§2020. Ἱπποκράτης Δημοκρίτῳ εὖ πράττειν.
20. ヒッポクラテスからデモクリトスへ、万事順調なることを。
Ἰητρικῆς τέχνης, ὦ Δημόκριτε, κατορθώματα μὲν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ παντάπασιν ἐπαινέουσι, θεοῖσι δὲ πολλάκις προσαρτῶσιν·
デモクリトスよ、多くの人々は医術の成功を全く称賛するわけではなく、しばしばそれを神々に帰する。
ἢν δέ τι ἡ φύσις ἀντιπρήξασα ἀπολέσῃ τὸν θεραπευόμενον, ἰητροὺς καταμέμφονται παρέντες τὸ θεῖον.
しかし、もし自然が反作用して治療されている者を死なせるなら、彼らは神性を無視して医師たちを非難する。
Καὶ ἔγωγε δοκέω πλείονα μεμψιμοιρίην ἢ τιμὴν κεκληρῶσθαι τὴν τέχνην.
そして、私自身、この技術は名誉よりも不平不満を多く割り当てられていると思う。
Ἐγὼ μὲν γὰρ ἰητρικῆς ἐς τέλος οὐκ ἀφϊγμαι, καί περ ἤδη γηραλέος καθεστώς·
なぜなら、私自身、すでに高齢になっているにもかかわらず、医術の極みに達してはいないからである。
οὐδὲ γὰρ ὁ τῆσδε εὑρέτης Ἀσκληπιὸς, ἀλλὰ καὶ αὐτὸς ἐν πολλοῖς διεφώνησε, καθάπερ ἡμῖν αἱ τῶν ξυγγραφέων βίβλοι παραδεδώκασιν.
というのも、この術の発見者であるアスクレピオスでさえ極みに到達したわけではなく、彼自身も多くのことで失敗したと、著述家たちの書物が私たちに伝えているからである。
Ἡ μὲν οὖν ὑπὸ σέο ἐπισταλεῖσα ἡμϊν ἐπιστολὴ κατεμέμφετο περὶ τῆς φαρμακείης τοῦ ἐλλεβόρου.
さて、君から私たちに送られた書簡は、ヘレボルスの薬物治療について非難していた。
Εἰσήχθην μὲν οὖν, ὦ Δημόκριτε, ὡς μεμηνότα ἐλλεβοριῶν, οὐ καταμαντευσάμενος ὅστις ποτ’ εἴης·
実のところ、デモクリトスよ、私は君が一体誰であるかを予見することなく、狂っている者としてヘレボルスを飲ませるために連れてこられたのであった。
ὡς δ’ ἐντυχὼν ἔγνων, οὐ μὰ Δία παραφρονήσιος ἔργον, ἀλλὰ σχεδὸν ἀποδοχῆς πάσης, κάρτα σὴν φύσιν ἐπῄνεσα, ἄριστόν τε φύσιος ἑρμηνευτὴν καὶ κόσμου ἔκρινα·
しかし、出会って理解した時、誓って、それは狂気の業ではなく、むしろほとんどすべての称賛に値するものであり、私は君の天性を大いに称賛し、君を自然と宇宙の最良の解釈者であると判定した。
τοὺς δὲ εἰσαγαγόντας με ἐμεμψάμην ὡς μεμηνότας, φαρμακείης γὰρ αὐτοὶ ἔχρῃζον.
そして、私を連れてきた人々を、彼ら自身が薬物治療を必要としている狂った人々として非難した。
Ἔπειδὴ τοίνυν τὸ αὐτόματον ἡμέας εἰς τὸ αὐτὸ ξυνήγαγεν, ὀρθῶς ποιήσεις ἐπιστέλλων ἠμῖν πυκνότερον καὶ μεταδιδοὺς τῶν ὑπὸ σέο γραφομένων ξυνταγμάτων·
それゆえ、偶然が私たちを同じ場所に引き合わせた以上、君が私たちにより頻繁に手紙を書き、君によって書された論考を分かち合ってくれるなら、それは正しいこととなるだろう。
ἀπέσταλκα δέ σοι καὶ αὐτὸς τὸν περὶ τοῦ ἐλλεβορισμοῦ λόγον.
そして、私自身も君にヘレボルス投与に関する論考を送った。
Ἔῤῥωσο.
