Humanitext Reader

ヒポクラテス · 書簡、決議、演説 §18-19

デモクリトスによる弁明と狂気の医学的考察

13 / 21 箇所 · ギリシア語

要旨

デモクリトスからヒッポクラテスへの返書であり、狂人と誤解された経緯を明かして臨床的観察の重要性を説き、続けて脳の体液失衡から生じる狂気についての医学的論考を示す。

§1818. Δημόκριτος Ἱπποκράτει εὖ πράττειν.
18. デモクリトスからヒッポクラテスへ、万事順調なることを。
Ἐπῆλθες ἡμῖν ὡς μεμηνόσιν, ὦ Ἱππόκρατες, ἐλλέβορον δώσων, πεισθεὶς ἀνοήτοις ἀνδράσι, παρ’ οἷσιν ὁ πόνος τῆς ἀρετῆς μανίη κρίνεται.
ヒッポクラテスよ、君は、徳への努力が狂気と判断される愚かな男たちに説得されて、私たちを狂っているとみなしてヘレボルスを飲ませようとやって来た。
Ἐτυγχάνομεν δὲ περὶ κόσμου διαθέσιος καὶ πολογραφίης, ἔτι τε ἄστρων οὐρανίων ξυγγράφοντες.
しかし、私は世界の秩序や天球の描写、さらに天の星々について執筆しているところであった。
Γνοὺς δὲ τὴν ἐπὶ τούτοις φύσιν, ὡς ἀκεραίως κάρτα εἴη ἐπιδεδημιουργημένα καὶ ὡς τῆλου μανίης καὶ παραφρονήσιος καθεστήκοι, ἐμοῖο μὲν φύσιν ἐπῄνεσας, ἀπηνέας δὲ καὶ μεμηνότας κείνους ἔκρινας.
しかし、これらのことに関する私の本性を知り、それらがいかに極めて欠けなく創造されており、またいかに狂気や精神錯乱から遠く隔たっているかを知ると、君は私の天性を称賛し、彼らを過酷で気が狂っていると判定した。
Ὁκόσα γὰρ ἰνδαλμοῖσι διαλλάττοντα ἀνὰ τὸν ἠέρα πλάζει ἡμέας, ἃ δὴ κόσμῳ ξυνεώραται καὶ ἀμειψιρυσμέοντα τέτευχε, ταῦτα· νόος ἐμὸς φύσιν ἐρευνήσας ἀτρεκέως ἐς φάος ἤγαγεν·
なぜなら、幻影によって現実と異なって空中に漂い私たちを惑わすもの、宇宙において観察されかつ形態を変えつつ生じるもの、これらすべてを、私の知性は本質を探究して正確に光の下へと導き出したからである。
μάρτυρες δὲ τουτέων βίβλοί ὑπ’ ἐμοῖο γραφεῖσαι.
これらを証言するのが、私によって書かれた書物である。
Χρὴ οὖν καὶ σὲ, ὦ Ἱππόκρατες, μὴ τοιουτοτρόποισιν ἀνδράσιν ξυνέρχεσθαι καὶ ξυνομιλέειν, ὧν νόος ἀκρόπλοος καὶ ἀβέβαιος καθέστηκεν.
それゆえ、ヒッポクラテスよ、君もまた、知性が浅瀬を航行するようで不確かな、そのような風潮の人々と交わり、親しく語らうべきではない。
Εἴ γάρ τοι πεισθεὶς ὡς μεμηνότα με επότισας ἐν ἐλλεβόρῳ, ἡ πινυτὴ μανίη ἂν ἐγεγόνει, καὶ σέο τέχνην ἂν κατεμέμψαντο, ὡς παραιτίην παρακοπῆς γεγενημένην·
というのも、もし君が、私が狂っていると信じ込んで私にヘレボルスを飲ませていたなら、賢明さが狂気に変わってしまっていたであろうし、人々は君の技術を、精神錯乱の副次的要因になったとして非難したであろうから。
ἐλλέβορος γὰρ ὑγιαίνουσι. μὲν δοθεὶς ἐπισκοτεῖ διάνοιαν, μεμηνόσι δὲ κάρτα ὠφελέειν εἴωθεν.
なぜなら、ヘレボルスは健康な者に与えられると理性を曇らせるが、狂った者には大いに役立つのが常だからである。
Γνῶθι γὰρ εἰ μὴ κατειλήφεις με γράφοντα, ἀνακείμενον δὲ ἢ σχέδην περιπατεῦντα καὶ προσομιλεῦντα ἐμαυτῷ, ὁτὲ μὲν δυσχεραίνοντα, ὁτὲ δὲ μειδιῶντα ἐπὶ τοῖσιν ἐννοουμένοισιν ὑπ’ ἐμοῖο, καὶ τοῖσι μὲν προσομιλέουσι τῶν γνωρίμων οὐ προσέχοντα, ἐφιστάντα δὲ τὴν διάνοιαν καὶ σκεπτόμενον ἐκπάγλως, ᾠήθης ἂν Δημόκριτον, κατά γε ὄψιος κρίσιν ἐκ τῶν ὁρεομένων; μανίης εἰκόνι ἐοικέναι.
考えてもみよ。 もし君が、執筆している私ではなく、横になっていたり、静かに歩き回りながら自分自身に話しかけていたり、ある時は不機嫌そうにし、ある時は自分が考えていることに対して微笑んだり、知人のうち話しかけてくる者に注意を払わず、知性を集中させて激しく考え込んでいる私に出会っていたなら、君は、目に見えるものからの視覚的判断に従う限りにおいて、デモクリトスが狂気の姿に似ていると思ったのではないか。
Χρὴ οὖν τὸν ἰητρὸν μὴ μοῦνον ὄψει τὰ πάθεα κρίνειν, ἀλλὰ καὶ πρήγματι τούς τε ῥυθμοὺς ἀνακρίνειν ὡς ἐπιτοπλεῖστον, καὶ πότερον ἄρχοιτο τὸ πάθος ἤ μεσάζοι ἢ λήγοι, καὶ διαφορὴν καὶ ὥρην καὶ ἡλικίην παρατηροῦντα ἰητρεύειν τὸ πάθος οὐλομελίην τε τοῦ σκήνεος·
それゆえ、医師はただ見た目だけで病気を判断するのではなく、事実によって生体のリズムを可能な限り詳細に調査し、また病気が始まりつつあるのか、中盤にあるのか、衰えつつあるのか、そして個々の相違や季節、年齢を観察しつつ、病気と肉体全体の完全性を治療すべきである。
ἐκ γὰρ τουτέων ἁπάντων εὐχερῶς τὴν νοῦσον εὑρήσεις.
