§2222. Ἱπποκράτους πρὸς τὸν υἱὸν Θεσσαλόν.
22. ヒッポクラテスから息子テッサロスへ。
Ἱστορίης δὲ μελέτω σοι, ὦ παϊ, γεωμετρικῆς, καὶ ἀριθμήσιος·
我が子よ、幾何学と算術の研究に励むがよい。
οὐ γὰρ μόνον σέο καὶ τὸν βίον εὐκλέα καὶ ἐπὶ πολλὰ χρήσιμον ἐς ἀνθρωπίνην μοίρην ἐπιτελέσει, ἀλλὰ καὶ τὴν ψυχὴν ὀξυτέρην τε καὶ τηλαυγεστέρην κατὰ τὸ ἐν ἰητρικῇ ὀνῆσθαι πᾶν ὅ τι χρῄζει.
なぜなら、それらはただお前自身とお前の人生を輝かしいものにし、人間の運命にとって多くの点で有益なものにするだけでなく、魂をより鋭く、またより遠くまで見通せるものにし、医術において必要とされるあらゆるものから益を得るようにするからである。
Καίτοι ἡ μὲν τῆς γεωμετρίης ἱστορίη ἐοῦσα πολύσχημός τε καὶ πολυειδὴς, καὶ πᾶν μετ’ ἀποδείξιος περαινομένη, ἔσται χρησίμη πρός τε τὰς τῶν ὀστέων θέσεις καὶ ἐξαρθρήσεις καὶ τὴν λοιπὴν τῶν μελέων τάξιν·
実に、幾何学の研究は、多形かつ多様であり、すべてを証明を伴って完成させるものであるが、骨の配置や脱臼、その他の四肢の整列に対して有益となるであろう。
ἐς τὴν γὰρ τουτέων πολυτροπίην εὐεπιγνωστότερος ἐὼν, ἐμβολῇ τε ἄρθρων καὶ τῇ τῶν ὀστέων τῶν συντριβομένων ἀναπρίσει τε καὶ ἐκτρυπήσει καὶ συνθέσει καὶ ἐξαιρέσει καὶ τῇ λοιπῇ θεραπείῃ χρήσῃ, εἰδὼς ὁκοῖόν τε χωρίον ἔστι καὶ τὸ ἐκ τούτου ἐξαιρεύμενον ὀστέον.
なぜなら、これらの多様性をよりよく認識できるようになれば、関節の整復、砕けた骨の鋸断や穿孔、接合、摘出、およびその他の治療を、そこがどのような場所であり、そこから摘出される骨がどのようなものであるかを知った上で施すことができるからである。
Ἡ δὲ τῆς ἀριθμήσιος τάξις πρός τε τὰς περιόδους καὶ εὐλόγους τῶν πυρετῶν μεταστάσιας καὶ τὰς κρίσιας τῶν νοσεόντων καὶ τὰς ἐν νούσοις ἀσφαλείας ἀρκέουσα ἔστω·
一方、算術の秩序は、発熱の周期や合理的な移行、病人の危機、そして病気における安全を予測するのに十分なものであれ。
μάλα γὰρ σεμνὸν ὑπηρεσίην ἔχειν ἐν ἰητρικῇ τοιήνδε, ἥτις σοι τὰ μέρεα τῆς ἐπιτάσιος καὶ τῆς ἀνέσιος ἄνισα ὄντα τὴν μοῖραν εὔγνωστα παρέχεται χωρὶς ἀμπλακίης·
なぜなら、医術においてこのような補助手段を持つことは極めて高貴なことであり、それはお前に、増悪と寛解の度合いがその割合において不均等であっても、誤りなく容易に認識させてくれるからである。
διὸ δὴ κάρτα ἐς δύναμιν ἀφικνέο τῆς τοιῆσδε ἐμπειρίης.
それゆえ、このような経験の力を得るために、大いに努めるがよい。
Ἔῤῥωσο.
