Humanitext Reader

ヒポクラテス · 書簡、決議、演説 §24-26

デメトリオス王への養生書とアテナイの顕彰決議

16 / 21 箇所 · ギリシア語

要旨

ヒッポクラテスからデメトリオス王に宛てた、頭部を病気の根源とする健康維持の書簡、アテナイ人によるヒッポクラテスの顕彰決議、そしてコス島の自由を守るためにアテナの祭壇でテサリア人に支援を求めるヒッポクラテスの嘆願演説。

§2424. Ἱπποκράτους ὑγιεινὸν πρὸς Δημήτριον βασιλέα.
24. ヒッポクラテスからデメトリオス王への養生書。
Ἱπποκράτης Κῷος βασιλεῖ Δημητρίῳ χαίρειν.
コスのヒッポクラテス、デメトリオス王へ挨拶を送る。
Ἡμεῖς καὶ πρότερον σπουδάζοντες, ὦ βασιλεῦ, περὶ τῆς ἀνθρωπίνης φύσιος ἐν κεφαλαίῳ θεωρῆσαι τὰ μέρη, ταῦτα ξυγγράψαντες καθάπερ ἠξίωσας, ἀπεστείλαμεν.
王よ、我々は以前にも、人間の本性についてその諸部分を要約して考察することに努め、これらをご要望通りに書き記して送りました。
Νῦν δὲ περὶ ὧν δεῖ μάλιστα σπουδάζειν τοὺς ἔμφρονας, ἡμεῖς τὰ μὲν καὶ παρὰ τῶν πρότερον παρειληφότες, τὰ δὲ καὶ νῦν αὐτοὶ προσεξευρίσκοντες, γεγράφαμέν σοι·
そして今、思慮ある人々が最も努めるべき事柄について、我々は先人たちから受け継いだものもあり、また今我々自身が新しく発見したものもあって、あなたに書き送りました。
οἷς σὺ [καὶ] τῶν προτέρων ἀῤῥωστημάτων σημείοις γινομένοις ἐπακολουθῶν καὶ χρώμενος πλειστάκις, ἄνουσος ἂν εἴης τὸν ἅπαντα χρόνον.
あなたがこれらに従い、また現れる諸症状に寄り添ってしばしば用いるならば、生涯にわたって無病でいられるでしょう。
Ἔστι δὲ δύο γένη ἀῤῥωστιῶν ἁπάντων ζώων, ἡ μὲν κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι.
すべての動物の病いには二つの類があり、一方は原因によるもの、他方は受動的状態によるものであって、互いに異なっています。
Τὰς δ’ ἐπιθυμίας τὰς κατὰ τὴν τροφὴν ἐκ τῶν ὑπεναντίων ὄψει, ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά·
食物に関する欲求については、乾燥させるものが湿ったものを、湿らせるものが乾燥したものを、空にするものが満ちたものを、満たすものが空のものをいやすというように、相反するものから生じるのを見るでしょう。
τὰς δὲ νούσους ἁπάσας ἐξ ὑπεναντίων ὄψει καθεστηκυίας καὶ νούσους ὑπὸ νούσων γινομένας.
また、すべての病気も相反するものから解決され、また病気が病気によって解決されるのを見るでしょう。
Ὑπὸ σπασμῶν, πυρετὸς ἐπιγινόμενος ἵστησι τὸ νόσημα·
痙攣に対しては、発熱がこれに続いて起こることで、その病気を静めます。
κεφαλῆς δὲ περιωδυνίας αἷμα κατὰ τὰ ὦτα ῥαγὲν ἢ κατὰ τὰς ῥῖνας·
頭部の激痛に対しては、耳や鼻から出血することが病気を止めます。
σπασμοὶ πᾶσι τοῖς μελαγχολικοῖς ἐπιγιγνόμενοι παύουσι τὰς μελαγχολίας.
憂鬱症のすべての人々において、痙攣が引き続いて起こることは、その憂鬱症を静めます。
Καὶ καθόλου μέν ἐστι καὶ ῥίζα τῶν ἀνθρωπίνων νοσημάτων ἡ κεφαλὴ, καὶ τὰ ἀῤῥωστήματα τὰ μέγιστα ἐκ ταύτης παραγίνεται·
そして総じて頭部は人間の病気の根源であり、最大の病気はここから生じます。
ἐπικειμένην γὰρ αὐτὴν τῷ σώματι, ὥσπερ σικύαν τῶν εἰσφερομένων ἁπάντων συμβαίνει αὐτὴν ἕλκειν περιττώματα καὶ τοὺς λεπτομερεῖς χυμούς.
なぜなら、頭部は身体の上に位置しており、あたかも吸角のように、取り込まれるすべてのものの余剰物や精妙な液汁を引き寄せてしまうからです。