なぜなら、これらすべてから君は容易に病気を見出すであろうから。
Ἀπέσταλκα δέ σοι τὸν περὶ μανίης λόγον.
そして私は君に狂気についての論考を送った。
Ἔῤῥωσο.
健やかであれ。
§1919. Ὁ περὶ μανίης λόγος.
19. 狂気についての論考。
Μαινόμεθα, ὡς ἔφην ἐν τῷ περὶ ἱερῆς νούσου, ὑπὸ ὑγρότητος τοῦ ἐγκεφάλου, ἐν ᾧ ἐστὶ τὰ τῆς ψυχῆς ἔργα.
私たちが狂うのは、私が『神聖病について』で述べたように、脳の湿り気によるものであり、脳の中にこそ魂の働きがある。
Ὅταν ὑγρότερος τῆς φύσιος ᾖ, ἀνάγκη κινεῖσθαι, κινουμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν. ἀλλὰ ἄλλοτε ἀλλοῖα ὁρᾷν τε καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι, οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε·
脳が本来の状態よりも湿っている時、それは動かざるを得ず、動いている時には、視覚も聴覚も静止せず、時々で異なるものを見たり聞いたりし、舌もまたその都度見聞きするようなことを語る。
ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον ὁ ἄνθρωπος.
そして脳が静止している限りにおいて、その時間だけ、人間は思考するのである。
Γίνεται δὲ ἡ διαφθορὰ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς, γνώσῃ δὲ έκάτερα ὧδε·
脳の損傷は粘液と胆汁によって生じるが、それぞれの状態を次のように知るだろう。
οἱ μὲν γὰρ ὑπὸ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοηταὶ οὐδὲ θορυβώδεες·
すなわち、粘液によって狂う者は静かで、叫ばず、騒がしくもない。
οἱ δὲ ὑπὸ χολῆς, πλῆκται καὶ κακοῦργοι καὶ οὐκ ἠρεμαῖοι.
一方、胆汁によって狂う者は、暴力的で、害をなし、じっとしていない。
Ἢν μὲν ξυνεχῶς μαίνωνται, αὗται αἱ προφάσιες εἰσίν·
もし彼らが絶え間なく狂っているなら、これらがその原因である。
ἢν δὲ δείματα καὶ φόβοι, ὑπὸ μεταστάσιος γίνεται τοῦ ἐγκεφάλου θερμαινομένου ὑπὸ χολῆς ὁρμώσης ἐπ’ αὐτὸν κατὰ τὰς φλέβας τὰς αἱματίτιδας·
しかし、もし恐怖や恐れがあるなら、それは、血管を通じて脳へと急激に流れ込む胆汁によって脳が温められ、変調を来すことによって生じる。
ὅταν δὲ ἀπέλθῃ ἡ χολὴ πάλιν ἐς τὰς φλέβας καὶ τὸ σῶμα, πέπαυται.
胆汁が再び血管と身体へと立ち去る時、それは治まる。
Ἀνιῆται δὲ καὶ ἀσῆται καὶ ἐπιλήθεται, παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ ξυνισταμένου παρὰ τὸ ἔθος.
脳が、不適切な時に粘液によって冷やされ、通常とは異なって凝固する時には、人は苦しみ、煩悶し、物忘れをする。
Ὅταν δὲ ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται ὑπὸ χολῆς κατὰ τὰς φλέβας τὰς εἰρημένας, ἐπιζέσαντος τοῦ αἵματος, ἐνύπνια ὁρεῦσι φοβερὰ, καὶ ὡς ἐγρηγορότος τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθραίνονται, καὶ ἡ γνώμη ἐπινοεῖ τι κακόν ἐργάζεσθαι·
しかし、脳が前述の血管を通じて胆汁によって突然過熱され、血液が沸騰する時には、恐ろしい夢を見、目覚めている時のように顔が火照り、目が赤くなり、精神は何か悪いことを行う企てを巡らせる。
τοῦτο καὶ ἐν τῷ ὕπνῳ πάσχει·
これは睡眠中にも起こる。
ὅταν δὲ τὸ αἷμα σκεδασθῇ πάλιν ἐς τὰς φλέβας, πέπαυται.
そして、血液が再び血管へと散る時、それは治まる。
Ἐν δὲ τῷ πέμπτῳ τῶν ἐπιδημιῶν ἱστόρησα ὡς ἐγίνετο ἀφωνίη, ἄγνοια, παραληρήσεις συχναὶ καὶ ὑποστροφαί·
『流行病』の第5巻において、私はどのようにして失声、意識障害、頻繁な譫妄、そして病の再発が生じたかを記録した。
ἡ δὲ γλῶσσα σκληρὴ, καὶ εἰ μὴ διακλύσαιτο, λαλεῖν οὐχ οἷός τε ἦν, καὶ σφόδρα πικρὴ τὰ πολλά·
舌は硬く、もし口をすすがなければ、話すことができなかった。 また多くの場合、極めて苦かった。
φλεβοτομίη ἔλυσεν, ὑδροποσίη, μελίκρητον, ἐλλεβόρων πόσιες·
瀉血、水分の摂取、蜂蜜水、ヘレボルスの服用が症状を和らげた。
οὗτος ὀλίγον ἐπιζήσας χρόνον ἐτελεύτησεν.
この患者は、少しの間生き延びた後に亡くなった。
Ἄλλος ἦν δν, ὅτε εἰς ποτὸν ὁρμῴη, φόβος τῆς αὐλητρίδος ἐλάμβανεν, εἰ ἀκούσειεν αὐλούσης, ἡμέρης δὲ ἀκούων οὐδὲν ἔπασχεν.
別の男性がいたが、彼は、酒宴に赴く時、もし女性のフルート奏者が奏でるのを聞くなら、その奏者に対する恐怖に襲われた。 しかし、昼間に聞く時には、何の影響も受けなかった。

