§1111. Ἱπποκράτης Ἀβδηριτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
11. ヒポクラテス、アブデラの評議会と民衆に挨拶を送る。
Ὁ πολίτης ὑμέων Ἀμελησαγόρης ἦλθεν ἐς Κῶ, καὶ ἔτυχε τότ’ ἐοῦσα τῆς ῥάβδου ἡ ἀνάληψις ἐν ἐκείνῃ τῇ ἡμέρῃ καὶ ἐτήσιος ἑορτὴ, ὡς ἴστε, πανήγυρις ἡμῖν καὶ πομπὴ πολυτελὴς ἐς κυπάρισσον, ἣν ἔθος ἀνάγειν τοῖς τῷ θεῷ προσήκουσιν.
あなた方の市民アメリサゴラスがコス島へやって来たが、その日はたまたま我々の間で、あなた方も知る通り、イトスギの神聖な森への豪華な行列と大祝祭が行われる、神に仕える者たちが執り行う習慣となっている年に一度の祝拝である「杖の奉納」の日に当たっていた。
Ἐπεὶ δὲ σπουδάζειν ἐῴκει καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῆς πρσσόψιος ὃ Ἀμελησαγόρης, πεισθεὶς, ὅπερ ἦν, ἐπείγειν τὸ πρῆγμα, ἀνέγνων τε ὑμέων τὴν ἐπιστολὴν, καὶ ἐθαύμασά ὅτε περὶ ἑνὸς ἀνθρώπου ὡς εἷς ἄνθρωπος ἡ πόλις θορυβεῖσθε.
アメリサゴラスが言葉からもその顔つきからも真剣であるように見え、実際その通りであったのだが、事態が急を要すると確信したため、私はあなた方の手紙を読み、一人の人間のために、まるで一つの生命であるかのように都市全体が動揺していることに驚嘆した。
Μακάριοί γε δῆμοι ὁκόσοι ἴσασι τοὺς ἀγαθοὺς ἄνδρας ἐρύματα ἑωυτῶν, καὶ οὐ τοὺς πύργους οὐδὲ τὰ τείχεα, ἀλλὰ σοφῶν ἀνδρῶν σοφὰς γνώμας.
優れた人々を自分たちの城壁や塔ではなく、賢者たちの賢明な意見こそが自らの守りであると知っている民衆は、なんと幸福なことだろう。
Ἐγὼ δὲ πειθόμενος τέχνας μὲν εἶναι θεῶν χάριτας, ἀνθρώπους δὲ ἔργα φύσιος, καὶ μὴ νεμεσήσητε, ἄνδρες Ἀβδηρῖται, οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με ἀνασώσασθαι ποίημα ἑωυτῆς, κινδυνεῦον ὑπὸ νόσου διαπεσεῖν.
私は、技術は神々の恵みであり、人間は自然の作品であると確信している。 アブデラの人々よ、腹を立てないでほしい。 私は、あなた方が私を呼んでいるのではなく、自然そのものが、病によって崩壊しかかっている自らの作品を救い出すために、私を呼んでいるのだと思う。
Ὥστε πρὸ ὑμέων ἐγὼ νῦν φύσει καὶ θεοῖς ὑπακούων σπεύδω νοσέοντα Δημόκριτον ἰήσασθαι, εἴπερ δὴ καὶ τοῦτο νοῦσος ἐστὶν, ἀλλὰ μὴ ἀπάτῃ συσκιάζεσθε, ὅπερ εὔχομαι·
それゆえ、あなた方に先んじて、私は今、自然と神々に従い、病めるデモクリトスを治療するために急ぐ。 もしこれが本当に病気であるならばの話だが。 だが、あなた方が誤解によって曇らされていないことを私は願うし、実際そうであることを祈る。
καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι.
そして、この疑念に対して動揺したこと自体が、あなた方の内にある好意のより大いなる証拠となりますように。
Ἀργύριον δὲ μοι ἐρχομένῳ οὔτ’ ἂν φύσις οὔτ’ ἂν θεὸς ὑπόσχοιτο, ὥστε μηδ’ ὑμεῖς, ἀνέρες Ἀβδηρῖται, βιάζεσθε, ἀλλ’ ἐᾶτε ἐλευθέρης τέχνης ἐλεύθερα καὶ τὰ ἔργα.
行こうとする私に対して、自然も神も金銭を約束してはくれない。 それゆえ、アブデラの人々よ、あなた方も私にそれを強いないでくれ。 自由な技術の働きもまた、自由なままにしておくがよい。
Οἱ δὲ μισθαρνεῦντες δουλεύειν ἀναγκάζουσι τὰς ἐπιστήμας, ὥσπερ ἐξανδραποδίζοντες αὐτὰς ἐκ τῆς προτέρης παῤῥησίης·
報酬を得て働く者たちは、知識を奴隷化させ、それらを以前の自由な立場から引き離して売り払うかのようである。
εἶθ’ ὡς εἰκὸς καὶ ψεύσαιντο ἂν ὡς περὶ μεγάλης νούσου, καὶ ἀρνηθεῖεν ἂν ὡς περὶ σμικρῆς, καὶ οὐκ ἂν ἔλθοιεν ὑποσχόμενοι, καὶ πάλιν ἔλθοιεν μὴ κληθέντες.
