§2222. Ἱπποκράτους πρὸς τὸν υἱὸν Θεσσαλόν.
22. 希波克拉底致其子塞萨洛斯。
Ἱστορίης δὲ μελέτω σοι, ὦ παϊ, γεωμετρικῆς, καὶ ἀριθμήσιος· οὐ γὰρ μόνον σέο καὶ τὸν βίον εὐκλέα καὶ ἐπὶ πολλὰ χρήσιμον ἐς ἀνθρωπίνην μοίρην ἐπιτελέσει, ἀλλὰ καὶ τὴν ψυχὴν ὀξυτέρην τε καὶ τηλαυγεστέρην κατὰ τὸ ἐν ἰητρικῇ ὀνῆσθαι πᾶν ὅ τι χρῄζει.
我的孩子,你应当致力于几何学和算术的学习;因为这不仅会使你和你的人生显赫,并在许多方面对人类的命运有益,而且还会使你的灵魂更加敏锐和明晰,以便从医术中所需的一切中获益。
Καίτοι ἡ μὲν τῆς γεωμετρίης ἱστορίη ἐοῦσα πολύσχημός τε καὶ πολυειδὴς, καὶ πᾶν μετ’ ἀποδείξιος περαινομένη, ἔσται χρησίμη πρός τε τὰς τῶν ὀστέων θέσεις καὶ ἐξαρθρήσεις καὶ τὴν λοιπὴν τῶν μελέων τάξιν· ἐς τὴν γὰρ τουτέων πολυτροπίην εὐεπιγνωστότερος ἐὼν, ἐμβολῇ τε ἄρθρων καὶ τῇ τῶν ὀστέων τῶν συντριβομένων ἀναπρίσει τε καὶ ἐκτρυπήσει καὶ συνθέσει καὶ ἐξαιρέσει καὶ τῇ λοιπῇ θεραπείῃ χρήσῃ, εἰδὼς ὁκοῖόν τε χωρίον ἔστι καὶ τὸ ἐκ τούτου ἐξαιρεύμενον ὀστέον.
事实上,几何学的研究是多形且多样的,并且一切都是通过证明来完成的,它将对骨骼的定位、脱臼以及其余肢体的排列大有裨益;因为如果你能更好地认识到这些的多样性,你将在了解其部位及从中抽出的骨骼是何种情况的基础上,运用关节复位、骨折碎骨的锯开、穿孔、结合、取出以及其余的治疗。
Ἡ δὲ τῆς ἀριθμήσιος τάξις πρός τε τὰς περιόδους καὶ εὐλόγους τῶν πυρετῶν μεταστάσιας καὶ τὰς κρίσιας τῶν νοσεόντων καὶ τὰς ἐν νούσοις ἀσφαλείας ἀρκέουσα ἔστω· μάλα γὰρ σεμνὸν ὑπηρεσίην ἔχειν ἐν ἰητρικῇ τοιήνδε, ἥτις σοι τὰ μέρεα τῆς ἐπιτάσιος καὶ τῆς ἀνέσιος ἄνισα ὄντα τὴν μοῖραν εὔγνωστα παρέχεται χωρὶς ἀμπλακίης·
而算术的秩序应当足以应对发热的周期和合理的转变、病人的危机以及疾病中的安全;因为在医术中拥有这样的辅助手段是非常高尚的,它使你能够毫无误差地轻易认识到,即使增剧和缓解的程度在比例上是不均等的。
διὸ δὴ κάρτα ἐς δύναμιν ἀφικνέο τῆς τοιῆσδε ἐμπειρίης.
因此,你应当极力去获得这种经验的力量。
Ἔῤῥωσο.
祝你健康。
§2323. Δημόκριτος Ἱπποκράτει περὶ φύσιος ἀνθρώπου.
23. 德谟克利特致希波克拉底,论人的本性。
Χρὴ πάντας ἀνθρώπους ἰητρικὴν τέχνην ἐπίστασθαι, ὦ Ἱππόκρατες, καλὸν γὰρ ἅμα καὶ ξυμφέρον ἐς τὸν βίον, τουτέων δὲ μάλιστα τοὺς παιδείας καὶ λόγων ἴδριας γεγενημένους.
希波克拉底啊,所有人都应当懂得医术,因为这对于人生而言既是美好的,同时也是有益的,而在这些人中,尤以那些在教养和学问上成熟的人为甚。
Ἱστορίην σοφίης γὰρ δοκέω ἰητρικῆς ἀδελφὴν καὶ ξύνοικον· σοφίη μὲν γὰρ ψυχὴν ἀναρύεται παθέων, ἰητρικὴ δὲ νούσους σωμάτων ἀφαιρέεται.