健やかであれ。
§2121. Ἱπποκράτης Δημοκρίτῳ περὶ ἐλλεβορισμοῦ.
21. ヒッポクラテスからデモクリトスへ、ヘレボルス投与について。
Τοῖς μὴ ῥηϊδίως ἄνω καθαιρομένοις πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλέονι τροφῇ καὶ ἀναπαύσει.
容易に上部への瀉下が行われない者たちに対しては、服用の前に、より多くの食物と休息によって体をあらかじめ湿らせておくべきである。
Ἐπὴν δὲ πίῃ ἐλλέβορον, πρὸς τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, μὴ πρὸς ὕπνους·
そしてヘレボルスを飲んだ時には、眠りへと導くのではなく、むしろ体の運動へと導べきである。
δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει.
船酔いは、運動が体を攪乱することを示している。
Ἐπὴν βούλῃ μᾶλλον ἄγειν ἐλλέβορον, κίνει τὰ σώματα.
ヘレボルスをより働かせたいと望む時は、体を動かしなさい。
Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι.
ヘレボルスは、健康な肉体を持つ者たちには危険である。
Ὅσοι ἐν ταῖς φαρμακοποσίαις μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι.
薬物の服用の間に喉が渇かない人々は、瀉下が行われている間、喉が渇くまで止まらない。
Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον.
ヘレボルスによる痙攣は致命的である。
Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν.
過剰な瀉下において、痙攣や吃逆が併発することは危険である。
Ἐν ταῖς ταραχαῖς τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοις τοῖς αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν·
腹の下りや自然に生じる嘔吐において、もし彼らが適正に排泄されるならば、それは有益であり、彼らはそれを容易に耐える。
εἰ δὲ μὴ, τοὐναντίον.
しかし、そうでなければ、反対である。
Ὡς δὲ ἔφην ἐν τῷ προγνωστικῷ, κάθαρσις εὐθετεῖ ἡ ἄνω, ἐφ’ ᾧ ἀπυρέτῳ ἀσιτίη ἢ καρδιωγμὸς ἢ σκοτόδινος ἢ στόμα ἐπιπικρούμενον, καθόλου ταῖς ὑπὲρ τῶν φρενῶν ὀδύναις·
そして私が『予兆論』で述べたように、熱がない状態で、食欲不振、あるいは胸焼け、あるいは眩暈、あるいは口が苦くなることがある場合、総じて横隔膜より上の痛みに対しては、上部の瀉下が適している。
ἡ δὲ κάτω, ὅπου χωρὶς πυρετοῦ στρόφος, ὀσφύος ὀδύνη, γουνάτων βάρος, καταμήνια δυσεργοῦντα, ὀδύναι ἐν τοῖς ὑπὸ τὸ διάφραγμα.
一方、熱がなく、腹痛、腰の痛み、膝の重さ、月経困難、横隔膜より下の部分の痛みがある場合には、下部の瀉下が適している。
Φυλάσσεσθαι δὲ ἐν ταῖς φαρμακοποσίαις τοὺς ἀστείους τὰ σώματα, μάλιστα δὲ τοὺς μέλανας καὶ ὑγροσάρκους, καὶ τοὺς ὑποξήρους δὲ καὶ ψελλοὺς καὶ τραυλούς.
そして、薬物の服用の間、華奢な体つきの者たち、とりわけ色黒で水太りの者たち、また乾燥気味の者たち、吃音や舌足らずの者たちに対しては注意を払うべきである。
Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῆς νούσου, ὡς ἔφην ἐν τῷ περὶ πτισάνης, εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ὠφελέουσιν, οὐδὲ γὰρ διαδίδωσιν ὠμὸν ἐὸν τὸ πάθος, τὰ δὲ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν·
しかし、病気の初期に、炎症を起こしている部分を直ちに薬物治療によって解出しようと企てる人々は、私が『大麦粥について』で述べたように、緊張し炎症を起こしている部分に対しては何の益ももたらさない。 なぜなら、病は未熟であるために拡散しないからである。 むしろ、病気に抵抗している健康な部分を消耗させてしまう。
ἀσθενέος δὲ τοῦ σώματος γινομένου, τὸ νόσημα ἐπικρατεῖ, καὶ ἀνιήτως ἔχουσιν.