その結果、当然のことながら、彼らは大病であると偽ることもあれば、軽い病気であると否定することもあり、約束をしながら来ないこともあれば、呼ばれてもいないのに再びやって来ることもある。
Οἰκτρός γε ὁ τῶν ἀνθρώπων βίος, ὅτι δι’ ὅλου αὐτοῦ ὡς πνεῦμα χειμέριον ἡ ἀφόρητος φιλαργυρίη διαδέδυκεν, ἐφ’ ἣν εἴθε μᾶλλον ἄπαντες ἰητροὶ ξυνῄεσαν ἐλθόντες ἀποθεραπεῦσαι χαλεπωτέρην μανίης νοῦσον, ὅτι καὶ μακαρίζεται νοῦσος ἐοῦσα καὶ κακοῦσα.
人間の生涯はまことに哀れである。 なぜなら、その全体を通じて、耐えがたい金銭欲が冬の嵐のように染み込んでおり、これに対してこそ、すべての医師が集まって狂気よりも過酷なこの病を治療すべきであったのに。 それが病であり害悪をなすものであるにもかかわらず、人々から祝福されているのだから。
Οἶμαι δὲ ἔγωγε καὶ τὰ τῆς ψυχῆς νουσήματα πάντα μανίας εἶναι σφοδρὰς ἐμποιούσας δόξας τινὰς καὶ φαντασίας τῷ λογισμῷ, ὧν ὁ δι’ ἀρετῆς ἀποκαθαρθεὶς ὑγιάζεται.
私は、魂の病もすべて激しい狂気であり、理性に何らかの思い込みや妄想を植え付けるものであると思う。 それらの病から、徳によって浄化された者は健康を取り戻すのである。
Ἐγὼ δὲ εἰ πλουτέειν ἐξ ἅπαντος ἐβουλόμην, ὦ ἄνδρες Ἀβδηρῖται, οὐκ ἂν εἵνεκα δέκα ταλάντων διέβαινον πρὸς ὑμέας, ἀλλ’ ἐπὶ τὸν μέγαν ἂν ἠρχόμην Περσέων βασιλέα, ἔνθα πόλιες ὅλαι προσῄεσαν τῆς ἐξ ἀνθρώπων εὐδαιμονίης γεγεμισμέναι·
もし私がどうしても富まんと望んでいたならば、アブデラの人々よ、私は10タラントンのためにあなた方のもとへ渡って来ることはせず、ペルシアの大王のもとへ行っただろう。 そこでは、俗世の幸福に満ちた都市全体が私の治療を求めてやって来たはずなのだ。
ἰῴμην δ’ ἂν τὸν ἐκεῖ λοιμὸν ἀνιὼν, ἀλλ’ ἀπηρνησάμην ἐχθρὴν Ἑλλάδι χώρην ἐλευθερῶσαι κακῆς νούσου, κᾀγὼ τό γε ἐπ’ ἐμοὶ καταναυμαχῶν τοὺς βαρβάρους·
私はそこへ行って疫病を治療しただろう。 しかし、私はギリシアにとって敵である国を悪しき病から解放することを拒絶した。 私自身、私にできる方法で蛮族たちと戦い抜くために。
εἶχον δ’ ἂν αἰσχύνην τὸν παρὰ βασιλέως πλοῦτον καὶ πατρίδος ἐχθρὴν περιουσίην, περιεκείμην δ’ ἂν αὐτὰ, ὡς ἑλέπολις τῆς Ἑλλάδος ὑπάρχων.
というのも、王から得た富、また祖国の敵である者の財産を私は恥としたであろうし、私がギリシアを攻め滅ぼす攻城兵器であるかのように、それらの富を身にまとっていただろうから。
Οὐκ ἔστι πλοῦτος τὸ πανταχόθεν χρηματίζεσθαι·
あらゆる手段で金儲けをすることは富ではない。
μεγάλα γὰρ ἱερὰ τῆς ἀρετῆς ἐστὶν ὑπὸ δικαιοσύνης οὐ κρυπτόμενα, ἀλλ’ ἐμφανέα ἐόντα·
なぜなら、徳の偉大な聖所は正義によって隠されることなく、むしろ明白なものだからだ。
ἢ οὐκ οἴεσθε ἴσον ἁμάρτημα εἶναι σώζειν πολεμίους καὶ φίλους ἰᾶσθαι μισθοῦ;
それとも、敵を救うことと、友を報酬のために治療することは、同等の過ちであるとは思わないか。
ἀλλ’ οὐχ ὧδε ἔχει τὰ ἡμέτερα, ὦ δῆμε, οὐ καρποῦμαι νούσους, οὐδὲ δι’ εὐχῆς ἤκουσα τὴν Δημοκρίτεω παράκρουσιν, ὃς, εἴτε ὑγιαίνει, φίλος ἔσται, εἴτε νοσέει, θεραπευθεὶς, πλέον ὑπάρξει.
しかし、我々のあり方はそうではない、民衆よ。 私は病気から利益を得ることはしないし、デモクリトスの錯乱を望んでそれを聞いたわけでもない。 彼は、もし健康であるなら友となるだろうし、もし病気であるなら、治療されて、なおいっそうの友となるだろうから。
Πυνθάνομαι δὲ αὐτὸν ἐμβριθέα καὶ στεῤῥὸν τὰ ἤθεα, καὶ τῆς ὑμετέρης πόλιος ἐόντα κόσμον.
私は、彼の品性が重厚で堅固であり、あなた方の都市の誉れであることを聞き及んでいる。
Ἔῤῥωσθε.
健やかであれ。