§2020. Ἱπποκράτης Δημοκρίτῳ εὖ πράττειν.
20. 希波克拉底致德谟克利特,问安。
Ἰητρικῆς τέχνης, ὦ Δημόκριτε, κατορθώματα μὲν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ παντάπασιν ἐπαινέουσι, θεοῖσι δὲ πολλάκις προσαρτῶσιν· ἢν δέ τι ἡ φύσις ἀντιπρήξασα ἀπολέσῃ τὸν θεραπευόμενον, ἰητροὺς καταμέμφονται παρέντες τὸ θεῖον.
德谟克利特啊,大多数人并不完全赞美医术的成功,而是常常将其归功于神明;但是,如果自然起反作用而使被治疗者死亡,他们就会忽略神性而责怪医生。
Καὶ ἔγωγε δοκέω πλείονα μεμψιμοιρίην ἢ τιμὴν κεκληρῶσθαι τὴν τέχνην.
而我确实认为,这门医术所分得的控诉多于荣誉。
Ἐγὼ μὲν γὰρ ἰητρικῆς ἐς τέλος οὐκ ἀφϊγμαι, καί περ ἤδη γηραλέος καθεστώς· οὐδὲ γὰρ ὁ τῆσδε εὑρέτης Ἀσκληπιὸς, ἀλλὰ καὶ αὐτὸς ἐν πολλοῖς διεφώνησε, καθάπερ ἡμῖν αἱ τῶν ξυγγραφέων βίβλοι παραδεδώκασιν.
因为我自己虽然已经年迈,但仍未达到医术的顶峰;因为即使是这门医术的发现者阿斯克勒庇俄斯也未尝如此,他自己也在许多事情上失误,正如作家的书籍向我们传授的那样。
Ἡ μὲν οὖν ὑπὸ σέο ἐπισταλεῖσα ἡμϊν ἐπιστολὴ κατεμέμφετο περὶ τῆς φαρμακείης τοῦ ἐλλεβόρου.
那么,你寄给我们的信,是在抱怨关于黑藜芦的药物治疗。
Εἰσήχθην μὲν οὖν, ὦ Δημόκριτε, ὡς μεμηνότα ἐλλεβοριῶν, οὐ καταμαντευσάμενος ὅστις ποτ’ εἴης· ὡς δ’ ἐντυχὼν ἔγνων, οὐ μὰ Δία παραφρονήσιος ἔργον, ἀλλὰ σχεδὸν ἀποδοχῆς πάσης, κάρτα σὴν φύσιν ἐπῄνεσα, ἄριστόν τε φύσιος ἑρμηνευτὴν καὶ κόσμου ἔκρινα· τοὺς δὲ εἰσαγαγόντας με ἐμεμψάμην ὡς μεμηνότας, φαρμακείης γὰρ αὐτοὶ ἔχρῃζον.
实际上,德谟克利特啊,我是在完全不知道你究竟是谁的情况下,被带去给作为疯子的你服用黑藜芦的;但在相遇并了解之后,起誓,那绝非疯狂之举,反而几乎值得所有赞许,我极大地赞美了你的天性,并判定你是自然和宇宙的最佳诠释者;而我责怪了那些带我来的人,认为他们才是发疯的,因为他们自己才需要药物治疗。
Ἔπειδὴ τοίνυν τὸ αὐτόματον ἡμέας εἰς τὸ αὐτὸ ξυνήγαγεν, ὀρθῶς ποιήσεις ἐπιστέλλων ἠμῖν πυκνότερον καὶ μεταδιδοὺς τῶν ὑπὸ σέο γραφομένων ξυνταγμάτων· ἀπέσταλκα δέ σοι καὶ αὐτὸς τὸν περὶ τοῦ ἐλλεβορισμοῦ λόγον.
因此,既然偶然将我们带到了同一地方,如果你能更频繁地给我们写信,并分享你所撰写的论文,你将做得非常正确;而我自己也寄给了你关于黑藜芦服法的论述。
Ἔῤῥωσο.