因为我认为,对智慧的研究是医术的姊妹和同居者;因为智慧将灵魂从激情中拯救出来,而医术则清除身体的疾病。
Αὔξεται δὲ νόος παρεούσης ὑγείης, ἣν καλὸν προνοέειν τοὺς ἐσθλὰ φρονέοντας· ἕξεως δὲ σωματικῆς ἀλγεούσης, οὐδὲ προθυμίην ἄγει νόος ἐς μελέτην ἀρετῆς· νοῦσος γὰρ παρεοῦσα δεινῶς ψυχὴν ἀμαυροῖ, φρόνησιν ἐς συμπαθείην ἄγουσα.
当健康存在时,精神便会成长,那些志向高尚的人应当预先考虑到健康;但当身体状况遭受痛苦时,精神甚至连对美德研究的热情也会失去;因为疾病存在时,会可怕地使灵魂暗淡,将理智带入共感。
Φύσιος δὲ ἀνθρωπίνης ὑπογραφὴ θεωρίην ἔχει τοιήνδε· ὁ μὲν ἐγκέφαλος φρουρέει τὴν ἄκρην τοῦ σώματος, ἀσφάλειαν ἐμπεπιστευμένος, ὑμέσι νευρώδεσι συνεισκατοικέων, ὑπὲρ ὧν ὀστέων διπλῶν φύσιες ἀναγκαίῃ ἀρηρυῖαι δεσπότην φύλακα διανοίης καλύπτουσιν ἐγκέφαλον.
而人类本性的草图具有如下的观察:大脑守卫着身体的顶峰,被委以安全之重任,与纤维膜共同居住。 在其上,因必要而紧密结合的双重骨骼结构覆顶,遮盖着作为思想主导守护者的大脑。
Τριχῶν εὐκοσμία χρῶτα κοσμεῦσα· τὸ δὲ τῶν ὀμμάτων ὁρητικὸν ἐν πολυχίτωνι φωλεῦον ὑγροῦ εὐσταθείᾳ, ὑπὸ μέτωπον κολασίῃ συνίδρυται, θεωρίης δὲ αἴτιον· ἀκριβὴς δὲ κόρη φύλακα ταρσὸν εὐκαιρίης ὑπομένει.
秀发的优美秩序装饰着皮肤;而在众多被膜中以湿气的稳定性而嵌套的眼睛视觉器官,则被安置在额头的保护之下,成为观察的契机;而精密的瞳孔在其下等待着睫毛作为其合时的守护者。
Διπλοῖ δὲ ῥώθωνες, ὀσφρήσιος ἐπιγνώμονες, διορίζουσιν ὀφθαλμῶν γειτνίην.
双鼻孔是嗅觉的判官,隔开了眼睛的邻近区域。
Μαλακὴ δὲ χειλέων ἁφὴ στόματι περιπτυσσομένη, ῥημάτων αἴσθησιν ἀκριβῆ τε διάρθρωσιν παρέσχηκε κυβερνωμένη.
双唇的柔软接触包裹着嘴部,通过受控,提供了言语的精准感知和清晰分节。
Γένειον δὲ ἀκροτελὲς καὶ χελύνειον γόμφοις συνηρμοσμένον.
下巴的末端和颌骨通过关节相契合。
Ἐνδοχεῖα δὲ μύθων ὦτα δημιουργὸς ἀνέῳγεν, οἷς ἐπεὼν ὁ μῦθος οὐκ ἀσφαλὴς διήκονος ἀλογιστίης γίνεται.
造物主开启了作为言语容器的双耳,在那里,当言语传入时,如果是无分别的,它便会成为危险的愚蠢仆役。
Λαλιῆς μήτηρ γλῶσσα, ψυχῆς ἄγγελος, πυλωρεῦσα τὴν γεῦσιν, ὀχυροῖς ὀδόντων θριγκοῖσι πεφρούρηται.
作为词语之母、灵魂之使者、守卫味觉的舌头,被牙齿坚固的屏障所保护。
Βρόγχος δὲ καὶ φάρυγξ ἡρμοσμένοι ἀλλήλοις γειτνιῶσιν· ὁ μὲν γὰρ ἐς κέλευθον πνεύματος, ὁ δὲ ἐς βυθὸν κοιλίης τροφὴν προπέμπει λάβρον ὠθεύμενος.
气管和咽喉彼此相合、互为邻里;一方向着呼吸的通道推送空气,另一方则将贪婪推入的食物送往胃的深处。
Κω νοειδὴς δὲ καρδίη βασιλὶς, ὀργῆς τιθηνὸς, πρὸς πᾶσαν ἐπιβουλὴν ἐνδέδυκε θώρακα.
圆锥形的心脏是统治者,是愤怒的乳母,针对一切阴谋而披上了胸甲。
Θαμιναὶ δὲ πνευμόνων σήραγγες ἠέρι διαδύμεναι, φωνῆς αἴτιον πνεῦμα τίκτουσιν.