Δεῖ δὲ προσέχειν τὸν νοῦν, ἰδίως [τε] ζῇν αὐτὸν παρασκευάσαντα εἰς ταῦτα τὰ μέρη, ὅπως μηδεμίαν αὔξησιν λαμβάνῃ τὰ προσπίπτοντα τῶν ἀῤῥωστημάτων διά γε τῆς ἐπιμελείης καὶ τῆς εὐταξίης τῆς παρὰ σοὶ γινομένης, καὶ μήτε ταῖς τῶν ἀφροδισίων ἀκρασίαις μήτε ταῖς τῶν διαφόρων ἐδεσμάτων μήτε τοῖς ὕπνοις τοῖς ὑπερχαλαστικοῖς, ἀγυμνάστου ὄντος τοῦ σώματος, χρώμενον, ἀλλ’ ἐπακολουθοῦντα τοῖς σημείοις τοῖς γινομένοις ἐν τῷ σώματι, διατηρεῖν τὸν καιρὸν ἑκάστου, ὅκως ἂν φυλαξάμενος τὸ ἀῤῥώστημα τὸ μέλλον ἐπιφέρεσθαι, ταῖς θεραπηΐαις αἷς ἂν ἐγὼ γράφω χρώμενος, διατελῇς ἄνουσος ἐών.
それゆえ、注意を払い、特に頭部に配慮して生きるようにし、あなたの側で行われる配慮と規則正しい生活によって、発生する病気がいささかも増大しないようにしなければなりません。 そして、身体が鍛えられていない状態のときに、性的な不摂生や、様々な食物、過度に身体を弛緩させる睡眠に耽ることなく、身体に生じる兆候に注意を払い、それぞれの適切な時機を守るべきです。 そうすれば、将来もたらされようとする病気を警戒し、私が書き記す治療法を用いることで、生涯を無病で過ごすことができるでしょう。
§2525. Δόγμα Ἀθηναίων.
25. アテナイ人の決議。
Ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων.
アテナイの評議会と民会は以下のように決議した。
Ἐπειδὴ Ἱπποκράτης Κῷος, ἰατρὸς ὑπάρχων καὶ γεγονὼς ἀπὸ Ἀσκληπιοῦ, μεγάλην εὔνοιαν μετὰ σωτηρίας ἐνδέδεικται τοῖς Ἕλλησι, ὅτε καὶ λοιμοῦ ἰόντος ἀπὸ τῆς βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, κατὰ τόπους ἀποστείλας τοὺς ἑαυτοῦ μαθητὰς, παρήγγειλε τίσι χρὴ θεραπείαις χρωμένους ἀσφαλῶς διαφεύξασθαι τὸν ἐπιόντα λοιμὸν, ὅπως τε ἰητρικὴ τέχνη Ἀπόλλωνος διαδοθεῖσα τοῖς Ἕλλησιν ἀσφαλῶς σώζει τοὺς κάμνοντας αὐτῶν·
コスのヒッポクラテスは、医師でありアスクレピオスの子孫であるが、ギリシア人に対して救済を伴う大いなる好意を示した。 すなわち、未開人の地からギリシアへと疫病が襲来した際、自身の弟子たちを各地に派遣し、どのような治療法を用いて襲いかかる疫病を安全に避けるべきかを指示し、こうしてアポロンから伝承された医術がギリシア人に伝えられて病む人々を安全に救うようにした。
ἐξέδωκε δὲ καὶ ξυγγράψας ἀφθόνως τὰ περὶ τῆς ἰητρικῆς τέχνης, πολλοὺς βουλόμενος τοὺς σώζοντας ὑπάρχειν ἰητρούς·
また、彼は医術に関する書物を惜しみなく著して出版し、救済をもたらす医師が多数存在することを望んだ。
τοῦ τε Περσῶν βασιλέως μεταπεμπομένου αὐτὸν ἐπὶ τιμαῖς ταῖς κατ’ αὐτὸν ἴσαις καὶ δώροις ἐφ’ οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρῆται, ὑπερεῖδε τὰς ὑποσχέσεις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸς ἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν.
さらに、ペルシアの王が、王自身に匹敵する栄誉と、ヒッポクラテス自らが望むいかなる贈り物をもって彼を招請したときにも、その未開人の約束を軽蔑した。 なぜなら、その王はギリシア人の宿敵であり共通の敵であったからである。
Ὅπως οὖν ὁ δῆμος Ἀθηναίων φαίνηται προαιρούμενος τὰ χρήσιμα διὰ παντὸς ὑπὲρ τῶν Ἑλλήνων καὶ ἵνα χάριν ἀποδῷ πρέπουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων;
それゆえ、アテナイの民衆が常にギリシア人のために有益なことを志していることを示し、またその恩恵に対してヒッポクラテスにふさわしい感謝を報いるために、民衆は決議した。
δεδόκηται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλα δημοσίᾳ καθάπερ Ἡρακλέα τὸν Διὸς, καὶ στεφανῶσαι αὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων·
彼を、ゼウスの子ヘラクレスと同様に、公費をもって大神秘に勧入させること、また一千金貨相当の黄金の冠で彼を戴冠すること。
ἀναγορεῦσαί τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ ἀγῶνι τῷ γυμνικῷ·
そして、その戴冠を大パナテナイア祭の体育競技において布告すること。
