抗的な息子や混耕の禁止に関する比喩的解釈

申命記の諸規定(恐れる者への配慮、反抗的な息子の処刑、異種の種蒔きや混耕の禁止、許嫁の規定、アモン・モアブ人への敵意、石臼の担保禁止)について、比喩的・アレゴリー的な解釈を交えて解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§24

Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος.1 Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις.

「恐れている者は誰か。」地上の事柄に執着し、家を建て、葡萄園を植え、肉体の快楽に負けている者は、必ずや臆病で無気力になるであろう。

§25

Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ. Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γονεῖς· ἀλλʼ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς,2 ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ τοῦ παιδὸς, τότε καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς.

「もし誰かに従順でない息子がいるならば。」彼は、両親を怒らせる子供たちが単に殺されることを望んでいるのではない。そうではなく、両親の双方がその子供に対して同意したときである。なぜなら、父親が怒って息子を殺そうと急いでも母親が引き留め、母親が激怒しても父親が許さないからであり、両親が自分たちの子供に対して同意することは極めて稀だからである。神は、双方が子供に対して同意したとき、そのときに彼を石打ちにするよう命じておられる。それは、産み落とした親ではなく、他の人々がそれを行うのである。

§26

Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον. Ἴνα μὴ ἀτονωτέρα γένηται ἡ γῆ, ὡς μήτε τὸ σπέρμα πλῆρες ἀποδιδόναι, μήτε τῆς ἀμπέλου τὸν καρπὸν, ἀλλὰ καθʼ ἑαυτοῦ ἕκαστον.3

「あなたの葡萄園に異なる種を蒔いてはならない。」土地が衰えて、種も十分に実を結ばず、葡萄の果実も実を結ばなくなるようなことがなく、むしろそれぞれがそれ自体として(実を)もたらすようにするためである。

§27

Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. Τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς.

「雄牛とロバを一緒に組んで耕してはならない。」魂の誇り高く勤勉な部分を、快楽を愛し情念に流されやすい部分と結びつけてはならない。

§28

Τοῦ αὐτοῦ. Ἡσαΐας δὲ πάλιν γράφει· « Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ. » Ποῖον ὕδωρ, ἐφʼ ᾧ δεῖ σπείρειν τὸ καλὸν σπέρμα; Εἴη δὲ τοῦτο βάπτισμα τῆς σωτηρίας,4 τὸ λουτρὸν τῆς παλιγγενεσίας. Σπεῖρε ἐπὶ τὸ μυστήριον τοῦ λουτροῦ, καὶ γίνῃ μακάριος. Ἐκεῖ βοῦς καὶ ὄνος πατεῖ, βοῦς ὁ καθαρὸς ὁ Ἰσραηλίτης, καὶ ὄνος ἀκάθαρτος ἐκ γένους ὁ ἀπὸ τῶν ἐθνῶν· ἵνα σύμβολον ᾖ ἀμφότερα τὰ ζῶα τοῦ λόγου τοῦ τοῖς ἔθνεσι κεκηρυγμένου. Πατεῖ οὖν βοῦς καὶ ὄνος, φησὶ, τοῦτο τὸ ὕδωρ ὅπου σπείρειν θέλομεν.

同じ著者による。イザヤはまたこう書いている。「すべての水のほとりに種を蒔く者は幸いである。」良い種を蒔くべき「水」とはどのようなものか。それは救いの洗礼、新生の洗いであろう。この洗いの神秘の上に種を蒔きなさい、そうすればあなたは幸いになる。そこでは雄牛とロバが踏み歩く。雄牛とは清い者であるイスラエル人であり、ロバとは生まれながらに汚れている異邦人からの者である。これら両方の動物が、異邦人に宣べ伝えられた御言葉の象徴となるためである。それゆえ、私たちが種を蒔こうと望むこの水を、雄牛とロバが踏み歩く、と彼は言っているのである。

§29

Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί. Τὴν ἤδη μεμνηστευμένην γυναῖκα καλεῖ οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῆς θεοτόκου ἐλέχθη.