健やかであれ。
§2323. Δημόκριτος Ἱπποκράτει περὶ φύσιος ἀνθρώπου.
23. デモクリトスからヒッポクラテスへ、人間の本性について。
Χρὴ πάντας ἀνθρώπους ἰητρικὴν τέχνην ἐπίστασθαι, ὦ Ἱππόκρατες, καλὸν γὰρ ἅμα καὶ ξυμφέρον ἐς τὸν βίον, τουτέων δὲ μάλιστα τοὺς παιδείας καὶ λόγων ἴδριας γεγενημένους.
ヒッポクラテスよ、すべての人間が医術を心得ているべきである。 なぜなら、それは人生にとって美しく、同時に有益であるからであり、彼らのうちでも、とりわけ教養と学問に熟達した者たちにおいてそうである。
Ἱστορίην σοφίης γὰρ δοκέω ἰητρικῆς ἀδελφὴν καὶ ξύνοικον·
というのも、私は知恵の研究を医術の姉妹であり同居人であると考えるからである。
σοφίη μὲν γὰρ ψυχὴν ἀναρύεται παθέων, ἰητρικὴ δὲ νούσους σωμάτων ἀφαιρέεται.
実際、知恵は魂を情念から救い出し、医術は肉体から病を取り除く。
Αὔξεται δὲ νόος παρεούσης ὑγείης, ἣν καλὸν προνοέειν τοὺς ἐσθλὰ φρονέοντας·
そして、健康が存在するときに精神は成長するものであり、善きことを志す者たちは健康をあらかじめ配慮することが望ましい。
ἕξεως δὲ σωματικῆς ἀλγεούσης, οὐδὲ προθυμίην ἄγει νόος ἐς μελέτην ἀρετῆς·
肉体の状態が苦痛に苛まれているときには、精神は徳の研究への熱意さえ失ってしまう。
νοῦσος γὰρ παρεοῦσα δεινῶς ψυχὴν ἀμαυροῖ, φρόνησιν ἐς συμπαθείην ἄγουσα.
なぜなら、病気は存在するときに、知性を共感へと導き、魂をひどく暗くしてしまうからである。
Φύσιος δὲ ἀνθρωπίνης ὑπογραφὴ θεωρίην ἔχει τοιήνδε·
人間の本性の素描は、次のような観察をもたらす。
ὁ μὲν ἐγκέφαλος φρουρέει τὴν ἄκρην τοῦ σώματος, ἀσφάλειαν ἐμπεπιστευμένος, ὑμέσι νευρώδεσι συνεισκατοικέων, ὑπὲρ ὧν ὀστέων διπλῶν φύσιες ἀναγκαίῃ ἀρηρυῖαι δεσπότην φύλακα διανοίης καλύπτουσιν ἐγκέφαλον.
脳は、身体の頂を守っており、その安全を委ねられ、神経質の膜と共に入り組んで居住している。 その上には、二重の骨の構造が必然によって緊密に組み合わさって、思考の主たる守護者である脳を覆っている。
Τριχῶν εὐκοσμία χρῶτα κοσμεῦσα· τὸ δὲ τῶν ὀμμάτων ὁρητικὸν ἐν πολυχίτωνι φωλεῦον ὑγροῦ εὐσταθείᾳ, ὑπὸ μέτωπον κολασίῃ συνίδρυται, θεωρίης δὲ αἴτιον·
髪の美しい秩序は皮膚を飾り、多くの被膜の中に湿気の安定性をもって入れ子になっている目の視覚器官は、額の下の保護のもとに置かれ、観察の契機となっている。
ἀκριβὴς δὲ κόρη φύλακα ταρσὸν εὐκαιρίης ὑπομένει.
そして、緻密な瞳は、適切な時期の守護者である睫毛をその下に控えている。
Διπλοῖ δὲ ῥώθωνες, ὀσφρήσιος ἐπιγνώμονες, διορίζουσιν ὀφθαλμῶν γειτνίην.