祝你健康。
§2121. Ἱπποκράτης Δημοκρίτῳ περὶ ἐλλεβορισμοῦ.
21. 希波克拉底致德谟克利特,论黑藜芦服法。
Τοῖς μὴ ῥηϊδίως ἄνω καθαιρομένοις πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλέονι τροφῇ καὶ ἀναπαύσει.
对于那些不易向上排泄的人,在服用之前,应当通过更多的食物和休息来预先湿润其身体。
Ἐπὴν δὲ πίῃ ἐλλέβορον, πρὸς τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, μὴ πρὸς ὕπνους· δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει.
而当服下了黑藜芦时,应当引导他们多进行身体运动,而不是去睡觉;因为船晕表明运动会扰动身体。
Ἐπὴν βούλῃ μᾶλλον ἄγειν ἐλλέβορον, κίνει τὰ σώματα.
当你希望使黑藜芦更起作用时,要活动身体。
Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι.
黑藜芦对于肌肉健康的人是危险的。
Ὅσοι ἐν ταῖς φαρμακοποσίαις μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι.
在服药期间不口渴的人,在排泄时,直到他们口渴才会停止。
Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον.
因黑藜芦而引起的痉挛是致命的。
Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν.
在过度排泄时,并发痉挛或呃逆是坏事。
Ἐν ταῖς ταραχαῖς τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοις τοῖς αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· εἰ δὲ μὴ, τοὐναντίον.
在肠胃紊乱和自发引起的呕吐中,如果他们适度排泄,这便是有益的,且他们能轻松承受;但如果不是这样,则恰恰相反。
Ὡς δὲ ἔφην ἐν τῷ προγνωστικῷ, κάθαρσις εὐθετεῖ ἡ ἄνω, ἐφ’ ᾧ ἀπυρέτῳ ἀσιτίη ἢ καρδιωγμὸς ἢ σκοτόδινος ἢ στόμα ἐπιπικρούμενον, καθόλου ταῖς ὑπὲρ τῶν φρενῶν ὀδύναις· ἡ δὲ κάτω, ὅπου χωρὶς πυρετοῦ στρόφος, ὀσφύος ὀδύνη, γουνάτων βάρος, καταμήνια δυσεργοῦντα, ὀδύναι ἐν τοῖς ὑπὸ τὸ διάφραγμα.
正如我在《预后论》中说过的那样,在无热的情况下,对于有食欲不振、或烧心、或眩晕、或口中发苦的人,总之对于横隔膜以上的疼痛,向上排泄是适宜的;而向下排泄,则适用于无热而有腹痛、腰部疼痛、双膝沉重、月经不调、横隔膜以下部位疼痛的情况。
Φυλάσσεσθαι δὲ ἐν ταῖς φαρμακοποσίαις τοὺς ἀστείους τὰ σώματα, μάλιστα δὲ τοὺς μέλανας καὶ ὑγροσάρκους, καὶ τοὺς ὑποξήρους δὲ καὶ ψελλοὺς καὶ τραυλούς.
而在服药期间,应当注意那些身体娇弱的人,尤其是肤色黝黑且肌肉湿润的人,以及那些偏于干燥、口吃和口齿不清的人。
Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῆς νούσου, ὡς ἔφην ἐν τῷ περὶ πτισάνης, εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ὠφελέουσιν, οὐδὲ γὰρ διαδίδωσιν ὠμὸν ἐὸν τὸ πάθος, τὰ δὲ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γινομένου, τὸ νόσημα ἐπικρατεῖ, καὶ ἀνιήτως ἔχουσιν.