καὶ ἐξεῖναι πᾶσι Κώων παισὶν ἐφηβεύσιν ἐν Ἀθήναις καθάπερ παισὶν Ἀθηναίων, ἐπειδή περ ἡ πατρὶς αὐτῶν ἄνδρα τοιοῦτον ἐγέννησεν·
また、コスのすべての若者たちが、彼らの祖国がこのような人物を生み出したのであるから、アテナイの若者たちと同様にアテナイでエペボスとして教育を受けることを許すこと。
εἶναι δὲ Ἱπποκράτει καὶ πολιτείαν καὶ σίτισιν ἐν. Πρυτανείῳ διὰ βίου.
そしてヒッポクラテスに市民権と、生涯にわたるプリュタネイオンでの食事の特権を与えること。
§2626. Ἐπιβώμιος.
26. 祭壇での演説。
Ὦ πολλοὶ καὶ πολλῶν πολίων οἰκηταὶ, ἐν ἀξίῃ μεγάλῃ γεγονότες, κοινὸν οὔνομα Θεσσαλοὶ, πᾶσιν ἀνθρώποισι πικρὴ ἀνάγκη τὰ μεμοιραμένα φέρειν·
多くの、そして多くの都市の住民であり、大いなる尊厳のうちにある人々よ、テッサリア人という共通の名を持つ者たちよ。
καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται, ᾗ καὶ νῦν ἐγὼ εἴκων, ξὺν ἐμῇ γενεᾷ θαλλοὺς στέψας, ἐπ’ Ἀθηναίης βωμοῦ ἱκέτης ἵδρυμαι, τίς ἐὼν χρὴ λέγειν τοῖς ἀγνοέουσιν.
すべての人にとって、割り当てられた運命を耐え忍ぶことは辛い必然である。 なぜなら、運命は自身が望むものを耐え忍ぶよう強制するからである。 それゆえ、私もまた今それに屈し、私の家族と共にオリーブの枝を戴き、アテナの祭壇に嘆願者として身を置いている。 私が誰であるかを、知らない人々に対して語らねばなるまい。
Ἱπποκράτης, ὦ ἄνδρες, ὁ ἰητρὸς ὁ Κῶος διὰ σεμνῆς καὶ καλῆς αἰτίης ἐμὲ ἑωυτὸν καὶ παῖδας ὑμῖν ξυνίστημι.
諸君、コスの医師ヒッポクラテスである私自身、そして子供たちを、厳粛かつ美わしい理由によって、あなた方に委ねます。
Γινώσκεσθε, ὦ πλῆθος·
群衆よ、知るがよい。
καὶ γὰρ δὴ, ὦ ἄνδρες, οἰκεῖοι ἐόντες ὡς εἰπεῖν, ἀληθῶς πολλοῖσιν ὑμέων καὶ πολίων ὑμετέρων γινώσκομαι ὡς τύπῳ εἰπεῖν.
実際、諸君、いわば親しい者として、私は真にあなた方の多くに、そしてあなた方の都市の多くに、大まかに言って知られているのである。
Οὔνομα δ’ ἰδέης καὶ προσωτέρω κεχώρηκε·
名声はさらに遠くまで届いている。
δοκέω δὲ τοῦτο ἐκ τέχνης ἐμῆς ὑγιείης τε καὶ ζωῆς αἴτιον ἀνθρώποισιν, οὐ μόνον τοῖσι τὴν ἡμετέρην οἰκέουσιν, ἀλλὰ καὶ πολλοῖσιν Ἑλλήνων ἐγγὺς ἡμέων γινώσκομαι.
私はこれが、私の医術、すなわち人間にとっての健康と生命の原因たるものによるのだと考えている。 我が国に住む人々だけでなく、私たちの近くにいる多くのギリシア人にも私は知られている。
Ἤδη δὲ ὁτέῳ ὑπέμεινα τὸ τηλικοῦτον πρῆγμα ἔργῳ πρᾶξαι, ἐρέω.
さて、私がこのような重大な事柄を身をもって行うに至った理由を語ろう。
Ἀθηναῖοι, ὦ ἄνδρες Θεσσαλοὶ, κακῶς ἐξουσίῃ χρεώμενοι, μητρόπολιν ἡμετέρην Κῶ ἐν δούλης μέρει διατίθενται, τὰ ἐλεύθερα διὰ προγόνων κτήσιος δορίκτητα ποιεύμενοι, οὔτε ξυγγενείην αἰδεσθέντες, ἥ ἐστιν αὐτέοις ἀπὸ Ἀπόλλωνός τε καὶ Ἡρακλέους, ἥτις ἐς Αἴνιόν τε καὶ Σούνιον τοὺς κείνων παῖδας ἱκνέεται, οὔθ’ Ἡρακλέους εὐεργεσίας ἐνὶ φρεσὶ βαλόμενοι, ἃς ὁ κοινὸς ὑμῖν τε καὶ ἡμῖν ὀρθῶς ποιέων θεὸς ἐς ἐκείνους κατέθετο.
テッサリアの諸君、アテナイ人は、その権力を悪用し、私たちの母市コスを奴隷のように扱い、先祖代々の獲得によって自由であった地を武力による征服地にしようとしている。 彼らは、アポロンやヘラクレスから彼ら自身へと続き、その子孫がアイニオスやスニオンへと至る親族関係を重んじることもせず、また、あなた方にとっても私たちにとっても共通の、正義を行う神が彼らに遺した恩恵を心に留めることもしないのだ。
Ὑμεῖς τε ἀλλὰ πρὸς Διὸς ἱκεσίου καὶ θεῶν ὁμογνίων ἐξέλθετε, ἀμύνατε, ἐλευθερώσατε, τῆς ἰδίης φιλοτιμίης μηδὲν ἐλλείποντες.
それゆえ、あなた方は、嘆願者の守護神ゼウスと、同じ血統の神々にかけて、立ち上がり、防衛し、解放してほしい。 あなた方自身の誇りをいささかも欠くことなく。