二つの鼻孔は、嗅覚を識別するものであり、目の近接領域を隔てている。
Μαλακὴ δὲ χειλέων ἁφὴ στόματι περιπτυσσομένη, ῥημάτων αἴσθησιν ἀκριβῆ τε διάρθρωσιν παρέσχηκε κυβερνωμένη.
唇の柔らかい接触は、口を包み込み、制御されることによって、言葉の正確な感知と明確な分節をもたらす。
Γένειον δὲ ἀκροτελὲς καὶ χελύνειον γόμφοις συνηρμοσμένον.
顎の先端と顎骨は、関節によって互いに適合している。
Ἐνδοχεῖα δὲ μύθων ὦτα δημιουργὸς ἀνέῳγεν, οἷς ἐπεὼν ὁ μῦθος οὐκ ἀσφαλὴς διήκονος ἀλογιστίης γίνεται.
言葉の受容器である耳を、造物主は開いた。 そこでは、言葉が入り込むとき、もし無分別であるならば、それは危険な従者となる。
Λαλιῆς μήτηρ γλῶσσα, ψυχῆς ἄγγελος, πυλωρεῦσα τὴν γεῦσιν, ὀχυροῖς ὀδόντων θριγκοῖσι πεφρούρηται.
言葉の母であり、魂の使者であり、味覚の門番である舌は、歯の堅固な障壁によって守られている。
Βρόγχος δὲ καὶ φάρυγξ ἡρμοσμένοι ἀλλήλοις γειτνιῶσιν·
気管と咽頭は、互いに適合して隣り合っている。
ὁ μὲν γὰρ ἐς κέλευθον πνεύματος, ὁ δὲ ἐς βυθὸν κοιλίης τροφὴν προπέμπει λάβρον ὠθεύμενος.
一方は呼吸の通路へと空気を送り、他方は貪欲に押し込まれる食物を胃の深みへと送り届ける。
Κω νοειδὴς δὲ καρδίη βασιλὶς, ὀργῆς τιθηνὸς, πρὸς πᾶσαν ἐπιβουλὴν ἐνδέδυκε θώρακα.
円錐形の心臓は、支配者であり、怒りの乳母であり、あらゆる謀略に対して胸甲を身にまとっている。
Θαμιναὶ δὲ πνευμόνων σήραγγες ἠέρι διαδύμεναι, φωνῆς αἴτιον πνεῦμα τίκτουσιν.
肺の頻繁な空洞は、空気を通し、声の原因となる息を生み出す。
Τὸ δὲ χορηγὸν αἵματος καὶ μεταβάλλον εἰς τροφὴν, σὺν λοβοῖς πολλάκις κοίλῃ περίπλοοις, ἔσται ἧπαρ ἐπιθυμίης αἴτιον·
血液を供給し、それを栄養へと変化させる肝臓は、しばしば中空の鞘に包まれた葉を伴い、欲望の原因となる。
χλωρὴ δὲ χολὴ, πρὸς ἥπατι μένουσα, καὶ διαφθορὴ σώματος ἀνθρωπηΐου ὑπερβλύσασα γίνεται.
肝臓のそばに留まる黄色い胆汁は、過剰に溢れ出ると人間の身体の破壊をもたらす。
Βλαβερὸς δὲ σώματος ἀνθρωπίνου καὶ ἀνωφελὴς ἔνοικος, σπλὴν ἀπέναντι εὕδει πρᾶγμα μηδὲν αἰτούμενος.
人間の身体の有害で無益な居住者である脾臓は、反対側に眠っており、何も要求しない。
Μέση δὲ τουτέων χορηγεῖ πανδέκτειρα κοιλίη, καὶ εὐνάζεται διοικέουσα τὴν πέψιν.