そして、体が衰弱するにつれて病気が打ち勝ち、彼らは不治の状態に陥る。
Ἐλλεβορίζειν δὲ χρὴ οἷς ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα·
また、頭部からカタルの下りてくる者たちには、ヘレボルスを投与すべきである。
μὴ διδόναι δὲ ἐπὶ ἐμπύων, μήτε φαρμακεύειν τοὺς ἀχρόους, τοὺς βραγχώδεας, τοὺς σπληνώδεας, τοὺς ἀφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας, διψώδεας, φυσώδεας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰς καὶ μετάφρενα, τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν ὤτων, καὶ τῆς οὐρήθρης ἀκρατεῖς, μηδὲ τοὺς ἰκτερώδεας ἢ κοιλίης ἀσθενέας, ἢ αἱμοῤῥώδεας, ἢ ἐν φύμασιν·
しかし、蓄膿のある者には与えてはならず、また、顔色の悪い者、声音の嗄れた者、脾臓の腫れた者、貧血の者、呼吸が荒く乾いた咳をする者、ひどく渇きを覚える者、ガスが溜まっている者、季肋部や脇腹や背中が張っている者、感覚が麻痺している者、目がかすむ者、耳鳴りのする者、尿失禁のある者、黄疸の者、胃腸の弱い者、痔のある者、あるいは腫瘍のある者には薬物治療を施してはならない。
ἢν δὲ φαρμακεῦσαι δοκέῃ, ἐλλεβόρῳ ἀσφαλῶς ἄνω κάθαιρε, κάτω δὲ μή·
もし薬物治療を施すのが適当と思われるなら、ヘレボルスによって安全に上部の瀉下を行い、下部は行ってはならない。
κράτιστον δὲ τούτοις διαιτᾷν.
しかし、これらの者に対しては食事療法を施すのが最善である。
Ὡς δὲ ἔφην ἐν τῷ προῤῥητικῷ, μὴ φαρμακεύειν μηδὲ τοὺς ἐπανεμοῦντας μέλανα, ἀποσίτους καὶ παραφόρους, καθ’ ἥβην μικρὰ ὀδυνώδεας, ὄμμα θρασὺ κεκλιμένον ἔχοντας, ἐποιδοῦντας, σκοτώδεας, ἀχρόους, μηδὲ τοὺς ἐν πυρετῷ καυματώδεας κατακεκλασμένους.
そして私が『予言論』で述べたように、黒い体液を吐く者、食欲がなく譫妄状態にある者、下腹部のあたりにわずかな痛みがある者、大胆でありながら伏せられた目(眼差し)をしている者、腫れの見られる者、目眩のする者、顔色の悪い者、また、稽留熱で衰弱している者に対しても、薬物治療を施してはならない。
Ὡς δὲ ἔφην ἐν τῷ περὶ πτισάνης, σησαμοειδὲς ἄνω καθαίρει·
そして私が『大麦粥について』で述べたように、ゴマ様植物は上部の瀉下を行う。
ἡ πόσις ἥμισυ δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον·
その服用量は、酢蜜の中で細かくすりつぶした半ドラクマである。
ξυμμίσγεται δὲ καὶ τοῖς ἐλλεβόροις τὸ τρίτον μέρος τῆς πόσιος, καὶ ἧσσον πνίγει.
また、服薬量の3分の1がヘレボルスに混ぜ合わされ、その方が窒息を引き起こしにくい。
Καθαίρειν δὲ καὶ τοὺς ἐν χρονίοις τεταρταίοις καὶ τοὺς ἐν λιπυριώδει πυρετῷ χρονίους, καὶ ὧν οὐκ ἔστι δίψος μηδὲ ἀπόκρισις, τούτους δὲ μὴ πρότερον τῶν τριῶν ἑβδομάδων, ποτὲ δὲ καὶ πλευριτικοὺς καὶ εἰλεώδεις·
また、慢性の四日熱を患っている者、慢性のリピリア熱を患っている者、そして渇きも分泌もない者に対しても、瀉下を行うべきである。 しかし、これらの者に対しては 3週間より前には行ってはならない。 また、時には肋膜炎や腸閉塞の患者に対しても行うべきである。
ὡς δὲ ἔφην ἐν τῷ περὶ γυναικείων, καὶ ἢν αἱ μῆτραι καθάρσεως δέωνται.
そして私が『婦人病について』で述べたように、もし子宮が浄化を必要としている場合にも同様である。