「もし夫と婚約した若い処女がいるならば。」彼は、すでに婚約している女性をこのように呼んでいる。そしてこのことはヨセフと神の母についても言われた。

§30

Καὶ ἔως εἰς τὸν αἱῶνα. Ἐπειδὴ καὶ οὗτοι ἐκ πορνείας εἰσὶν ἀπὸ τῶν θυγατέρων τοῦ Λώτ· οὐ μόνον δὲ ἕως γενεᾶς δεκάτης ἄδεκτοι τῇ συναγωγῇ τοῦ Ἰσραήλ εἰσιν, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα. Οὕτω βούλεται αὐτοῖς τὴν ἔχθραν ἀῒδιον εἶναι· κατὰ μὲν τὸ νόημα καὶ τὴν ἀληθῆ αἰτίαν τῆς θείας Γραφῆς, ἐπειδὴ τὸν Βαλαὰμ ἐμισθώσαντο, ἐφʼ ᾧτε καταράσασθαι τοῖς Ἑβραίοις, ἀλλὰ καὶ τὰς αὐτῶν γυναῖκας καὶ τὰς θυγατέρας, ὅσαι ἦσαν ὡραῖαι τῇ ὄψει καὶ καλαὶ τῷ εἴδει, προέσνησαν5 τοῦ γένους, ὥστε αὐτὰς δοῦναι πρὸς πορνείαν τοῖς Ἰσραηλίταις, καὶ πορνείαν διὰ τοῦτο χαλεπωτάτην προξενῆσαι τοῖς Ἑβραίοις· αὕτη δὲ ἦν τὸ ἀποστῆναι μὲν τοῦ Θεοῦ, τελεσθῆναι δὲ τῷ Βεελφεγώρ· ὅπερ καὶ γέγονεν.

「そして永遠にまでも。」なぜなら、彼らもまたロトの娘たちによる淫行から生まれたからである。彼らは十代目に至るまでイスラエルの会衆に受け入れられないだけでなく、永遠に受け入れられない。このように(神は)彼らに対する敵意が永久であることを望んでおられる。聖書の意図および真の原因によれば、それは、彼らがヘブライ人を呪わせるためにバラムを雇ったからであり、それだけでなく、容姿が美しく容貌の優れた自分たちの妻や娘たちをその一族の前に立たせ、彼女たちをイスラエル人との淫行に差し出し、そのことによってヘブライ人に最も困難な淫行をもたらしたからである。そしてこの(淫行)とは、神から離れてバアル・ペオルに仕えることであり、実際にそうなったのである。

§31

Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον. Ὅτι μονόλιθον, φησὶν, ἀδύνατον συντρίψαι τὸν σῖτον· δίδυμον γὰρ ἀῤῥενόθηλυ κατασκευάζεται μύλος. Ἐπεὶ οὖν καὶ Ἰουδαῖοι μίαν διαθήκην ἔχουσιν· ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις δοκοῦσα ταύτην τὴν καινὴν μόνην ἔχειν, οὐκ ἀλήθουσι ἐν τῷ μυλῶνι τούτῳ, ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου· ἐὰν γὰρ, φησὶ, μὴ συντριβῇ καὶ ἀληθῇ ὁ σῖτος, ἄσιτος μένουσιν. Ἐκ τούτου οὖν καὶ αὐτὸς ὁρμώμενος τὸν προκείμενον σαφηνίζω νόμον, « Οὐκ ἐνεχυράσεις μύλον, » τουτέστιν, οὐ μὴ βεβηλώσεις τὴν παλαιὰν καὶ οὐ μὴ ἀπώσεις αὐτὴν6 τῆς σῆς οἰκίας· « οὐδὲ ἐπιμύλιον· » ἀντὶ τοῦ, τὴν καινὴν, « ὅτι ψυχὴν οὗτος ἐνεχυράζει, » τουτέστι τούτοις τρέφεται ἡ ψυχὴ ἀπολαύουσα νοητῶν ἐδεσμάτων.