語釈・文法注

  1. §18Δημόκριτος Ἱπποκράτει εὖ πράττειν — 書簡の冒頭で用いられる定型的な挨拶表現であり、動詞(例えば λέγει や κελεύει)が省略された独立不定詞 εὖ πράττειν(「万事順調であること、健勝であること」)が単独で機能している。
  2. §18Γνοὺς δὲ τὴν ἐπὶ τούτοις φύσιν — 分詞 Γνοὺς に、前文の宇宙の事象(ταῦτα)を主語とする ὡς... εἴη... と、デモクリトス自身の探究を主語とする ὡς... καθεστήκοι... の2つの間接疑問節が係っている。希求法 εἴη および καθεστήκοι は、主節の動詞が過去(ἐπῄνεσας, ἔκρινας)であることに伴う斜格希求法である。
  3. §18ᾠήθης ἂν Δημόκριτον... μανίης εἰκόνι ἐοικέναι — 前文の条件節 εἰ μὴ κατειλήφεις(直説法過去完了、「もし君が見つけていなかったなら」)に対応する、反実仮想の帰結節。直説法過去 ᾠήθης に ἂν が伴うことで、「君は思ったであろう(しかし実際には思わなかった)」という過去の事実と反対の想定を表し、不定詞句 Δημόκριτον... ἐοικέναι(デモクリトスが狂気の姿に似ていること)を従えている。
  4. §19ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον — ὅσον と τοσοῦτον による相関構文で、「〜する限り(その間だけ)…する」という時間的限定を示す。先行節 ὅσον ἂν +接続法は一般条件・一般時間(「脳が静止しているときはいつでも」)を規定し、帰結節の現在形 φρονεῖ(「思考する」)と呼応している。

この箇所を引用する

ヒポクラテス, 書簡、決議、演説 §18-19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:18-19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。