但是,凡是在疾病初期就试图立刻通过药物治疗来消除发炎部位的人,正如我在《论大麦粥》中说过的那样,对于紧张且发炎的部分毫无益处,因为病症尚不成熟而无法消散,反而会使抵抗疾病的健康部分虚脱;随着身体变得虚弱,疾病占了上风,他们便陷入了不可救药的境地。
Ἐλλεβορίζειν δὲ χρὴ οἷς ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα· μὴ διδόναι δὲ ἐπὶ ἐμπύων, μήτε φαρμακεύειν τοὺς ἀχρόους, τοὺς βραγχώδεας, τοὺς σπληνώδεας, τοὺς ἀφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας, διψώδεας, φυσώδεας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰς καὶ μετάφρενα, τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν ὤτων, καὶ τῆς οὐρήθρης ἀκρατεῖς, μηδὲ τοὺς ἰκτερώδεας ἢ κοιλίης ἀσθενέας, ἢ αἱμοῤῥώδεας, ἢ ἐν φύμασιν· ἢν δὲ φαρμακεῦσαι δοκέῃ, ἐλλεβόρῳ ἀσφαλῶς ἄνω κάθαιρε, κάτω δὲ μή· κράτιστον δὲ τούτοις διαιτᾷν.
此外,应当给那些从头部流下粘液的人服用黑藜芦;但不可给予有积脓的人,也不可对面色苍白者、声音沙哑者、脾脏肿大者、贫血者、呼吸困难且干咳者、极度口渴者、胀气者、季肋部和侧胁及后背紧张者、感觉麻痹者、视物模糊且耳鸣者、尿失禁者,以及黄疸患者、肠胃虚弱者、痔疮患者或有肿瘤的人进行药物治疗;如果认为应当进行药物治疗,要用黑藜芦安全地进行向上排泄,而不要进行向下排泄;但对这些人来说,进行饮食调理是最好的。
Ὡς δὲ ἔφην ἐν τῷ προῤῥητικῷ, μὴ φαρμακεύειν μηδὲ τοὺς ἐπανεμοῦντας μέλανα, ἀποσίτους καὶ παραφόρους, καθ’ ἥβην μικρὰ ὀδυνώδεας, ὄμμα θρασὺ κεκλιμένον ἔχοντας, ἐποιδοῦντας, σκοτώδεας, ἀχρόους, μηδὲ τοὺς ἐν πυρετῷ καυματώδεας κατακεκλασμένους.
正如我在《预言论》中说过的那样,对于呕吐黑色物质、食欲不振且神志不清的人,阴部周围有轻微疼痛的人,眼神凶狠却低垂的人,身体浮肿的人,眩晕者,面色苍白者,以及在灼热的高热中极度衰弱的人,也决不要进行药物治疗。
Ὡς δὲ ἔφην ἐν τῷ περὶ πτισάνης, σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις ἥμισυ δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖς ἐλλεβόροις τὸ τρίτον μέρος τῆς πόσιος, καὶ ἧσσον πνίγει.
正如我在《论大麦粥》中说过的那样,芝麻状植物能向上排泄;服用量是在醋蜜中研磨的半德拉克马;它也可以和黑藜芦混合,占服用量的三分之一,这样较不易引起窒息。
Καθαίρειν δὲ καὶ τοὺς ἐν χρονίοις τεταρταίοις καὶ τοὺς ἐν λιπυριώδει πυρετῷ χρονίους, καὶ ὧν οὐκ ἔστι δίψος μηδὲ ἀπόκρισις, τούτους δὲ μὴ πρότερον τῶν τριῶν ἑβδομάδων, ποτὲ δὲ καὶ πλευριτικοὺς καὶ εἰλεώδεις· ὡς δὲ ἔφην ἐν τῷ περὶ γυναικείων, καὶ ἢν αἱ μῆτραι καθάρσεως δέωνται.
此外,对于患有慢性四日疟的人、患有慢性里皮里亚热的人、以及既无口渴也无排泄物的人,也应当进行排泄;但对于这些人,不得在三周之前进行;有时也适用于肋膜炎和肠梗阻患者;正如我在《论妇科病》中说过的那样,如果子宫需要净化,也是如此。