語釈・文法注

  1. §24κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι — 中性名詞である δύο γένη を先行詞としながら、形容詞 ἀνόμοιαι が女性複数主格をとっている。これは文脈上の意味(病気を指す女性名詞 ἀῤῥωστίαι)に一致させた意味による一致(constructio ad sensum)である。
  2. §24ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά — これら現在分詞属格複数の連続は、前置詞句 ἐκ τῶν ὑπεναντίων(相反するものから)の内容を具体的に説明する同格(属格)として機能している。それぞれ『〜を乾燥させるもの(による治療)』などの能動的な作用を示す。
  3. §25δεδόκηται τῷ δήμῳ μυῆσαι — 通常の公文書決議に見られる過去形 ἔδοξε に代わり、完了形 δεδόκηται(〜と決議されている、決定している)が用いられており、決定の永続的な効力を強調している。後続する不定詞(μυῆσαι、στεφανῶσαιなど)は、この非人称表現の主語(実質的な決定内容)となる。
  4. §26καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται — 動詞 βιάζεται はここでは『(必然や運命が)強制する』という能動的(あるいは中動的)な非人称的ニュアンスで用いられており、関係代名詞節 ἃ βούλεται([運命が]望むところのものを)が不定詞 καρτερεῖν(耐え忍ぶこと)の目的語となっている。

この箇所を引用する

ヒポクラテス, 書簡、決議、演説 §24-26. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:24-26

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。