これらの真ん中で、すべてを受け入れる胃が供給を行い、消化を管理しながら休息する。
Ἔνοχα δὲ κοιλίης, συνθέσιος δημιουργίῃ συνδονεύμενα, εἱλεῖται περὶ κοιλίην ἔντερα, λήψιος καὶ ἀποκρίσεως αἴτια.
胃の含有物であり、精妙な結合の働きによって揺り動かされる腸は、胃の周りに渦巻いており、摂取と排泄の原因となる。
Δίδυμοι δὲ νεφροὶ ἰσχίοισιν ἐνιδρυσμένοι καὶ ἠμφιεσμένοι δημῷ, οὔρων ἐκκρίσιος οὐκ ἀλλότριοι πεφύκασιν.
腰に位置し、脂肪に包まれた一対の腎臓は、尿の排泄と無縁ではない。
Κύριος δὲ ἁπάσης κοιλίης ὁ καλούμενος ἐπίπλους γαστέρα πᾶσαν ἐμπεριείληφε, μόνου σπληνὸς ἄτερ.
腹部全体の支配者である、いわゆる大網は、脾臓だけを除いて、胃全体を包み込んでいる。
Ἑξῆς νευρώδης κύστις ἰσχίῳ στόμα ἐνιδρυσμένη, συμπεπλεγμένων ἀγγείων, οὔρων ἐκκρίσιος αἰτίη γίνεται.
次に、腰にその開口部を持つ膜質の膀胱は、絡み合った血管からなり、尿の排泄の原因となる。
Ἡ δὲ γειτνιῶσα ταύτῃ μήτηρ βρεφέων, ἡ δεινὸν ἄλγος, τῶν ἐν γυναικὶ μόχθων μυρίων παραιτίη, μήτρη πεφώλευκεν·
これに隣り合う、子供たちの母であり、激しい痛みの源であり、女性における無数の労苦の副次的因である子宮が入れ子になっている。
ἡ πυλωρὸς μυχοῖς ἰσχίων βράσασα σὰρξ σφίγγεται νεύροισιν, ἐκ δὲ πλήθους ἐκχέουσα γαστρὸς φύσιος, ἐκ τόκου προνοίης.
腰の奥深くにある門番のようなその肉は、膜によって締め付けられており、出産の配慮から、胎内の本性をその豊かさから放出す。
Ἐκ δὲ σώματος κρεμαστοὶ ἐκτὸς οἰκίην νέμονται ἔκγονοι κτίσται ὄρχεις, πουλυχίτωνες ἐόντες·
身体から外に懸垂している、子孫の創り手である精巣は、多くの被膜に包まれて居住している。
εὔνοον ἥβῃ, ἀπὸ φλεβέων τε καὶ νεύρων πλέγμα, οὔρων ἔκχυσιν ποιεύμενον, συνουσίης ὑπουργὸν, φύσιος ὕπο δεδημιούργηται, ὄρεξιν ἥβης πυκαζομένης.
思春期に調和し、静脈と神経の叢からなる、尿の放出を行い、交わりを補助する器官は、思春期の欲望が高まるにつれて、自然によって作り出されている。
Σκέλη δὲ καὶ βραχίονες καὶ τὰ προσηρτημένα τουτέοισιν ἄκρα, διηκονίης πᾶσαν ἀρχὴν συνηθροισμένα ἔχοντα, νεύρων ἀσφαλῆ λειτουργίην τελέουσιν.
脚と腕、およびこれらに付随する末端は、奉仕のあらゆる原理を集めており、筋肉の確実な機能を発揮する。
Ἡ δὲ ἀσώματος ἐν μυχοῖς φύσις ἐξέτευξε παντάμορφα σπλάγχνων γένη, ἃ δὴ θάνατος ἐπισταθεὶς ὠκέως ἔπαυσε λειτουργίης.
そして、奥深くに存在する無体の自然は、あらゆる形態の臓器を作り出したが、死が立ち至ると、速やかにその機能を停止させるのである。