「あなたは下石臼も上石臼も担保にしてはならない。」なぜなら、一個の石だけでは小麦を粉砕することは不可能だから、と彼は言う。実際、石臼は「雄と雌」の対として作られる。それゆえ、ユダヤ人たちも一つの契約しか持たず、同様に、この新しい契約だけを持っていると思い込んでいるすべての異端も、天のパンを味わうためにこの製粉所で粉を挽くことはない。なぜなら、もし小麦が粉砕されず、挽かれなければ、彼らは食物のないままでいるからである、と彼は言う。それゆえ、私もこのことから出発して、提示された律法を明らかにする。「あなたは石臼を担保にしてはならない。」すなわち、あなたは古い契約を汚してはならず、それをあなたの家から退けてはならない。「また上石臼も(担保にしてはならない)。」これは新しい契約の代わりに言われている。「なぜなら、それは命を担保にするからである。」すなわち、これらによって魂は養われ、知的な食物を享受するのである。

構文注6 件
  1. 24Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος

    申命記20章8節の引用に基づく名詞文。疑問代名詞 τίς を主語とし、定冠詞を伴う分詞句 ὁ φοβούμενος がその述語名詞として機能している。

  2. 25Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς

    この長大な文は、接続詞 ἐπειδὴ γάρ(なぜなら〜なので)から始まり、その内部に「ἄν τε... ἄν τε...」(〜の場合も、また〜の場合も)という対比的な条件節が二つ置かれ、さらに父母の合意の稀少性を述べる主節(καὶ σπάνιον ἔσται...)を経て、最終的な主節「προστάττει ὁ Θεός」(神は命じておられる)へと論理が流れる。文脈上、原因を示す ἐπειδὴ 節全体が、神が両親の合意を石打ちの前提とした理由を説明している。

  3. 26ἵνα μὴ ἀτονωτέρα γένηται ἡ γῆ, ὡς μήτε τὸ σπέρμα πλῆρες ἀποδιδόναι, μήτε τῆς ἀμπέλου τὸν καρπὸν, ἀλλὰ καθʼ ἑαυτοῦ ἕκαστον

    目的節 ἵνα μὴ...(〜とならないように)の内部に、結果や程度を表す ὡς μήτε... μήτε...(〜も〜も結実しないほどに)が挿入されている。最後の ἀλλὰ καθʼ ἑαυτοῦ ἕκαστον は省略構文(elliptical construction)であり、直前の ἀποδιδόναι を補って「むしろそれぞれがそれ自体として[実を]もたらすように」と理解する。

  4. 28Εἴη δὲ τοῦτο βάπτισμα τῆς σωτηρίας

    接続詞や ἄν を伴わない単独の希求法 εἴη は、ここでは話者の推量や蓋然性を示す潜在的・蓋然的希求法(potential/conjectural optative)として機能しており、「〜であろう(おそらく〜である)」と訳される。

  5. 30προέσνησαν

    写本の誤記または異読。文脈上、προύστησαν または προέστησαν(προΐστημι「〜を前に立たせる、差し出す」のアオリスト3人称複数形)の誤写と見なされ、「(男たちの前に)差し出した」の意味で解釈される。

  6. 31οὐ μὴ βεβηλώσεις τὴν παλαιὰν καὶ οὐ μὴ ἀπώσεις αὐτὴν

    「οὐ μή + 直説法未来」の構文であり、極めて強い禁止または否定命令(決して〜してはならない)を表す。古典期では接続法アオリストを伴うことが多いが、後期ギリシア語では直説法未来(βελυλώσεις, ἀπώσεις)も強く用いられる。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(3 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 2 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg2042.tlg053.humanitext-grc1:24-31