肺部频繁的空腔通过空气,生出作为声音原因的呼吸。
Τὸ δὲ χορηγὸν αἵματος καὶ μεταβάλλον εἰς τροφὴν, σὺν λοβοῖς πολλάκις κοίλῃ περίπλοοις, ἔσται ἧπαρ ἐπιθυμίης αἴτιον· χλωρὴ δὲ χολὴ, πρὸς ἥπατι μένουσα, καὶ διαφθορὴ σώματος ἀνθρωπηΐου ὑπερβλύσασα γίνεται.
供给血液并将其转化为营养的肝脏,往往伴随着包裹在空腔鞘中的叶,是欲望的原因;而留在肝脏附近的黄胆汁,一旦过度溢出,便会成为人类身体的毁灭。
Βλαβερὸς δὲ σώματος ἀνθρωπίνου καὶ ἀνωφελὴς ἔνοικος, σπλὴν ἀπέναντι εὕδει πρᾶγμα μηδὲν αἰτούμενος.
脾脏是人类身体中有害且无益的居住者,它睡在对面,不求任何东西。
Μέση δὲ τουτέων χορηγεῖ πανδέκτειρα κοιλίη, καὶ εὐνάζεται διοικέουσα τὴν πέψιν.
在这些的中间,包容一切的胃提供着供给,并在管理消化的同时进行休息。
Ἔνοχα δὲ κοιλίης, συνθέσιος δημιουργίῃ συνδονεύμενα, εἱλεῖται περὶ κοιλίην ἔντερα, λήψιος καὶ ἀποκρίσεως αἴτια.
作为胃的容纳物、通过精妙结合的作用而震动的肠,盘旋在胃的周围,是摄取和排泄的原因。
Δίδυμοι δὲ νεφροὶ ἰσχίοισιν ἐνιδρυσμένοι καὶ ἠμφιεσμένοι δημῷ, οὔρων ἐκκρίσιος οὐκ ἀλλότριοι πεφύκασιν.
位于腰部并裹以脂肪的双肾,与尿液的排泄并非毫无关系。
Κύριος δὲ ἁπάσης κοιλίης ὁ καλούμενος ἐπίπλους γαστέρα πᾶσαν ἐμπεριείληφε, μόνου σπληνὸς ἄτερ.
整个腹部的支配者、即所谓的大网,包围了整个胃,唯独脾脏除外。
Ἑξῆς νευρώδης κύστις ἰσχίῳ στόμα ἐνιδρυσμένη, συμπεπλεγμένων ἀγγείων, οὔρων ἐκκρίσιος αἰτίη γίνεται.
接着,在腰部设有开口的膜性膀胱由交织的血管组成,成为尿液排泄的原因。
Ἡ δὲ γειτνιῶσα ταύτῃ μήτηρ βρεφέων, ἡ δεινὸν ἄλγος, τῶν ἐν γυναικὶ μόχθων μυρίων παραιτίη, μήτρη πεφώλευκεν· ἡ πυλωρὸς μυχοῖς ἰσχίων βράσασα σὰρξ σφίγγεται νεύροισιν, ἐκ δὲ πλήθους ἐκχέουσα γαστρὸς φύσιος, ἐκ τόκου προνοίης.
与此相邻的是婴儿之母、剧烈痛苦的源头、女性无数劳苦的辅助因——子宫,它嵌套在其中;其作为腰部深处门卫的肌肉被膜紧紧束缚,出于对生育的考量,从其丰饶中倾泻出腹部的本性。
Ἐκ δὲ σώματος κρεμαστοὶ ἐκτὸς οἰκίην νέμονται ἔκγονοι κτίσται ὄρχεις, πουλυχίτωνες ἐόντες· εὔνοον ἥβῃ, ἀπὸ φλεβέων τε καὶ νεύρων πλέγμα, οὔρων ἔκχυσιν ποιεύμενον, συνουσίης ὑπουργὸν, φύσιος ὕπο δεδημιούργηται, ὄρεξιν ἥβης πυκαζομένης.
悬挂在身体之外、作为子孙创造者的睾丸居住在其中,被多层被膜包裹;在青春期相协调、由静脉和神经组成的丛,进行尿液的释放并辅助交配,是随着青春期欲望的加浓而由自然创造出来的。
Σκέλη δὲ καὶ βραχίονες καὶ τὰ προσηρτημένα τουτέοισιν ἄκρα, διηκονίης πᾶσαν ἀρχὴν συνηθροισμένα ἔχοντα, νεύρων ἀσφαλῆ λειτουργίην τελέουσιν.
双腿、双臂以及附属于这些的末端,集结了服务的全部原理,履行着肌肉的安全功能。
Ἡ δὲ ἀσώματος ἐν μυχοῖς φύσις ἐξέτευξε παντάμορφα σπλάγχνων γένη, ἃ δὴ θάνατος ἐπισταθεὶς ὠκέως ἔπαυσε λειτουργίης.
而在深处无形的自然,创造了各种形态的内脏,一旦死亡降临,便迅速停止了它们的功能。